§8ὁρᾶτε Σέρριον καὶ Δορίσκον· ταῦτα γὰρ πρῶτον ὠλιγωρήθη μετὰ τὴν εἰρήνην, ἃ πολλοῖς ὑμῶν οὐδὲ γνώριμʼ ἐστὶν ἴσως.
你们看到了塞里翁和多里斯科斯;因为这些是在和约之后首先被忽视的地方,你们中的许多人可能甚至根本不知道它们。
ταῦτα μέντοι τότʼ ἐαθέντα καὶ παροφθέντʼ ἀπώλεσε Θρᾴκην καὶ Κερσοβλέπτην, σύμμαχον ὄνθʼ ὑμῶν.
然而,当时这些地方被放任和忽视,导致了色雷斯和你们的盟友色索布莱普特斯的灭亡。
πάλιν ταῦτʼ ἀμελούμενʼ ἰδὼν καὶ οὐδεμιᾶς βοηθείας τυγχάνοντα παρʼ ὑμῶν κατέσκαπτε Πορθμόν, καὶ τυραννίδʼ ἀπαντικρὺ τῆς Ἀττικῆς ἐπετείχισεν ὑμῖν ἐν τῇ Εὐβοίᾳ.
再次,当他看到这些地方被疏忽且从你们那里得不到任何援助时,他拆毁了波尔特摩斯,并在尤波亚建立起僭主统治,在阿提卡的对面构筑了针对你们的敌垒。
§9ταύτης ὀλιγωρουμένης, Μέγαρʼ ἑάλω παρὰ μικρόν.
当这件事情被忽视时,麦加拉几乎陷落。
οὐδὲν ἐφροντίσατʼ οὐδʼ ἐπεστράφητʼ οὐδὲν τούτων, οὐδʼ ἐνεδείξασθε τοῦθʼ ὅτι οὐκ ἐπιτρέψετε τοῦτο ποιεῖν αὐτῷ· Ἀντρῶνας ἐπρίατο καὶ μετʼ οὐ πολὺν χρόνον τὰ ἐν Ὠρεῷ πράγματʼ εἰλήφει.
你们对这些事既不关心也不予理睬,也没有向他表明你们绝不允许他这样做;于是他买下了安特罗奈,并在不久之后控制了奥雷乌斯的局势。
§10πολλὰ δὲ καὶ παραλείπω, Φεράς, τὴν ἐπʼ Ἀμβρακίαν ὁδόν, τὰς ἐν Ἤλιδι σφαγάς, ἄλλα μυρία· οὐ γὰρ ἵνʼ ἐξαριθμήσωμαι τοὺς βεβιασμένους καὶ τοὺς ἠδικημένους ὑπὸ Φιλίππου, ταῦτα διεξῆλθον, ἀλλʼ ἵνα τοῦθʼ ὑμῖν δείξω, ὅτι οὐ στήσεται πάντας ἀνθρώπους ἀδικῶν, τὰ δʼ ὑφʼ αὑτῷ ποιούμενος Φίλιππος, εἰ μή τις αὐτὸν κωλύσει.
我也省去了许多其他事——斐莱、对安布拉基亚的进军、伊利斯的屠杀,以及其他无数的行径;因为我历数这些,并不是为了去清算那些被腓力强暴和侵害的人,而是为了向你们表明这一点:如果没有人去阻止他,腓力绝不会停止侵害所有人并把他们置于自己统治之下的行为。
§11εἰσὶν δέ τινες οἳ πρὶν ἀκοῦσαι τοὺς ὑπὲρ τῶν πραγμάτων λόγους εὐθέως εἰώθασιν ἐρωτᾶν
τί οὖν χρὴ ποιεῖν;
但有些人,在听取关于局势的讨论之前,就习惯于立刻问道:“那么我们应该做什么?
οὐχ ἵνʼ ἀκούσαντες ποιήσωσι (χρησιμώτατοι γὰρ ἂν ἦσαν ἁπάντων), ἀλλʼ ἵνα τοῦ λέγοντος ἀπαλλαγῶσιν.
”——这并不是为了在听完之后去付诸行动(因为若是那样,他们将是所有人中最有益的人),而是为了摆脱说话的人。
δεῖ δʼ ὅμως εἰπεῖν ὅ τι χρὴ ποιεῖν.
然而,尽管如此,还是必须说明应该做什么。
πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο παρʼ ὑμῖν αὐτοῖς βεβαίως γνῶναι, ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν εἰρήνην λέλυκεν, καὶ κακόνους μέν ἐστι καὶ ἐχθρὸς ὅλῃ τῇ πόλει καὶ τῷ τῆς πόλεως ἐδάφει, προσθήσω δὲ καὶ τοῖς ἐν τῇ πόλει θεοῖς, οἵπερ αὐτὸν ἐξολέσειαν, οὐδενὶ μέντοι μᾶλλον ἢ τῇ πολιτείᾳ πολεμεῖ οὐδʼ ἐπιβουλεύει, καὶ σκοπεῖ μᾶλλον οὐδὲν τῶν πάντων ἢ πῶς ταύτην καταλύσει.
首先,雅典人啊,你们要在自己心中确切地认识到这一点:腓力正在对国家发动战争,并且已经破坏了和约;他对整个国家和国家的土地都怀有恶意并视其为敌——我还要加上一句,对城邦里的诸神也是如此,愿诸神毁灭他! ——然而,他比对任何其他东西都更针对我们的政体进行战争和图谋,他极力盘算的无非是如何彻底瓦解它。
§12καὶ τοῦτʼ ἐξ ἀνάγκης τρόπον τινὰ νῦν γε δὴ ποιεῖ.
