Humanitext Reader

狄摩西尼 · 论财政组织 §29-36

政治家私蓄与缺乏实力的决议

第 5 段,共 5 段 · 希腊语

内容简介

发言者对比了先祖简朴的私宅与现代政治家奢侈的庄园,批评公民们只通过宏大的决议却缺乏相应的军事实力去执行。他敦促雅典人要么降低骄傲,要么建立起与先祖遗产相配的实力,并指出民意必须先追求善,才能正确引导演说家。

§29τὰς δʼ ἰδίας οἰκίας τῶν ἐν δυνάμει γενομένων οὕτω μετρίας καὶ τῷ τῆς πολιτείας ὀνόματι ἀκολούθους ὥστε τὴν Θεμιστοκλέους καὶ τὴν Κίμωνος καὶ τὴν Ἀριστείδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν, εἴ τις ἄρʼ ὑμῶν οἶδεν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν.
另一方面,那些掌权者的私宅是如此简朴,并与城邦体制的风格相符,以至于如果你们当中有人恰好知道忒弥斯托克勒、金蒙、阿里斯提德或当时任何其他杰出人物的住宅是什么样子,就会发现它一点也不比邻居的住宅更为气派。
§30νῦν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δημοσίᾳ μὲν ἡ πόλις ἡμῶν τὰς ὁδοὺς ἀγαπᾷ κατασκευάζουσα καὶ κρήνας καὶ κονιάματα καὶ λήρους (καὶ οὐ τοῖς εἰσηγησαμένοις ταῦτʼ ἐπιτιμῶ, πολλοῦ γε καὶ δέω, ἀλλʼ ὑμῖν, εἰ ταῦθʼ ἱκανὰ ὑμῖν αὐτοῖς ὑπολαμβάνετʼ εἶναι), ἰδίᾳ δʼ οἱ τῶν κοινῶν ἐπί τῳ γεγενημένοι οἱ μὲν τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας τὰς ἰδίας οἰκίας κατεσκευάκασιν, οὐ μόνον τῶν πολλῶν ὑπερηφανωτέρας, οἱ δὲ γῆν συνεωνημένοι γεωργοῦσιν ὅσην οὐδʼ ὄναρ ἤλπισαν πώποτε.
但现在,雅典的公民们,在公共事务上,我们的城邦满足于修筑道路、喷泉、粉刷墙壁和无聊的小玩意儿(我绝不是在指责那些提出这些建议的人,绝非如此,而是在指责你们,如果你们认为这些对你们自己来说就已经足够了);而在私人事务上,那些担任过公职的人,有的建起了比公共建筑更气派、不仅比普通人更显傲慢而且比公用建筑更雄伟的私宅,有的则买下了连做梦都从未奢望过的广阔土地并加以耕作。
§31τούτων δʼ αἴτιον ἁπάντων, ὅτι τότε μὲν ὁ δῆμος δεσπότης ἦν καὶ κύριος ἁπάντων, καὶ ἀγαπητὸν ἦν παρʼ ἐκείνου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινὸς μεταλαμβάνειν, νῦν δὲ τοὐναντίον κύριοι μὲν τῶν ἀγαθῶν οὗτοι, καὶ διὰ τούτων ἅπαντα πράττεται, ὁ δὲ δῆμος ἐν ὑπηρέτου καὶ προσθήκης μέρει, καὶ ὑμεῖς ἀγαπᾶθʼ ἃν οὗτοι μεταδιδῶσι λαμβάνοντες.
而这一切的原因在于,当时人民(德摩斯)是所有事物的主宰和主人,其他人中的每一个人都渴望从人民那里分得一份荣誉、官职或某种恩惠;但现在相反,这些人成了所有恩惠的主宰,一切事务都通过他们来办理,而人民则处于仆从和附庸的地位,你们只要接受他们所分给你们的任何东西就心满意足了。
§32τοιγαροῦν ἐκ τούτων τοιαῦτα τὰ πράγματα τῆς πόλεώς ἐστιν ὥστε, εἴ τις ἀναγνοίη τὰ ψηφίσμαθʼ ὑμῶν καὶ τὰς πράξεις ἐφεξῆς διέλθοι, οὐδʼ ἂν εἷς πιστεύσαι τῶν αὐτῶν εἶναι ταῦτα κἀκεῖνα.
因此,由此导致城邦的事务处于这样一种状态:如果有人读了你们的决议案,然后按顺序对照你们的行动,没有一个人会相信这两者是属于同一群人的。
οἷον ἃ πρὸς τοὺς καταράτους Μεγαρέας ἐψηφίσασθʼ ἀποτεμνομένους τὴν ὀργάδα, ἐξιέναι, κωλύειν, μὴ ἐπιτρέπειν· ἃ πρὸς Φλειασίους, ὅτʼ ἐξέπεσον ἔναγχος, βοηθεῖν, μὴ ἐπιτρέπειν τοῖς σφαγεῦσι, τῶν ἐν Πελοποννήσῳ τοὺς βουλομένους παρακαλεῖν.
