§1περὶ μὲν τοῦ παρόντος ἀργυρίου καὶ ὧν ἕνεκα τὴν ἐκκλησίαν ποιεῖσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέτερόν μοι δοκεῖ τῶν χαλεπῶν εἶναι, οὔτʼ ἐπιτιμήσαντα τοῖς νέμουσι καὶ διδοῦσι τὰ κοινὰ εὐδοκιμῆσαι παρὰ τοῖς βλάπτεσθαι διὰ τούτων ἡγουμένοις τὴν πόλιν, οὔτε συνειπόντα καὶ παραινέσανθʼ ὡς δεῖ λαμβάνειν, χαρίσασθαι τοῖς σφόδρʼ ἐν χρείᾳ τοῦ λαβεῖν οὖσιν·
アテナイの諸君、現在の分配金と、君たちが民会を開いている目的については、私にとって以下の二つのどちらも難しいことだとは思われない。 すなわち、公の資金を配分・贈与している者たちを非難して、それらによって国家が損なわれていると考えている人々から好意を得ることも、受給が必要であると主張し勧めることで、それを切実に必要としている人々を喜ばせることも、どちらも難しくはない。
οὐδέτεροι γὰρ πρὸς τὸ τῇ πόλει συμφέρον σκοποῦντες οὔτʼ ἐπαινοῦσιν οὔτε δυσχεραίνουσι τὸ πρᾶγμα, ἀλλʼ ὡς ἑκάτεροι χρείας καὶ περιουσίας ἔχουσιν.
なぜなら、どちらの側も国家の利益を考慮してこの件を称賛したり不満を述べたりしているのではなく、各自が困窮しているか余裕があるかに応じてそうしているからである。
§2ἐγὼ δὲ τοῦτο μὲν οὔτʼ ἂν εἰσηγησαίμην, οὔτʼ ἂν ἀντείποιμʼ ὡς οὐ δεῖ λαμβάνειν·
しかし、私としてはこのような提案をするつもりもなければ、受け取るべきではないと反対するつもりもない。
παραινῶ μέντοι σκοπεῖν καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ὅτι τἀργύριον μέν ἐστι τοῦθʼ, ὑπὲρ οὗ βουλεύεσθε, μικρόν, τὸ δʼ ἔθος μέγα, ὃ γίγνεται μετὰ τούτου.
だが、君たちが熟議しているこの金は微々たるものであるが、これに伴って生じる習慣は重大であることを、自らよく考え計算してみるよう勧める。
εἰ μὲν οὖν μετὰ τοῦ πράττειν ἃ προσήκει καὶ τὸ λαμβάνειν κατασκευάσεσθε, οὐ μόνον οὐ βλάψετε, ἀλλὰ καὶ τὰ μέγιστʼ ὠφελήσετε τὴν πόλιν καὶ ὑμᾶς αὐτούς·
それゆえ、もし君たちが受け取ることと同時に、なすべき義務を果たす仕組みを整えるならば、国家に害を与えないだけでなく、国家にとっても君たち自身にとっても最大の利益をもたらすだろう。
εἰ δὲ τοῦ μὲν λαμβάνειν καὶ ἑορτὴ καὶ πᾶσʼ ἀρκέσει πρόφασις, τοῦ δʼ ἃ πρὸς τούτοις δεῖ ποιεῖν μηδὲ τοὺς λόγους ἀκούειν ἐθελήσετε, ὁρᾶτε μήποθʼ, ἃ νῦν ὀρθῶς ἡγεῖσθε πράττειν, σφόδρʼ ἡμαρτηκέναι νομίσητε.
しかし、受け取るためなら祝祭でもどんな口実でも十分でありながら、これに付随してなすべきことに関する議論に耳を傾けることさえ望まないのであれば、現在正しいと思って行っていることが、後になって大いなる過ちであったと気づくことにならないか、よく注意したまえ。
§3ἐγὼ δέ φημι δεῖν (καί μοι μὴ θορυβήσητʼ ἐφʼ ᾧ μέλλω λέγειν, ἀλλʼ ἀκούσαντες κρίνατε), ὡς περὶ τοῦ λαβεῖν ἐκκλησίαν ἀπεδώκαμεν, οὕτω καὶ περὶ τοῦ συνταχθῆναι καὶ παρασκευασθῆναι τὰ πρὸς τὸν πόλεμον ἐκκλησίαν ἀποδοῦναι, καὶ παρασχεῖν ἕκαστον αὑτὸν μὴ μόνον ταῦτʼ ἀκούειν ἐθέλοντα, ἀλλὰ καὶ πράττειν βουλόμενον, ἵνʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἀγαθῶν τὰς ἐλπίδας διʼ ὑμῶν αὐτῶν ἔχητε, καὶ μὴ τὸν δεῖνα μηδὲ τὸν δεῖνα πυνθάνησθε τί πράττει.
