- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg012.humanitext-grc2:17-23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
フィリッポスは、アテナイ人が裁判による解決を拒否し、ギリシア全体のための和平交渉すら無視したことを批判する。また、彼らがアンフィポリスの領有権を不当に主張していることに対し、歴史的および法的な自らの正当性を主張して、自衛の決意を表明する。
καίτοι σκοπεῖσθε πότερον κάλλιόν ἐστιν ὅπλοις ἢ λόγοις διακρίνεσθαι, καὶ πότερον αὐτοὺς εἶναι βραβευτὰς ἢ πεῖσαί τινας ἑτέρους·1 καὶ λογίζεσθʼ ὡς ἄλογόν ἐστιν Ἀθηναίους Θασίους μὲν καὶ Μαρωνίτας ἀναγκάσαι περὶ Στρύμης διακριθῆναι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ διαλύσασθαι περὶ ὧν ἀμφισβητοῦμεν τὸν τρόπον τοῦτον, ἄλλως τε καὶ γιγνώσκοντας ὅτι νικηθέντες μὲν οὐδὲν ἀποβαλεῖτε, κρατήσαντες δὲ λήψεσθε τὰ νῦν ὑφʼ ἡμῖν ὄντα.
しかしながら、武力と弁論のどちらによって決着をつけるのがより好ましいか、また、あなた方自身が審判者となるのか、それとも他の人々を説得して審判者とするのか、よく考えなさい。また、アテナイ人が、タソス人とマロネイア人に対してはストリュメをめぐって弁論で決着をつけるよう強制したのに、自分たち自身は私に対して、我々が争っている事柄についてこのような方法で解決しようとしないのはいかにも不条理であることを考慮しなさい。ましてや、敗北した場合には何も失わず、勝利した場合には現在我々の支配下にあるものを手に入れることになると知っていながらにして。
πάντων δέ μοι δοκεῖ παραλογώτατον εἶναι, διότι πέμψαντος ἐμοῦ πρέσβεις ἀπὸ τῆς συμμαχίας πάσης, ἵνʼ ὦσι μάρτυρες, καὶ βουλομένου ποιήσασθαι πρὸς ὑμᾶς δικαίας ὁμολογίας ὑπὲρ τῶν Ἑλλήνων, οὐδὲ τοὺς περὶ τούτων λόγους ἐδέξασθε παρὰ τῶν πρεσβευόντων, ἐξὸν ὑμῖν2 ἢ τῶν κινδύνων ἀπαλλάξαι τοὺς δυσχερὲς ὑποπτεύοντάς τι καθʼ ἡμῶν, ἢ φανερῶς ἐξελέγξαι με φαυλότατον ὄντα τῶν ἁπάντων.
だが、私にとって何よりも理不尽に思えるのは、私が同盟全体から使節を送り、彼らを証人とし、あなた方に対してギリシア人のために正当な合意を結ぶことを望んでいたにもかかわらず、あなた方は使節たちからこれらの事柄に関する提案を受け取ることすら拒否したことである。あなた方には、我々に対して不審の念を抱く者たちの危険を解消するか、あるいは、私がすべての人間の中で最も卑劣な者であることを公に証明するかの、いずれの機会もあったというのに。
τῷ μὲν οὖν δήμῳ ταῦτα συνέφερε, τοῖς δὲ λέγουσιν οὐκ ἐλυσιτέλει. φασὶ γὰρ οἱ τῆς πολιτείας τῆς παρʼ ὑμῖν ἔμπειροι τὴν μὲν εἰρήνην3 πόλεμον αὐτοῖς εἶναι, τὸν δὲ πόλεμον εἰρήνην· ἢ γὰρ συναγωνιζομένους τοῖς στρατηγοῖς ἢ συκοφαντοῦντας ἀεί τι λαμβάνειν παρʼ αὐτῶν, ἔτι δὲ τῶν πολιτῶν τοῖς γνωριμωτάτοις καὶ τῶν ἔξωθεν τοῖς ἐνδοξοτάτοις λοιδορουμένους ἐπὶ τοῦ βήματος περιποιεῖσθαι παρὰ τοῦ πλήθους δόξαν ὡς εἰσὶ δημοτικοί.
