§15ἀλλὰ πῶς καταλύεται, οὐδεὶς λέγει οὐδὲ παρρησιάζεται.
しかし、いかにして〔民主政が〕打倒されるのかについては、誰も語らず、率直に言おうともしない。
ἐγὼ δὲ φράσω·
だが、私が説明しよう。
ὅταν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, φαύλως ἠγμένοι, πολλοὶ καὶ ἄποροι καὶ ἄοπλοι καὶ ἀσύντακτοι καὶ μὴ ταὐτὰ γιγνώσκοντες ἦτε, καὶ μήτε στρατηγὸς μήτʼ ἄλλος μηδεὶς ὧν ἂν ὑμεῖς ψηφίσησθε φροντίζῃ, καὶ ταῦτα μηδεὶς λέγειν ἐθέλῃ μηδʼ ἐπανορθοῖ, μηδʼ ὅπως παύσεται τοιαῦτʼ ὄντα πράττῃ, ὃ νῦν ἀεὶ συμβαίνει.
アテナイの諸君、君たちが悪しき指導に甘んじ、数ばかり多く、貧しく、武器を持たず、組織されず、意見も一致しない状態にあり、将軍も他の誰も、君たちが議決したことを全く意に介さず、また誰もこれらのことを語ろうとせず、正そうともせず、このような状態がやむように取り計らいもしないとき――これこそが今常に起きていることなのだが――〔そのときにこそ、民主政は打倒されるのである〕。
§16καὶ νὴ Δίʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἕτεροί γε λόγοι παρερρυήκασι πρὸς ὑμᾶς ψευδεῖς, καὶ πολλὰ τὴν πολιτείαν βλάπτοντες, οἷον
ἐν τοῖς δικαστηρίοις ὑμῖν ἐστιν ἡ σωτηρία,
καὶ
δεῖ τῇ ψήφῳ τὴν πολιτείαν ὑμᾶς φυλάττειν.
そして、ゼウスにかけて、アテナイの諸君、これとは異なる偽りの言葉が君たちの間に忍び込んでおり、国政を大いに害している。 例えば、「法廷の中にこそ君たちの救いがある」とか、「投票によって君たちは国政を守らねばならない」といった言葉である。
ἐγὼ δʼ οἶδʼ ὅτι ταῦτα μὲν ὑμῖν τῶν πρὸς ἀλλήλους δικαίων ἐστὶ κύρια, ἐν δὲ τοῖς ὅπλοις δεῖ κρατεῖν τῶν ἐχθρῶν, καὶ διὰ τούτων ἐστὶν ἡ σωτηρία τῆς πολιτείας.
しかし私は、これらが君たちの相互の権利に関しては効力を持つものの、敵に対しては武器をもって圧倒せねばならず、武器を通じてこそ国政の救いがあるということを知っている。
§17οὐ γὰρ τὸ ψηφίσασθαι τοῖς ἐν τοῖς ὅπλοις ποιήσει τὸ νικᾶν, ἀλλʼ οἱ μετὰ τούτων κρατοῦντες τοὺς ἐχθροὺς καὶ ψηφίζεσθαι καὶ ἄλλʼ ὅ τι ἂν βούλησθε ποιεῖν ὑμῖν ἐξουσίαν καὶ ἄδειαν παρασκευάσουσι·
なぜなら、議決することが、武器を手にする者たちに勝利をもたらすのではなく、武器をもって敵を圧倒する者たちこそが、君たちに議決することも、その他に望むあらゆることを行うこともできる権能と安全をもたらすからである。
δεῖ γὰρ ἐν μὲν τοῖς ὅπλοις φοβερούς, ἐν δὲ τοῖς δικαστηρίοις φιλανθρώπους εἶναι.
武器を手にしているときには恐るべき者であり、法廷においては人情味ある者であるべきだからである。
§18εἰ δέ τῳ δοκῶ μείζους ἢ κατʼ ἐμαυτὸν λέγειν λόγους, αὐτὸ τοῦτʼ ὀρθῶς αὐτῶν ἔχει·
もし私が、自分自身の身の丈を超えた大言壮語をしていると思われるなら、それこそがこれらの言葉の正しいあり方なのである。
τὸν γὰρ ὑπὲρ τηλικαύτης πόλεως ῥηθησόμενον λόγον καὶ τοιούτων πραγμάτων παντὸς ἑνὸς τοῦ λέγοντος ἀεὶ μείζω φαίνεσθαι δεῖ, καὶ τῆς ἀξίας τῆς ὑμετέρας ἐγγὺς εἶναι, μὴ τῆς τοῦ λέγοντος.
これほど偉大な国家、これほど重大な事柄のために語られるべき言葉は、語り手個人の器を常に超えて見えるべきであり、語り手の品格ではなく、君たちの尊厳に近いものであるべきだからである。
ὅτι δʼ οὐδεὶς τῶν ὑφʼ ὑμῶν τιμωμένων ταῦτα λέγει, τὰς προφάσεις ἐγὼ διέξειμʼ ὑμῖν.
しかし、君たちから重用されている者たちのうち、誰一人としてこれらのことを語らない理由を、私が君たちに説明しよう。
§19οἱ μὲν πρὸς ἀρχαιρεσίας καὶ ταύτην τὴν τάξιν προσιόντες δοῦλοι τῆς ἐπὶ τῷ χειροτονεῖσθαι χάριτος περιέρχονται, τελεσθῆναι στρατηγὸς ἕκαστος σπουδάζων, οὐκ ἀνδρὸς ἔργον οὐδὲν πρᾶξαι.