そして私はこうすべきであると主張する(これから言おうとすることに対して騒がないで、最後まで聞いてから判断してほしい)。 私たちは受け取ることについて民会を開いたように、戦争のための組織化と準備についても民会を開くべきであり、誰もがただこれらを聞くだけでなく、進んで行動する意志を持って身を挺すべきである。 アテナイの諸君、それによって君たちが善きことへの希望を他の誰でもなく自分自身によって抱くことができ、誰それ(この人やあの人)が何をしているかを尋ね回らなくて済むようにするためである。
§4καὶ τὰ μὲν προσιόντα τῇ πόλει πάντα, καὶ ἃ νῦν ἐκ τῶν ἰδίων παραναλίσκετʼ εἰς οὐδὲν δέον καὶ ὅσʼ ἐκ τῶν συμμάχων ὑπάρχει, λαμβάνειν ὑμᾶς φημὶ χρῆναι τὸ ἴσον ἕκαστον, τοὺς μὲν ἐν ἡλικίᾳ στρατιωτικόν, τοὺς δʼ ὑπὲρ τὸν κατάλογον ἐξεταστικὸν ἢ ὅπως ἄν τις ὀνομάσαι τοῦτο, στρατεύεσθαι δʼ αὐτοὺς καὶ μηδενὶ τούτου παραχωρεῖν,
また、国家に入ってくるすべての収入、および現在君たちが私的な資産から何ら必要もないことに浪費しているもの、また同盟国から入るあらゆる資金を、君たち一人一人が等しく受け取るべきであると私は主張する。 すなわち、軍役に適した年齢の者は軍役手当として、名簿の年齢を超えた者は監査手当、あるいはこれを何と呼ぶにせよその手当として受け取るべきである。 そして、君たち自身が出征し、この務めを他の誰にも譲ってはならない。
§5ἀλλὰ τὴν δύναμιν τῆς πόλεως οἰκείαν εἶναι, κατεσκευασμένην ἀπὸ τούτων, ἵνʼ ἅμʼ εὐπορῆτε καὶ τὰ δέοντα ποιῆτε, καὶ τὸν στρατηγὸν ἡγεῖσθαι ταύτης, ἵνʼ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τοιαῦθʼ οἷάπερ νυνὶ συμβαίνῃ·
むしろ、国家の軍事力はこれらをもとに組織された自国のものであるべきであり、それによって君たちは豊かであると同時に義務を果たすことができ、将軍はその軍力を率いるべきである。 それは、アテナイの諸君、現在君たちに起こっているようなことが二度と起こらないようにするためである。
τοὺς στρατηγοὺς κρίνετε, καὶ περίεσθʼ ὑμῖν ἐκ τῶν πραγμάτων
ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖνʼ εἰσήγγειλεν,
ἄλλο δʼ οὐδέν.
君たちは将軍たちを裁判にかけ、諸君の手元に残る結末といえば、『誰それの息子誰それが、誰それを告発した』ということだけで、他には何もないのだから。
§6ἀλλὰ τί ὑμῖν γένηται;
では、君たちに何が起きるべきなのか。
πρῶτον μὲν οἱ σύμμαχοι μὴ φρουραῖς, ἀλλὰ τῷ ταὐτὰ συμφέρειν ὑμῖν κἀκείνοις ὦσιν οἰκεῖοι, ἔπειθʼ οἱ στρατηγοὶ μὴ ξένους ἔχοντες τοὺς μὲν συμμάχους ἄγωσι καὶ φέρωσι, τοὺς δὲ πολεμίους μηδʼ ὁρῶσιν, ἀφʼ ὧν αἱ μὲν ὠφέλειαι τούτων εἰσὶν ἴδιαι, τὰ δὲ μίση καὶ τὰ ἐγκλήματα ἐφʼ ὅλην ἔρχεται τὴν πόλιν, ἀλλὰ πολίτας τοὺς ἀκολουθοῦντας ἔχοντες τοὺς ἐχθρούς, ἃ νῦν τοὺς φίλους, ποιῶσιν.
第一に、同盟国が駐留軍によってではなく、彼らと君たちにとって利益が共通であることによって味方となること。 第二に、将軍たちが傭兵を率いて同盟国を略奪し回る一方で敵の姿さえ見ようとしない(その結果、利益は彼ら個人のものとなり、憎悪と告発は国家全体に及ぶ)ということがなく、自国民を従卒として従えることで、現在友邦に対して行っている仕打ちを敵に対して行うようにすることである。
§7χωρὶς δὲ τούτων πολλὰ τῶν πραγμάτων τὴν ὑμετέραν ποθεῖ παρουσίαν, καὶ ἄνευ τοῦ πρὸς τοὺς οἰκείους πολέμους οἰκείᾳ χρῆσθαι δυνάμει συμφέρειν, καὶ πρὸς τἄλλα πράγματʼ ἀναγκαῖόν ἐστιν.
これらとは別に、多くの国事が君たち自身の参画を求めており、自国の戦争に対して自国の軍隊を用いることが有益であるだけでなく、その他の諸事に対してもそれは不可欠である。
εἰ μὲν γὰρ ἡσυχίαν ἔχειν ὑμῖν ἀπέχρη καὶ μηδὲν τῶν Ἑλληνικῶν περιεργάζεσθαι ὅπως ἔχει, ἄλλος ἂν ἦν λόγος·
というのも、もし君たちにとって平穏を保ち、ギリシアの情勢がどうなっているかに余計な関心を持たないことで十分であるなら、話は別だからである。