Humanitext Reader

狄摩西尼 · 第四反腓力辞 §16-25

针对雅典的威胁与组建常备军的提议

第 3 段,共 9 段 · 希腊语

内容简介

德摩斯梯尼警告说,腓力的最终目标是雅典本身,并建议不要依赖临时的救援措施,而必须组织起一支责权明确、财政监管严格的常备军。

§16τῶν δʼ Ἀθηναίων λιμένων καὶ νεωρίων καὶ τριήρων καὶ τόπου καὶ δόξης, ὧν μήτʼ ἐκείνῳ μήτʼ ἄλλῳ γένοιτο μηδενὶ χειρωσαμένῳ τὴν πόλιν τὴν ἡμετέραν κυριεῦσαι, οὐκ ἐπιθυμεῖν, ἀλλὰ ταῦτα μὲν ὑμᾶς ἐάσειν ἔχειν, ὑπὲρ δὲ τῶν μελινῶν καὶ τῶν ὀλυρῶν τῶν ἐν τοῖς Θρᾳκίοις σιροῖς ἐν τῷ βαράθρῳ χειμάζειν.
另一方面,他并不觊觎雅典的港口、船坞、三段桨船、地理位置和荣耀——愿他或任何其他人永远都无法通过征服我们的城邦来支配这些——他会任由你们占有这些,而自己却为了色雷斯地窖里的谷物和黑麦而在那深渊般的地方过冬。
§17οὐκ ἔστι ταῦτα, ἀλλὰ κἀκεῖνʼ ὑπὲρ τοῦ τούτων γίγνεσθαι κύριος καὶ τἄλλα πάντα πραγματεύεται.
绝非如此;相反,他之所以苦心经营那里的事务,正是为了成为这些东西的主宰。
ταῦτα τοίνυν ἕκαστον εἰδότα καὶ γιγνώσκοντα παρʼ αὑτῷ δεῖ μὰ Δίʼ οὐ γράψαι κελεύειν πόλεμον τὸν τὰ βέλτιστʼ ἐπὶ πᾶσι δικαίοις συμβουλεύοντα·
因此,每个人在自己心中明白并认识到这一点之后,看在宙斯的份上,绝不应该要求那个本着完全正义提出最善建言的人去草拟战争提案。
τοῦτο μὲν γάρ ἐστι λαβεῖν ὅτῳ πολεμήσετε βουλομένων, οὐχ ἃ τῇ πόλει συμφέρει πράττειν.
因为这样做,并不能做对城邦有利的事,而只是给那些图谋不轨的人提供一个你们要与谁开战的攻击目标。
§18ὁρᾶτε γάρ. εἰ διʼ ἃ πρῶτα παρεσπόνδησε Φίλιππος ἢ δεύτερʼ ἢ τρίτα (πολλὰ γάρ ἐστιν ἐφεξῆς) ἔγραψέ τις αὐτῷ πολεμεῖν, ὁ δʼ ὁμοίως ὥσπερ νῦν, οὐ γράφοντος οὐδενὸς ὑμῶν πόλεμον, Καρδιανοῖς ἐβοήθει, οὐκ ἂν ἀνηρπασμένος ἦν ὁ γράψας, καὶ διὰ τοῦτο πάντες ᾐτιῶντʼ ἂν αὐτὸν Καρδιανοῖς βεβοηθηκέναι;
因为你们看:如果因为腓力第一次、第二次或第三次破坏协定(因为这接二连三有很多次),有人起草了对他宣战的提案,而他却像现在没有任何人起草战争提案时一样去援助卡尔迪亚人,那么那个起草提案的人难道不会被撕得粉碎,并且大家都因此归咎于他,说是他导致了腓力去援助卡尔迪亚人吗?
§19μὴ τοίνυν ζητεῖθʼ ὅντινʼ ἀνθʼ ὧν Φίλιππος ἐξαμαρτάνει μισήσετε καὶ τοῖς παρʼ ἐκείνου μισθαρνοῦσι διασπάσασθαι παραβαλεῖτε· μηδʼ αὐτοὶ χειροτονήσαντες πόλεμον βούλεσθε παρʼ αὐτοῖς ὑμῖν ἐρίζειν, εἰ δέον ἢ μὴ δέον ὑμᾶς τοῦτο πεποιηκέναι·
因此,不要去寻找某个人,来代替腓力所犯的恶行去憎恨,并把他抛给那些从腓力那里拿薪水的人去撕碎;也不要在你们自己表决通过战争之后,又在你们自己人中间争论你们这样做是否必要。
ἀλλʼ ὃν ἐκεῖνος πολεμεῖ τρόπον, τοῦτον μιμεῖσθε, τοῖς μὲν ἀμυνομένοις ἤδη χρήματα καὶ τἄλλʼ ὅσων δέονται διδόντες, αὐτοὶ δʼ εἰσφέροντες, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατασκευαζόμενοι στράτευμα, τριήρεις ταχείας, ἵππους, ἱππαγωγούς, τἄλλʼ ὅσʼ εἰς πόλεμον·
相反,要模仿他开战的方式,向那些已经在进行防守的人提供资金和他们所需的一切,而你们自己,雅典人啊,要募集资金,整军备战,准备快速三段桨船、战马、运马船以及其他一切战争所需之物。
§20ἐπεὶ νῦν γε γέλως ἔσθʼ ὡς χρώμεθα τοῖς πράγμασι, καὶ Φίλιππον δʼ αὐτὸν οὐδὲν ἂν ἄλλʼ οἶμαι μὰ τοὺς θεοὺς εὔξασθαι ποιεῖν τὴν πόλιν ἢ ταῦθʼ ἃ νῦν ποιεῖτε· ὑστερίζετε, ἀναλίσκετε· ὅτῳ παραδώσετε τὰ πράγματα ζητεῖτε, δυσχεραίνετε· ἀλλήλους αἰτιᾶσθε.
因为现在,我们处理事务的方式简直是个笑话。 以诸神的名义,我认为腓力自己向上天祈求的,无非就是让城邦继续做你们现在正在做的事:你们行动滞后,浪费资金;你们寻找把事务托付给谁,又感到不满;你们互相指责。