而且,在某种程度上,他现在做这件事是出于必然。
λογίζεσθε γάρ. ἄρχειν βούλεται, τούτου δʼ ἀνταγωνιστὰς μόνους ὑπείληφεν ὑμᾶς.
因为你们想一想:他渴望统治,而他认为只有你们是这一目标的竞争对手。
ἀδικεῖ πολὺν χρόνον ἤδη, καὶ τοῦτʼ αὐτὸς ἄριστα σύνοιδεν αὑτῷ· οἷς γὰρ οὖσιν ὑμετέροις ἔχει, τούτοις ἅπαντα τἄλλα βεβαίως κέκτηται· εἰ γὰρ Ἀμφίπολιν καὶ Ποτείδαιαν προεῖτο, οὐδʼ ἂν ἐν Μακεδονίᾳ μένειν ἀσφαλῶς ἐδύνατο.
他作恶已久,他自己对此再清楚不过;因为正是通过占有曾经属于你们的东西,他才稳固地夺取了其他所有的一切;事实上,如果他放弃了安菲波利斯和波提狄亚,他甚至无法在马其顿安全地待下去。
§13ἀμφότερʼ οὖν οἶδε, καὶ αὑτὸν ὑμῖν ἐπιβουλεύοντα καὶ ὑμᾶς αἰσθανομένους· εὖ φρονεῖν δʼ ὑμᾶς ὑπολαμβάνων μισεῖν αὑτὸν ἡγεῖται.
因此,这两件事他都清楚:既知道自己正在图谋对付你们,也知道你们已经察觉到了这一点;并且,由于他认定你们是明智的,他便深信你们憎恨他。
πρὸς δὲ τούτοις τοσούτοις οὖσιν οἶδεν ἀκριβῶς ὅτι, οὐδʼ ἂν ἁπάντων τῶν ἄλλων γένηται κύριος, οὐδὲν ἔστʼ αὐτῷ βεβαίως ἔχειν, ἕως ἂν ὑμεῖς δημοκρατῆσθε, ἀλλʼ ἄν ποτε συμβῇ τι πταῖσμα (πολλὰ δʼ ἂν γένοιτʼ ἀνθρώπῳ), ἥξει πάντα τὰ νῦν βεβιασμένα καὶ καταφεύξεται πρὸς ὑμᾶς.
除了这些众多事实之外,他还确切地知道,即使他成为所有其他人的主宰,只要你们还维持着民主制,他就没有什么是可以高枕无忧的;而一旦发生什么变故——人世间的事情变幻莫测——所有现在被暴力压制的地方都会联合起来,投奔到你们这里。
§14ἐστὲ γὰρ ὑμεῖς οὐκ αὐτοὶ πλεονεκτῆσαι καὶ κατασχεῖν ἀρχὴν εὖ πεφυκότες, ἀλλʼ ἕτερον λαβεῖν κωλῦσαι καὶ ἔχοντʼ ἀφελέσθαι καὶ ὅλως ἐνοχλῆσαι τοῖς ἄρχειν βουλομένοις καὶ πάντας ἀνθρώπους εἰς ἐλευθερίαν ἐξελέσθαι δεινοί.
因为你们本性上并不擅长自己去谋取私利、篡夺统治权,但你们却擅长阻止他人夺取它、从拥有者手中夺回它、彻底阻碍那些渴望统治的人,并把所有人拯救出来重获自由。
οὔκουν βούλεται τοῖς αὑτοῦ καιροῖς τὴν παρʼ ὑμῶν ἐλευθερίαν ἐφεδρεύειν, οὐ κακῶς οὐδʼ ἀργῶς ταῦτα λογιζόμενος.
因此,他不希望你们的自由成为潜伏在他机会旁的威胁,他做这样的盘算既不愚蠢,也不懈怠。
§15πρῶτον μὲν δὴ τοῦτο δεῖ, ἐχθρὸν ὑπειληφέναι τῆς πολιτείας καὶ τῆς δημοκρατίας ἀδιάλλακτον ἐκεῖνον, δεύτερον δʼ εἰδέναι σαφῶς ὅτι πάνθʼ ὅσα πραγματεύεται καὶ κατασκευάζεται νῦν, ἐπὶ τὴν ἡμετέραν πόλιν παρασκευάζεται.
因此,第一,必须将他视为我们政体和民主制不可调和的死敌;第二,必须清晰地认识到,他现在所苦心经营和准备的一切,都是针对我们城邦的。
οὐ γὰρ οὕτως εὐήθης ὑμῶν ἐστὶν οὐδεὶς ὥσθʼ ὑπολαμβάνειν τὸν Φίλιππον τῶν μὲν ἐν Θρᾴκῃ κακῶν (τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν καὶ ἃ νῦν φασιν αὐτὸν ἔχειν;
因为你们之中绝对没有一个如此愚蠢的人,会设想腓力是垂涎于色雷斯那些贫瘠荒凉的地方——对于德隆吉罗斯、卡比莱、马斯泰拉以及据说他目前占领的那些地方,人们还能怎么称呼它们呢?
) τούτων μὲν ἐπιθυμεῖν καὶ ὑπὲρ τοῦ ταῦτα λαβεῖν καὶ πόνους καὶ χειμῶνας καὶ τοὺς ἐσχάτους κινδύνους ὑπομένειν,
——并为了夺取这些地方,而甘愿忍受劳苦、严冬和极度的危险,