§1καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ὧν βουλεύεσθε, καὶ ἀναγκαῖα τῇ πόλει, πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν.
雅典人啊,我认为你们正在审议的事项既重大,又对国家至关重要,因此我将尽力就这些事项发表我认为有益的看法。
οὐκ ὀλίγων δʼ ὄντων ἁμαρτημάτων οὐδʼ ἐκ μικροῦ χρόνου συνειλεγμένων, ἐξ ὧν φαύλως ταῦτʼ ἔχει, οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων δυσκολώτερον εἰς τὸ παρὸν ἢ ὅτι ταῖς γνώμαις ὑμεῖς ἀφεστήκατε τῶν πραγμάτων, καὶ τοσοῦτον χρόνον σπουδάζεθʼ ὅσον ἂν κάθησθʼ ἀκούοντες ἢ προσαγγελθῇ τι νεώτερον, εἶτʼ ἀπελθὼν ἕκαστος ὑμῶν οὐ μόνον οὐδὲν φροντίζει περὶ αὐτῶν, ἀλλʼ οὐδὲ μέμνηται.
虽然由于长期积累的不少错误,我们的事务已经陷入了糟糕的境地,但雅典人啊,当前最困难的莫过于,你们在思想上已经脱离了实际事务,你们仅仅在坐着听讲或有新消息传来时才表现出热心,而随后你们每个人在离开后,不仅根本不关心这些事务,甚至连记都不记得了。
§2ἡ μὲν οὖν ἀσέλγεια καὶ πλεονεξία, ᾗ πρὸς ἅπαντας ἀνθρώπους Φίλιππος χρῆται, τοσαύτη τὸ πλῆθος ὅσην ἀκούετε· ὅτι δʼ οὐκ ἔνι ταύτης ἐκεῖνον ἐπισχεῖν ἐκ λόγου καὶ δημηγορίας οὐδεὶς ἀγνοεῖ δήπου.
腓力对所有人表现出的狂妄和贪婪,其严重程度正如你们所听闻的那样;但是,仅凭言辞和集会演说无法阻止他,这恐怕是无人不知的。
καὶ γὰρ εἰ μηδʼ ἀφʼ ἑνὸς τῶν ἄλλων τοῦτο μαθεῖν δύναταί τις, ὡδὶ λογισάσθω.
因为,即使有人无法从其他任何地方学到这一点,也应该这样来思考。
ἡμεῖς οὐδαμοῦ πώποτε, ὅπου περὶ τῶν δικαίων εἰπεῖν ἐδέησεν, ἡττήθημεν οὐδʼ ἀδικεῖν ἐδόξαμεν, ἀλλὰ πάντων πανταχοῦ κρατοῦμεν καὶ περίεσμεν τῷ λόγῳ.
在任何需要谈论正义的地方,我们从未失败过,也从未被认为做过不正义的事,反而我们在言辞上无处不压倒众人、占据上风。
§3ἆρʼ οὖν διὰ τοῦτʼ ἐκείνῳ φαύλως ἔχει τὰ πράγματα, ἢ τῇ πόλει καλῶς;
那么,是因为这个原因,他的处境糟糕,而我们国家的处境良好吗?
πολλοῦ γε καὶ δεῖ·
绝非如此!
ἐπειδὰν γὰρ ὁ μὲν λαβὼν μετὰ ταῦτα βαδίζῃ τὰ ὅπλα, πᾶσιν τοῖς οὖσιν ἑτοίμως κινδυνεύσων, ἡμεῖς δὲ καθώμεθʼ εἰρηκότες τὰ δίκαια, οἱ δʼ ἀκηκοότες, εἰκότως, οἶμαι, τοὺς λόγους τἄργα παρέρχεται, καὶ προσέχουσιν ἅπαντες οὐχ οἷς εἴπομέν ποθʼ ἡμεῖς δικαίοις ἢ νῦν ἂν εἴποιμεν, ἀλλʼ οἷς ποιοῦμεν.
因为当他在那之后拿起武器前进,甘愿动用一切资源冒险时,我们却在说完正义的话、听完之后依然枯坐着;自然而然地,我认为,行动赶超了言辞,所有人关注的,不是我们曾经说过的或者现在可能说出的正义之言,而是我们的所作所为。
ἔστι δὲ ταῦτʼ οὐδένα τῶν ἀδικουμένων σῴζειν δυνάμενα· οὐδὲν γὰρ δεῖ πλείω περὶ αὐτῶν λέγειν.