ἀφʼ οὗ δὲ ταῦτα γίγνεται ἐγὼ διδάξω, καὶ ὅπως παύσεται λέξω.
这种局面从何而来,我将予以指明;如何才能结束它,我将予以说明。
§21οὐδὲν πώποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πραγμάτων ἐξ ἀρχῆς ἐνεστήσασθʼ οὐδὲ κατεσκευάσασθʼ ὀρθῶς, ἀλλὰ τὸ συμβαῖνον ἀεὶ διώκετε, εἶτʼ ἐπειδὰν ὑστερίσητε παύεσθε· ἕτερον πάλιν ἂν συμβῇ τι παρασκευάζεσθε καὶ θορυβεῖσθε.
雅典人啊,你们从未在开始时正确地组织或筹备过事务,而总是去追赶已经发生的突发事件,然后一旦落后就作罢;如果又发生别的事,你们就再次准备并大闹一阵。
§22τὸ δʼ οὐχ οὕτως ἔχει·
但这并不是解决办法。
οὐκ ἔνεστι βοηθείαις χρωμένους οὐδὲν τῶν δεόντων ποτὲ πρᾶξαι, ἀλλὰ κατασκευάσαντας δεῖ δύναμιν, καὶ τροφὴν ταύτῃ πορίσαντας καὶ ταμίας καὶ δημοσίους, καὶ ὅπως ἔνι τὴν τῶν χρημάτων φυλακὴν ἀκριβεστάτην γενέσθαι, οὕτω ποιήσαντας, τὸν μὲν τῶν χρημάτων λόγον παρὰ τούτων λαμβάνειν, τὸν δὲ τῶν ἔργων παρὰ τοῦ στρατηγοῦ, καὶ μηδεμίαν πρόφασιν τοῦ πλεῖν ἄλλοσε ἢ πράττειν ἄλλο τι τῷ στρατηγῷ καταλείπειν.
依靠临时的救援,绝不可能完成任何必要的事,而是必须组织起一支军队,为其提供给养,指派财务官和公职人员,并尽可能实行最严格的资金监管,从而从他们那里审查资金的账目,而从将军那里审查行动的报告,不给将军留下任何开往他处或做其他事情的借口。
§23ἂν οὕτω ποιήσητε καὶ τοῦτʼ ἐθελήσηθʼ ὡς ἀληθῶς, ἄγειν εἰρήνην δικαίαν καὶ μένειν ἐπὶ τοῦ τόπου Φίλιππον ἀναγκάσετε, ἢ πολεμήσετʼ ἐξ ἴσου·
如果你们这样做并真正下定决心,你们将迫使腓力维持公正的和平并留在他的领地内,否则你们将与他平等地交战。
καὶ ἴσως ἄν, ἴσως, ὥσπερ νῦν ὑμεῖς πυνθάνεσθε τί ποιεῖ Φίλιππος καὶ ποῖ πορεύεται, οὕτως ἂν ἐκεῖνος φροντίσαι ποῖ ποθʼ ἡ τῆς πόλεως ἀπῆρκεν δύναμις καὶ ποῦ φανήσεται.
而且,或许,或许就像现在你们打听腓力正在做什么、正往哪里进军一样,他也会焦虑地思索:城邦的军队究竟出发去了哪里,又将在哪里出现。
§24εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης πολλῆς καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλʼ ὀρθῶς δοκεῖ·
如果有人认为这些需要巨大的开支、巨大的劳苦和繁杂的事务,那他的想法确实非常正确。
ἀλλʼ ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἐὰν ταῦτα μὴ ἐθέλῃ ποιεῖν, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντας ποιεῖν τὰ δέοντα.
但是,如果他计算一下,若不愿做这些事,城邦此后将会面临什么,他就会发现,自愿做必要的事才是划算的。
εἰ μὲν γάρ ἐστί τις ἐγγυητὴς ὑμῖν θεῶν (οὐ γὰρ ἀνθρώπων γʼ οὐδεὶς ἂν γένοιτʼ ἀξιόχρεως τηλικούτου πράγματος) ὡς, ἐὰν ἄγηθʼ ἡσυχίαν καὶ ἅπαντα προῆσθε, οὐκ ἐπʼ αὐτοὺς ὑμᾶς τελευτῶν ἐκεῖνος ἥξει, §25αἰσχρὸν μὲν νὴ τὸν Δία καὶ πάντας θεοὺς καὶ ἀνάξιον ὑμῶν καὶ τῶν ὑπαρχόντων τῇ πόλει καὶ πεπραγμένων τοῖς προγόνοις, τῆς ἰδίας ῥᾳθυμίας ἕνεκα τοὺς ἄλλους ἅπαντας Ἕλληνας εἰς δουλείαν προέσθαι, καὶ ἔγωγε αὐτὸς μὲν τεθνάναι μᾶλλον ἂν ἢ ταῦτʼ εἰρηκέναι βουλοίμην·
因为,如果有哪位神明向你们保证——因为绝无任何人类能够为如此重大的事情作充分的担保——如果你们保持安宁并放弃一切,他最终绝不会找上你们自己,那么,指宙斯和诸神起誓,仅仅为了你们一己之怠惰而将所有其他希腊人拱手送入奴役之中,乃是可耻之事,也配不上你们自己、城邦现有的尊严和先祖的伟业;我个人宁可死掉,也不愿说出这样的话。