さて、これらのことは民衆にとっては有益であったが、発言者たちにとっては利益にならなかった。というのも、あなた方の国の国政に通じた人々が言うには、彼らにとって平和は戦争であり、戦争は平和なのである。将軍たちの味方をするか、あるいは中傷することによって、彼らから常に何かしら受け取り、さらに、市民の中で最も著名な人々や、国外の最も高名な人々を演壇で罵倒することによって、民衆から民主的な人物であるという評判を獲得するからである。
ῥᾴδιον μὲν οὖν ἐστί μοι παῦσαι τῆς βλασφημίας αὐτοὺς μικρὰ πάνυ προεμένῳ,4 καὶ ποιῆσαι λέγειν ἐπαίνους ὑπὲρ ἡμῶν. ἀλλʼ αἰσχυνοίμην ἄν, εἰ τὴν πρὸς ὑμᾶς εὔνοιαν παρὰ τούτων φαινοίμην ὠνούμενος, οἳ πρὸς τοῖς ἄλλοις εἰς τοῦτο τόλμης ἥκουσιν ὥστε καὶ περὶ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἀμφισβητεῖν ἐπιχειροῦσιν, ὑπὲρ ἧς τῶν ἀντιποιουμένων αὐτῆς οἶμαι πολὺ δικαιότερα λέγειν αὐτός.
それゆえ、彼らにほんのわずかな支払いをするだけで、その中傷を止めさせ、我々を称賛させるようにすることは、私にとって容易である。しかし、もしあなた方の好意を、他の放漫な行為に加えて、アンフィポリスをめぐってさえ我々と言い争おうと企てるような者たちから買い取っているように見えるなら、私は恥じるであろう。アンフィポリスについては、それを要求する者たちよりも、私自身のほうがはるかに正当な主張をしていると私は思う。
εἴτε γὰρ τῶν ἐξ ἀρχῆς κρατησάντων γίγνεται, πῶς οὐ δικαίως ἡμεῖς αὐτὴν ἔχομεν, Ἀλεξάνδρου τοῦ προγόνου πρώτου κατασχόντος τὸν τόπον, ὅθεν καὶ τῶν αἰχμαλώτων Μήδων ἀπαρχὴν ἀνδριάντα χρυσοῦν ἀνέστησεν εἰς Δελφούς; εἴτε τούτων μὲν ἀμφισβητήσειέ τις, ἀξιοῖ δὲ γίγνεσθαι τῶν ὕστερον γενομένων κυρίων, ὑπάρχει μοι καὶ τοῦτο τὸ δίκαιον· ἐκπολιορκήσας γὰρ τοὺς ὑμᾶς μὲν ἐκβαλόντας, ὑπὸ Λακεδαιμονίων δὲ κατοικισθέντας, ἔλαβον τὸ χωρίον.
なぜなら、もしそれが最初に占領した者たちに属するものとされるなら、我々の先祖アレクサンドロスが最初にその地を占拠し、そこから捕虜としたペルシア人の戦利品の初物として金の像をデルポイに立てたのであるから、我々がそれを所有しているのはどうして正当でないことがあろうか。あるいは、もしこのことに誰かが異議を唱え、その後に支配者となった者たちに属するべきだと主張するなら、私にはその権利もある。あなた方を追い出し、スパルタ人によってそこに植民された者たちを私が包囲して攻め落とし、その地を獲得したからである。
καίτοι πάντες οἰκοῦμεν τὰς πόλεις ἢ τῶν προγόνων παραδόντων ἢ κατὰ πόλεμον κύριοι καταστάντες. ὑμεῖς δʼ οὔτε πρῶτοι λαβόντες οὔτε νῦν ἔχοντες, ἐλάχιστον δὲ χρόνον ἐν τοῖς τόποις ἐμμείναντες, ἀντιποιεῖσθε τῆς πόλεως, καὶ ταῦτα πίστιν ὑπὲρ ἡμῶν αὐτοὶ βεβαιοτάτην ἐπιθέντες· πολλάκις γὰρ ἐμοῦ γράφοντος ἐν ταῖς ἐπιστολαῖς ὑπὲρ αὐτῆς, ἐγνώκατε δικαίως ἔχειν ἡμᾶς, τότε μὲν ποιησάμενοι τὴν εἰρήνην ἔχοντος ἐμοῦ τὴν πόλιν, κᾆτα συμμαχίαν ἐπὶ ταῖς αὐταῖς ὁμολογίαις.