一方で、選挙やその役職へと進み出る者たちは、選出されるための人気取りの奴隷となって歩き回り、誰もが将軍に任じられることばかりを熱望し、男らしい仕事を何一つ行おうとしない。
εἰ δέ τις καὶ τοιοῦτός ἐστιν οἷος ἐγχειρεῖν ἔργῳ τῳ, νῦν μὲν ἡγεῖται τὴν τῆς πόλεως δόξαν ἀφορμὴν ἔχων καὶ τοὔνομα, τῆς τῶν ἐναντιωσομένων ἐρημίας ἀπολαύων, τὰς ἐλπίδας ὑμῖν ὑποτείνων, ἄλλο δʼ οὐδὲ ἕν, κληρονομήσειν αὐτὸς τῶν ὑμετέρων ἀγαθῶν, ὅπερ ἐστίν, ἂν δʼ ὑμεῖς διʼ ὑμῶν αὐτῶν ἕκαστα πράττητε, τὸ ἴσον τοῖς ἄλλοις ὥσπερ τῶν ἔργων αὐτῶν, οὕτω καὶ τῶν ἐκ τούτων ἕξειν.
また、もし実際に何らかの仕事に着手するような人物がいるとすれば、その者は現在、国家の名声と名前を出発点とし、反対する者がいない状況を利用し、君たちに甘い期待を抱かせるだけで他には何一つせず、自らが君たちの利益を独り占めすることになる。 事実そうなっているのだ。 しかし、もし君たちが自分たち自身で個々の事柄を実行するなら、自分は、行動そのものにおいても、そこから生じる成果においても、他の人々と同じだけの対等な分しか持てなくなる(独占できなくなる)と考えているのである。
§20οἱ δὲ πολιτευόμενοι καὶ περὶ ταῦτʼ ὄντες, τὸ τὰ βέλτιστα σκοπεῖν ὑμῖν ἀφέντες, προσκεχωρήκασι πρὸς τούτους·
他方で、政治に携わりこれらの事柄に関わっている者たちは、君たちのために最善を考慮することを放棄して、これら〔将軍たち〕の陣営に加担してしまっている。
καὶ πρότερον μὲν κατὰ συμμορίας εἰσεφέρετε, νυνὶ δὲ πολιτεύεσθε κατὰ συμμορίας.
かつては、君たちは課税班ごとに税を納めていたが、今や君たちは課税班ごとに政治を行っている。
ῥήτωρ ἡγεμὼν καὶ στρατηγὸς ὑπὸ τούτῳ καὶ οἱ βοησόμενοι μεθʼ ἑκατέρων τριακόσιοι·
演説家が指導者であり、将軍はその下につき、それぞれの側には大声を上げて支援する三百人の者たちがいる。
οἱ δʼ ἄλλοι προσνενέμησθε οἱ μὲν ὡς τούτους, οἱ δʼ ὡς ἐκείνους.
そして他の君たちは、ある者はあちらの、ある者はそちらの陣営に割り振られている。
τοιγαροῦν ὑμῖν περίεστιν ἐκ τούτων ὁ δεῖνα χαλκοῦς καὶ ὁ δεῖνʼ εὐδαίμων, εἷς ἢ δύο, ὑπὲρ τὴν πόλιν·
それゆえ、これらのことから君たちに残るものといえば、誰それが青銅像を立てられ、誰それが富裕になり、一人か二人が国家を超えて君臨することだけである。
οἱ δʼ ἄλλοι μάρτυρες τῆς τούτων εὐδαιμονίας κάθησθε, τῆς καθʼ ἡμέραν ῥᾳθυμίας πολλὴν καὶ μεγάλην ὑπάρχουσαν ὑμῖν εὐδαιμονίαν τούτοις προϊέμενοι.
その他の人々は、彼らの繁栄の目撃者としてただ座しており、日々の怠惰の代償として、君たち自身に本来備わっているはずの数多くの大きな幸福を彼らに明け渡してしまっている。
§21καίτοι σκέψασθε πῶς ἐπὶ τῶν προγόνων ταῦτʼ εἶχεν·
しかしながら、先祖たちの時代にはこれらのことがどのようであったか考えてみたまえ。
οὐ γὰρ ἀλλοτρίοις ὑμῖν παραδείγμασι χρησαμένοις, ἀλλʼ οἰκείοις ἔξεσθʼ ἃ προσήκει πράττειν εἰδέναι.
君たちは他人の例ではなく、自分たちの身内の例を用いることによって、なべき行動を知ることができるのだから。
ἐκεῖνοι Θεμιστοκλέα τὸν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν στρατηγοῦντα καὶ Μιλτιάδην τὸν ἡγούμενον Μαραθῶνι καὶ πολλοὺς ἄλλους, οὐκ ἴσα τοῖς νῦν στρατηγοῖς ἀγάθʼ εἰργασμένους, μὰ Δίʼ οὐ χαλκοῦς ἵστασαν, ἀλλʼ ὡς οὐδὲν αὑτῶν κρείττους ὄντας, οὕτως ἐτίμων.
彼らは、サラミスの海戦を指揮したテミストクレスや、マラトンで率いたミルティアデス、その他多くの人々――彼らは現在の将軍たちとは比べものにならないほどの偉大な功績を立てたのだが――の青銅像を、ゼウスにかけて、立てることはしなかった。 そうではなく、彼ら自身より何ら優れた者ではないかのように、そのように彼らを遇したのである。