词汇与语法注释

  1. 16τῶν δʼ Ἀθηναίων λιμένων — 该属格短语(τῶν δʼ Ἀθηναίων λιμένων καὶ νεωρίων……)与前一节末尾的(……ὑπομένειν)相对应,同样依附于主动词不定式句(ὑπολαμβάνειν τὸν Φίλιππον…… οὐκ ἐπιθυμεῖν)。这是一个长对比结构,意为“[没有人会如此愚蠢地设想]他对雅典的港口和船坞并不觊觎……”。
  2. 17τοῦτο μὲν γάρ ἐστι λαβεῖν ὅτῳ πολεμήσετε βουλομένων — 现在分词属格复数 βουλομένων 在此作属格独立结构(或表示“对于那些企图图谋者而言”的利益属格)。整体意思被理解为:“这只会让那些心怀图谋的人,抓住‘你们要向谁宣战(即把提案起草人作为攻击靶子)’的机会。”
  3. 18οὐκ ἂν ἀνηρπασμένος ἦν ὁ γράψας — 过去反事实虚拟条件句(εἰ…… ἔγραψέ…… οὐκ ἂν ἀνηρπασμένος ἦν)。表示与过去事实相反的假设:“如果有人曾起草过[宣战]提案……起草人难道不会[因众怒]而被毁灭吗?”
  4. 19διασπάσασθαι — 表示目的的外延不定式(epexegetical/purpose infinitive),修饰前面的 παραβαλεῖτε(抛出、投给),意为“丢给[受贿者们]去撕碎[作为猎物]”。
  5. 22βοηθείαις χρωμένους — 分词作条件或方式状语,意为“依靠临时救急的[派兵]手段”,以此引出后文“必须组织常备军(δύναμιν)”的对比。

引用这一段

狄摩西尼, 第四反腓力辞 §16-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg010.humanitext-grc2:16-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。