例如,你们针对那些侵占神圣土地(奥尔加斯)的该死的麦加拉人所通过的决议:出兵、阻止、不予准许;以及你们最近针对被驱逐的弗利亚斯人所通过的决议:提供援助、不听任屠杀者摆布、召集伯罗奔尼撒半岛中愿意提供帮助的人。
§33ἅπαντα καλά, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτα καὶ δίκαια καὶ τῆς πόλεως ἄξια· τὰ ἔργα δὲ τἀπὸ τούτων οὐδαμοῦ.
雅典的公民们,所有这些决议都是美好、正义且配得上这个城邦的;然而,由这些决议产生的实际行动却无处寻觅。
οὐκοῦν τὴν μὲν ἀπέχθειαν διὰ τῶν ψηφισμάτων ἐκφέρεσθε, τῶν δʼ ἔργων οὐδενὸς κύριοι γίγνεσθε· τὰ μὲν γὰρ ψηφίσματα πρὸς τὸ τῆς πόλεως ἀξίωμα ψηφίζεσθε, τὴν δύναμιν δʼ οὐκ ἀκόλουθον ὧν ψηφίζεσθʼ ἔχετε.
因此,你们通过决议表达了敌意,但在实际行动上却一无所成;因为你们通过的决议符合城邦的尊严,但你们并没有拥有与所决议之事相匹配的力量。
§34ἐγὼ δὲ παραινέσαιμʼ ἂν ὑμῖν (καί μοι μηδὲν ὀργισθῆτε) ἔλαττον φρονεῖν καὶ τὰ ὑμέτερʼ αὐτῶν ἀγαπᾶν πράττοντας, ἢ μείζω δύναμιν παρασκευάζεσθαι.
因此我想建议你们(请千万不要对我发怒),要么降低你们的自豪感,安于只做自己的事务,要么准备更强大的力量。
εἰ μὲν οὖν Σιφνίοις ἢ Κυθνίοις ἤ τισιν ἄλλοις τοιούτοις οὖσι συνῄδειν ὑμῖν, ἔλαττον φρονεῖν συνεβούλευον ἄν· ἐπειδὴ δʼ ἔστʼ Ἀθηναῖοι, τὸ τὴν δύναμιν παρασκευάσασθαι παραινῶ· αἰσχρὸν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, αἰσχρὸν λιπεῖν τὴν τοῦ φρονήματος τάξιν, ἣν ὑμῖν οἱ πρόγονοι παρέδωκαν.
如果我知道你们就像锡夫诺斯人、基斯诺斯人或其他类似的人一样,我就会建议你们降低自豪感;但既然你们是雅典人,我便劝告你们要准备力量;因为,雅典的公民们,放弃先祖传给我们的尊严的阵地是可耻的,极其可耻的。
§35πρὸς δὲ τούτοις οὐδʼ ἔστιν ἐφʼ ὑμῖν, οὐδʼ ἂν ἀποστῆναι τῶν Ἑλληνικῶν βούλησθε· πολλὰ γὰρ ὑμῖν ἐκ παντὸς τοῦ χρόνου πέπρακται, καὶ τοὺς μὲν φίλους τοὺς ὑπάρχοντας αἰσχρὸν προέσθαι, τοῖς δʼ οὖσιν ἐχθροῖς οὐκ ἔνι πιστεῦσαι καὶ μεγάλους ἐᾶσαι γενέσθαι.
此外,即使你们想要退出希腊事务,这也非你们所能掌控;因为历来你们已经做了许多事情,背弃现有的盟友是可耻的,而信任你们的敌人并任由他们壮大也是不可能的。
ὅλως δʼ ὅπερ οἱ πολιτευόμενοι πεπόνθασι πρὸς ὑμᾶς—οὐκ ἔνεστιν αὐτοῖς, ὅταν βούλωνται, παύσασθαι—τοῦτο καὶ ὑμῖν περιέστηκε· πεπολίτευσθε γὰρ ἐν τοῖς Ἕλλησιν.
简而言之,政治家们在与你们的关系中所经历的境遇——他们不能在想隐退的时候就隐退——同样也包围了你们;因为你们已经在希腊人当中参与了政治事务。
§36ἔστι δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, κεφάλαιον ἁπάντων τῶν εἰρημένων· οὐδέποθʼ ὑμᾶς οἱ λέγοντες οὔτε πονηροὺς οὔτε χρηστοὺς ποιοῦσιν, ἀλλʼ ὑμεῖς τούτους, ὁπότερʼ ἂν βούλησθε· οὐ γὰρ ὑμεῖς ὧν οὗτοι βούλονται στοχάζεσθε, ἀλλʼ οὗτοι ὧν ἂν ὑμᾶς ἐπιθυμεῖν οἴωνται.
雅典的公民们,所说一切的要点即在于此:演说家决不能使你们变坏或变好,而是你们使他们成为你们所希望的那样;因为你们并不迎合他们的愿望,而是他们迎合他们认为你们所渴望的东西。
ὑμᾶς οὖν ὑπάρξαι δεῖ χρηστὰ βουλομένους, καὶ πάνθʼ ἕξει καλῶς· ἢ γὰρ οὐδεὶς ἐρεῖ φλαῦρον οὐδέν, ἢ οὐδὲν αὐτῷ πλέον ἔσται μὴ ἔχοντι τοὺς πεισομένους.
因此,你们自己必须首先渴望美好的事物,这样一切都会顺利;因为这样一来,要么没有人会说无价值的话,要么即使说了,在没有人会被说服的情况下,对他也不会有任何好处。

