§22καὶ γάρ τοι τῶν ἔργων οὐδενός, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν τότʼ ἀπεστέρησαν αὑτούς, οὐδʼ ἔστʼ οὐδεὶς ὅστις ἂν εἴποι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Θεμιστοκλέους, ἀλλʼ Ἀθηναίων, οὐδὲ τὴν Μαραθῶνι μάχην Μιλτιάδου, ἀλλὰ τῆς πόλεως.
実際それゆえ、アテナイの諸君、彼らは当時の功績のどれ一つからも自分たちを排除しなかったし、「サラミスの海戦はテミストクレスのものだ」などと言う者は誰もおらず、むしろ「アテナイ人のものだ」と言い、「マラトンの戦いはミルティアデスのものだ」とも言わず、「国家のものだ」と言う。
νῦν δὲ πολλοὶ τοῦτο λέγουσιν, ὡς Κέρκυραν εἷλε Τιμόθεος καὶ τὴν μόραν κατέκοψεν Ἰφικράτης καὶ τὴν περὶ Νάξον ναυμαχίαν ἐνίκα Χαβρίας·
しかし今や、多くの人々が「ティモテオスがケルクラを占領した」、「イフィクラテスがモラを全滅させた」、「ハブリアスがナクソス沖の海戦で勝利した」とこのように言っている。
δοκεῖτε γὰρ αὐτοὶ τῶν ἔργων τούτων παραχωρεῖν τῶν τιμῶν ταῖς ὑπερβολαῖς αἷς δεδώκατʼ ἐπʼ αὐτοῖς ἑκάστῳ τούτων.
君たち自身が、これらの功績に対して彼ら一人一人に与えた過剰な名誉によって、その栄誉を自ら譲り渡しているように見えるからである。
§23τὰς μὲν δὴ πολιτικὰς δωρεὰς οὕτως ἐκεῖνοί τε καλῶς καὶ ὑμεῖς οὐκ ὀρθῶς·
このように、市民に対する贈り物を、彼らは見事に扱い、君たちは正しくなく扱っている。
τὰς δὲ τῶν ξένων πῶς;
では、外国人に対するものはどうであろうか。
ἐκεῖνοι Μένωνι τῷ Φαρσαλίῳ δώδεκα μὲν τάλαντʼ ἀργυρίου δόντι πρὸς τὸν ἐπʼ Ἠιόνι τῇ πρὸς Ἀμφιπόλει πόλεμον, διακοσίοις δʼ ἱππεῦσι πενέσταις ἰδίοις βοηθήσαντι, οὐκ ἐψηφίσαντο πολιτείαν, ἀλλʼ ἀτέλειαν ἔδωκαν μόνον.
彼らは、アンフィポリス近郊のエイオンでの戦争に対して銀十二タラントンを提供し、自らの隷属農民からなる二百騎の騎兵を率いて救援したファルサロスのメノンに対して、市民権を議決することはせず、免税権のみを与えた。
§24καὶ πρότερον τούτου Περδίκκᾳ τῷ κατὰ τὴν τοῦ βαρβάρου ποτʼ ἐπιστρατείαν βασιλεύοντι Μακεδονίας, τοὺς ἀναχωροῦντας ἐκ Πλαταιῶν τῶν βαρβάρων ἀπὸ τῆς ἥττης διαφθείραντι καὶ τέλειον τἀτύχημα ποιήσαντι τῷ βασιλεῖ, οὐκ ἐψηφίσαντο πολιτείαν, ἀλλʼ ἀτέλειαν ἔδωκαν μόνον, μεγάλην καὶ τιμίαν, οἶμαι, καὶ σεμνὴν τὴν αὑτῶν πατρίδʼ ἡγούμενοι καὶ πάσης μείζονʼ εὐεργεσίας.
またこれより以前、異民族の侵攻の際マケドニアを統治しており、プラタイアイの敗戦から撤退する異民族を全滅させて、ペルシア王の災厄を決定的なものにしたペルディッカスに対しても、市民権は議決せず、免税権のみを与えた。 彼らは自分たちの祖国を偉大で、尊く、荘厳なものと考えており、いかなる恩義よりも勝るものと考えていたからである、と私は思う。
νῦν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φθόρους ἀνθρώπους οἰκοτρίβων οἰκότριβας, τιμὴν ὥσπερ ἄλλου του τῶν ὠνίων λαμβάνοντες, ποιεῖσθε πολίτας.
しかし今や、アテナイの諸君、君たちは、家生まれの奴隷の奴隷であるような卑しい連中を、あたかも売り物の代金を受け取るかのようにして、市民にしている。
§25ταῦτα δʼ ὑμῖν ἐπελήλυθε πράττειν, οὐχ ὅτι τὰς φύσεις χείρους ἐστὲ τῶν προγόνων, ἀλλʼ ὅτι τοῖς μὲν ἐφʼ αὑτοῖς παρειστήκει μέγα φρονεῖν, ὑμῶν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, περιῄρηται τοῦτο.