然而,这些作为无法拯救任何受委屈的人;因此,没有必要对此多说什么。
§4τοιγάρτοι διεστηκότων εἰς δύο ταῦτα τῶν ἐν ταῖς πόλεσι, τῶν μὲν εἰς τὸ μήτʼ ἄρχειν βίᾳ βούλεσθαι μηδενὸς μήτε δουλεύειν ἄλλῳ, ἀλλʼ ἐν ἐλευθερίᾳ καὶ νόμοις ἐξ ἴσου πολιτεύεσθαι, τῶν δʼ εἰς τὸ ἄρχειν μὲν τῶν πολιτῶν ἐπιθυμεῖν, ἑτέρῳ δʼ ὑπακούειν, διʼ ὅτου ποτʼ ἂν οἴωνται τοῦτο δυνήσεσθαι ποιῆσαι, οἱ τῆς ἐκείνου προαιρέσεως, οἱ τυραννίδων καὶ δυναστειῶν ἐπιθυμοῦντες, κεκρατήκασι πανταχοῦ, καὶ πόλις δημοκρατουμένη βεβαίως οὐκ οἶδʼ εἴ τίς ἐστι τῶν πασῶν λοιπὴ πλὴν ἡ ἡμετέρα.
因此,当各邦的人民分裂成这两种立场时——一类人既不想用暴力统治任何人,也不想臣服于他人,而是想在自由和法律之下平等地过公民生活;另一类人则渴望统治自己的同胞,并企图通过任何他们认为能实现这一目标的人去顺从他人——那些支持他的政治倾向、渴望僭主统治和寡头专权的人在各地都占了上风,在所有城邦中,我不知道除了我们之外,是否还有任何一个民主政体的城邦得以稳固留存。
§5καὶ κεκρατήκασιν οἱ διʼ ἐκείνου τὰς πολιτείας ποιούμενοι πᾶσιν ὅσοις πράγματα πράττεται, πρώτῳ μὲν πάντων καὶ πλείστῳ τῷ τοῖς βουλομένοις χρήματα λαμβάνειν ἔχειν τὸν δώσονθʼ ὑπὲρ αὑτῶν, δευτέρῳ δὲ καὶ οὐδὲν ἐλάττονι τούτου τῷ δύναμιν τὴν καταστρεψομένην τοὺς ἐναντιουμένους αὐτοῖς ἐν οἷς ἂν αἰτήσωσι χρόνοις παρεῖναι.
那些通过他来建立其政体的人,在进行一切事务的所有手段上都占据了上风:第一,也是最重要的一点,是让那些想拿钱的人有一个能代表他们给钱的出资者;第二,也同样重要的是,在他们要求的任何时候,都有能够压制反对者的军事力量派驻在那里。
§6ἡμεῖς δʼ οὐ μόνον τούτοις ὑπολειπόμεθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ οὐδʼ ἀνεγερθῆναι δυνάμεθα, ἀλλὰ μανδραγόραν πεπωκόσιν ἤ τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκαμεν ἀνθρώποις·
雅典人啊,我们不仅在这些事情上落后,而且甚至无法被唤醒,反而像喝了曼陀罗或类似药物的人一样。
εἶτʼ, οἶμαι, (δεῖ γάρ, ὡς ἐγὼ κρίνω, λέγειν τἀληθῆ) οὕτω διαβεβλήμεθα καὶ καταπεφρονήμεθʼ ἐκ τούτων ὥστε τῶν ἐν αὐτῷ τῷ κινδυνεύειν ὄντων οἱ μὲν ὑπὲρ τῆς ἡγεμονίας ἡμῖν ἀντιλέγουσιν, οἱ δʼ ὑπὲρ τοῦ ποῦ συνεδρεύσουσι, τινὲς δὲ καθʼ αὑτοὺς ἀμύνεσθαι μᾶλλον ἢ μεθʼ ἡμῶν ἐγνώκασιν.
因此,我认为(因为照我的判断,必须说真话),我们由于这些事而变得如此丧失信誉、被人蔑视,以至于在那些正处于危险之中的人里,有些人为了领导权与我们争论,有些人为了在哪里召开会议而争执,还有些人已经决定自己单独防卫,而不是与我们站在一起。
§7τοῦ χάριν δὴ ταῦτα λέγω καὶ διεξέρχομαι;
那么,我究竟是为了什么才说这些话并详细阐述的呢?
οὐ γὰρ ἀπεχθάνεσθαι μὰ τὸν Δία καὶ πάντας θεοὺς προαιροῦμαι.
指着宙斯和诸神起誓,我绝不是想要招人怨恨。
ἵνʼ ὑμῶν ἕκαστος, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο γνῷ καὶ εἰδῇ, ὅτι ἡ καθʼ ἡμέραν ῥᾳστώνη καὶ ῥᾳθυμία, ὥσπερ τοῖς ἰδίοις βίοις, οὕτω καὶ ταῖς πόλεσιν οὐκ ἐφʼ ἑκάστου τῶν ἀμελουμένων ποιεῖ τὴν αἴσθησιν εὐθέως, ἀλλʼ ἐπὶ τῷ κεφαλαίῳ τῶν πραγμάτων ἀπαντᾷ.
雅典人啊,我是为了让你们每个人都明白并认识到这一点:日常的安逸和懈怠,正如在个人生活中一样,对于国家而言,并不会在每一个被疏忽的细节上立即让人有所察觉,而是会在整个事态的总体结果中显现出来。