词汇与语法注释

  1. §29τὰς δʼ ἰδίας οἰκίας — 此宾格名词短语作为前一节(§28: οἰκοδομήματα μέν γε... κατέ利πον ἐκεῖνοι)中动词 κατέλιπον(留下)的直接宾语。由于本节中没有明示的主动词,需要从前文补出该动词来理解。
  2. §32ἐξιέναι, κωλύειν, μὴ ἐπιτρέπειν — 这些不定式用作命令性(独立)不定式,或者作为说明关系从句 ἃ ... ἐψηφίσασθε(你们所决议的事)具体内容的宾语性不定式。
  3. §34εἰ μὲν οὖν Σιφνίοις ... συνῄειν ὑμῖν, ἔλαττον φρονεῖν συνεβούλευον ἄν — 这是一个与现在事实相反的虚拟条件句。条件从句(protasis)使用 εἰ +直说过去时(συνῄδειν 虽为过去完成时,但作为 οἶδα“知道”的过去时,等同于未完成过去时),结论从句(apodosis)使用 ἄν +直说未完成过去时(συνεβούλευον ἄν)。
  4. §35ὅπερ οἱ πολιτευόμενοι πεπόνθασι πρὸς ὑμᾶς — 由关系代词 ὅπερ 引导的从句指向主句中的指示代词 τοῦτο(这),并预先解释了其具体内容(即政治家们无法在想退隐时就退隐)。短语 πρὸς ὑμᾶς 意为“在与你们的关系中”。

引用这一段

狄摩西尼, 论财政组织 §29-36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg013.humanitext-grc2:29-36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。