君たちがこのような行動をとるようになったのは、君たちの本性が先祖たちより劣っているからではなく、先祖たちの時には自己に対する高いプライドが備わっていたのに対し、アテナイの諸君、君たちからはそれが奪い去られてしまったからである。
ἔστι δʼ οὐδέποτʼ, οἶμαι, δυνατὸν μικρὰ καὶ φαῦλα πράττοντας μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν, ὥσπερ οὐδὲ λαμπρὰ καὶ καλὰ πράττοντας μικρὸν καὶ ταπεινὸν φρονεῖν·
小さく卑しい事柄を行っている者が、偉大で高邁な精神を持つことは、私の思うに、決してあり得ないことである。 それは、輝かしく見事な事柄を行っている者が、小さく卑屈な考えを持つことがあり得ないのと同じである。
ὁποῖʼ ἄττα γὰρ ἂν τἀπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημʼ ἔχειν.
なぜなら、人々の営みがどのようなものであるかによって、精神もまた必然的にそのようになるからである。
§26σκέψασθε δʼ ἅ τις κεφάλαιʼ ἂν ἔχοι εἰπεῖν τῶν τʼ ἐκείνοις πεπραγμένων καὶ τῶν ὑμῖν, ἂν ἄρʼ ὑμῶν αὐτῶν ἀλλʼ ἐκ τούτων γε δύνησθε γενέσθαι.
彼らによって成し遂げられたことと、君たちによって成し遂げられたことの要点を、誰かが語るのを聞いてみるがよい。 そうすれば、あるいは君たちが自分自身を取り戻すことができるかもしれないからである。
πέντε μὲν καὶ τετταράκοντʼ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων ἐκεῖνοι, πλείω δʼ ἢ μύρια τάλαντʼ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια, ἐφʼ οἷς ἔτι καὶ νῦν ἡμεῖς φιλοτιμούμεθα.
彼らは、ギリシア人が望んで服従する中で四十五年間支配し、一万タラントン以上をアクロポリスに積み上げ、陸上でも海上でも、多くの見事な戦勝記念碑を打ち立て、それらを私たちは今なお誇りとしている。
καίτοι νομίζετʼ αὐτοὺς ταῦτα στῆσαι, οὐχ ἵνα θαυμάζωμεν ἡμεῖς θεωροῦντες αὐτά, ἀλλʼ ἵνα καὶ μιμώμεθα τὰς τῶν ἀναθέντων ἀρετάς.
しかし、彼らがこれらを立てたのは、私たちがそれらを見てただ感嘆するためではなく、それらを捧げた者たちの徳を私たちも模倣するためであると考えてほしい。
§27ἐκεῖνοι μὲν δὴ ταῦτα·
彼らのことは以上の通りである。
ἡμεῖς δʼ, ὅσης ἅπαντες ὁρᾶτʼ ἐρημίας ἐπειλημμένοι, σκέψασθʼ εἰ παραπλήσια.
他方、私たちについては、皆が見ているように、いかにひどい荒廃に取り憑かれているか、同じようであるか見てみるがよい。
οὐ πλείω μὲν ἢ χίλια καὶ πεντακόσια τάλαντʼ ἀνήλωται μάτην εἰς τοὺς τῶν Ἑλλήνων ἀπόρους, ἐξανήλωνται δʼ οἵ τʼ ἴδιοι πάντες οἶκοι καὶ τὰ κοινὰ τῇ πόλει καὶ τὰ παρὰ τῶν συμμάχων, οὓς δʼ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, οὗτοι νῦν ἐν τῇ εἰρήνῃ ἀπολώλασιν;
千五百タラントン以上が無駄にギリシアの困窮している者たちのために費やされ、すべての私的な家計も、国家の共有財産も、同盟国から集めたものも使い果たされ、私たちが戦争において獲得した同盟国は、今や平和のただ中で失われてしまったではないか。
§28ἀλλὰ νὴ Δία ταῦτα μόνον τότʼ εἶχε βέλτιον ἢ νῦν, τὰ δʼ ἄλλα χεῖρον.
しかし、ゼウスにかけて、「当時はこれらだけが現在より優れており、他のことは劣っていたのだ」と言う者があるかもしれない。
πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ὅ τι βούλεσθʼ ἐξετάσωμεν.
決してそのようなことはない。 君たちの望むものを何でも吟味してみよう。
οἰκοδομήματα μέν γε καὶ κόσμον τῆς πόλεως, ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις, τοιοῦτον καὶ τοσοῦτον κατέλιπον ἐκεῖνοι ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι, προπύλαια ταῦτα, νεώσοικοι, στοαί, τἄλλα, οἷς ἐκεῖνοι κοσμήσαντες τὴν πόλιν ἡμῖν παρέδωκαν·
神殿や港、それに類する建築物や国家の装飾に関して言えば、彼らは、後世の誰一人としてそれを超える余地が残されていないほど見事で、かつ膨大なものを残した。 あのプロピュライア、船格納庫、柱廊、そしてその他の建物であり、彼らはそれらで国家を装飾して私たちに受け渡してくれたのである。