しかしながら、我々は皆、祖先が引き渡してくれたか、あるいは戦争によって支配者となったかのいずれかによって、諸都市に居住している。あなた方は、最初に手に入れたわけでもなく、現在所有しているわけでもなく、その地に留まった期間も極めて短いのに、その都市の所有を主張しており、しかも、我々に対して極めて確実な証拠を自ら与えたのである。私が手紙の中でその都市について何度も書いた際、あなた方は我々がそれを正当に所有していると認めたからである。当時は私がその都市を所有している状態で和平を結び、その後、同じ合意に基づいて同盟を結んだのである。
καίτοι πῶς ἂν ἑτέρα γένοιτο βεβαιοτέρα ταύτης κτῆσις, τῆς τὸ μὲν ἐξ ἀρχῆς καταλειφθείσης ἡμῖν ὑπὸ τῶν προγόνων,5 πάλιν δὲ κατὰ πόλεμον ἐμῆς γεγενημένης, τρίτον δὲ συγχωρηθείσης ὑφʼ ὑμῶν τῶν εἰθισμένων ἀμφισβητεῖν καὶ τῶν οὐδὲν ὑμῖν προσηκόντων; ἃ μὲν οὖν ἐγκαλῶ, ταῦτʼ ἐστίν· ὡς δὲ προϋπαρχόντων καὶ διὰ τὴν ἐμὴν εὐλάβειαν μᾶλλον ἤδη τοῖς πράγμασιν ἐπιτιθεμένων καὶ καθʼ ὅσον ἂν δύνησθε κακοποιούντων ὑμῶν, ἀμυνοῦμαι μετὰ τοῦ δικαίου, καὶ μάρτυρας τοὺς θεοὺς ποιησάμενος διαλήψομαι περὶ τῶν καθʼ ὑμᾶς.
しかしながら、初めは我々の祖先によって我々に残され、二度目は戦争によって私のものとなり、三度目は、自分たちに全く関係のないものについてさえ言い争うことに慣れているあなた方によって認められた所有よりも、より確実な所有が他にあるだろうか。 さて、私が告発する事柄は、これらのことである。あなた方がすでに不法な行為を行っており、私の慎重な態度のゆえに、今やいよいよ事態を攻撃し、できる限り害を及ぼそうとしているのであるから、私は正義をもって報復し、神々を証人として、あなた方に関する問題に対処するであろう。
- 17αὐτοὺς εἶναι βραβευτὰς ἢ πεῖσαί τινας ἑτέρους
対格 αὐτούς を主語とする不定詞句であり、主節の命令動詞 σκοπεῖσθε に依存する。αὐτούς はアテナイ人自身を指す強意代名詞。πεῖσαι は「説得する」の意味で、その目的語が τινας ἑτέρους(他の人々、すなわち第三者の審判官)である。
- 18ἐξὸν ὑμῖν
非人称動詞 ἔξεστι(可能である)の分詞中性単数対格 ἐξόν による対格絶対構文。ここでは譲歩(「〜できる機会があったにもかかわらず」)の意味を表す。
- 19τὴν μὲν εἰρήνην πόλεμον αὐτοῖς εἶναι, τὸν δὲ πόλεμον εἰρήνην
動詞 φασὶ に依存する間接話法の中の対格不定詞句。αὐτοῖς は関係代名詞的・代名詞的に先行する τοῖς λέγουσιν(弁論家たち)を指す利益の与格。平和が彼らにとって戦争であり、戦争が平和であるという逆説的状況を説明している。
- 20μικρὰ πάνυ προεμένῳ
アオリスト中動態分詞の与格で、ῥᾴδιον ... ἐστί μοι の μοι(私)に一致し、手段(「きわめてわずかなものを支払うことによって」)を表す。προΐημι は「手放す」「金を与える」を意味する。
- 23τῆς τὸ μὲν ἐξ ἀρχῆς καταλειφθείσης ἡμῖν ὑπὸ τῶν προγόνων
属格の冠詞 τῆς で始まる分詞句で、先行詞 ταύτης(=κτῆσις 「所有」)と格一致し、これを限定・説明している。その後に続く γεγενημένης と συγχωρηθείσης も同じく τῆς に係る属格の分詞である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
