Humanitext Reader

狄摩西尼 · 第四反腓力辞 §60-68

腓力的虚伪和平与受贿辩论家的危险

第 8 段,共 9 段 · 希腊语

内容简介

德摩斯梯尼通过引用奥利乌斯和奥林索斯等地的例子,揭露了腓力实际上在进行战争却予以否认的欺骗手段。他强烈谴责在所有城邦中唯独雅典允许亲腓力派安全地接受贿赂并发表有利于敌人的言论,从而使城邦面临覆亡的危险。

§60αἱ μὲν ἐλπίδες αἱ τούτων αὗται καὶ τὸ κατασκεύασμα τὸ τῶν αἰτιῶν, ὡς ἄρα βούλονταί τινες πόλεμον ποιῆσαι.
这些就是这些人的希望,以及对罪名的捏造,仿佛某些人真的想挑起战争。
ἐγὼ δʼ οἶδʼ ἀκριβῶς ὅτι, οὐ γράψαντος Ἀθηναίων οὐδενὸς πόλεμον, πολλὰ Φίλιππος ἔχει τῶν τῆς πόλεως καὶ νῦν εἰς Καρδίαν πέπομφε βοήθειαν.
但我确切地知道,尽管没有任何雅典人提议战争,腓力已经占领了我们城邦的许多领地,并且现在已经向卡尔迪亚派遣了援军。
εἰ μέντοι βουλόμεθʼ ἡμεῖς μὴ προσποιεῖσθαι πολεμεῖν ἡμῖν ἐκεῖνον, ἀνοητότατος πάντων ἂν εἴη, εἰ τοῦτʼ ἐξελέγχοι· ὅταν γὰρ οἱ ἀδικούμενοι ἀρνῶνται, τί τῷ ἀδικοῦντι προσήκει;
然而,如果我们希望假装他没有向我们开战,那么如果他去证明这一点,他将是所有人中最愚蠢的人;因为当受害者自己都否认时,施害者还能做些什么呢?
§61ἀλλʼ ἐπειδὰν ἐφʼ ἡμᾶς αὐτοὺς ἴῃ, τί φήσομεν τότε;
但是,当他亲自向我们袭来时,那时我们该怎么说呢?
ἐκεῖνος μὲν γὰρ οὐ πολεμεῖν, ὥσπερ οὐδʼ Ὠρείταις, τῶν στρατιωτῶν ὄντων ἐν τῇ χώρᾳ, οὐδὲ Φεραίοις πρότερον, πρὸς τὰ τείχη προσβάλλων, οὐδʼ Ὀλυνθίοις ἐξ ἀρχῆς, ἕως ἐν αὐτῇ τῇ χώρᾳ τὸ στράτευμα παρῆν ἔχων.
因为他会声称自己没有开战,就像当初他的士兵已经进入奥利乌斯人的领土时他对他们说的那样,就像以前他攻击斐莱人的城墙时对他们说的那样,以及最初对奥林索斯人那样,直到他亲自率领军队出现在他们的领土上。
ἢ καὶ τότε τοὺς ἀμύνεσθαι κελεύοντας πόλεμον ποιεῖν φήσομεν;
难道到那时,我们还要说那些劝我们进行防卫的人是在制造战争吗?
οὐκοῦν ὑπόλοιπον δουλεύειν· οὐδὲ γὰρ ἄλλο γʼ οὐδὲν ἔνι.
既然如此,剩下的路就只有屈服做奴隶了;因为确实没有其他选择。
§62καὶ μὴν οὐχ ὑπὲρ τῶν ἴσων ὑμῖν καὶ τοῖς ἄλλοις ἔσθʼ ὁ κίνδυνος· οὐ γὰρ ὑφʼ αὑτῷ ποιήσασθαι τὴν πόλιν βούλεται Φίλιππος ὑμῶν, οὔ, ἀλλʼ ὅλως ἀνελεῖν.
而且,你们所面临的危险与其他人面临的危险并非对等;因为腓力并不是想把你们的城邦收归于自己的统治之下,不,而是想彻底毁灭它。
οἶδε γὰρ ἀκριβῶς ὅτι δουλεύειν μὲν ὑμεῖς οὔτʼ ἐθελήσετε, οὔτʼ, ἐὰν ἐθέλητε, ἐπιστήσεσθε (ἄρχειν γὰρ εἰώθατε), πράγματα δὲ παρασχεῖν αὐτῷ, ἂν καιρὸν λάβητε, πλείω τῶν ἄλλων ἀνθρώπων ἁπάντων δυνήσεσθε.
因为他确切地知道,你们既不甘心做奴隶,而且即使你们愿意,也无从习惯(因为你们习惯于统治),相反,如果你们得到机会,你们能给他造成的麻烦将比所有其他人加起来还要多。
διὰ ταῦθʼ ὑμῶν οὐχὶ φείσεται, εἴπερ ἐγκρατὴς γενήσεται.
因此,如果他得逞,他绝不会宽恕你们。
§63ὡς οὖν ὑπὲρ τῶν ἐσχάτων ἐσομένου τοῦ ἀγῶνος, οὕτω προσήκει γιγνώσκειν, καὶ τοὺς πεπρακότας αὑτοὺς ἐκείνῳ φανερῶς ἀποτυμπανίσαι· οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῶν ἔξω τῆς πόλεως ἐχθρῶν κρατῆσαι, πρὶν ἂν τοὺς ἐν αὐτῇ τῇ πόλει κολάσητʼ ἐχθρούς, ἀλλʼ ἀνάγκη τούτοις ὥσπερ προβόλοις προσπταίσαντας ὑστερίζειν ἐκείνων.
因此,你们必须抱定这是一场生死存亡之战的决心,并公开处死那些向他出卖自己的人;因为在你们惩罚城邦内部的敌人之前,战胜城邦外部的敌人是不可能的,绝对是不可能的,相反,你们不可避免地会像撞在防波堤上一样撞在这些人身上,从而在对付外敌时落后。
§64πόθεν οἴεσθε νῦν αὐτὸν ὑβρίζειν ὑμᾶς (οὐδὲν γὰρ ἄλλʼ ἔμοιγε δοκεῖ ποιεῖν ἢ τοῦτο) καὶ τοὺς μὲν ἄλλους εὖ ποιοῦντα, εἰ μηδὲν ἄλλο, ἐξαπατᾶν, ὑμῖν δʼ ἀπειλεῖν ἤδη;
你们认为是什么原因使他现在侮辱你们(在我看来,他除了这事之外什么也没做),而且,即使没有别的,他也通过给予恩惠来欺骗其他人,却已经对你们发出了威胁?
οἷον Θετταλοὺς πολλὰ δοὺς ὑπηγάγετʼ εἰς τὴν νῦν παροῦσαν δουλείαν· οὐδʼ ἂν εἰπεῖν δύναιτʼ οὐδεὶς ὅσα τοὺς ταλαιπώρους Ὀλυνθίους πρότερον δοὺς Ποτείδαιαν ἐξηπάτησε καὶ πόλλʼ ἕτερα· Θηβαίους τὰ νῦν ὑπάγει τὴν Βοιωτίαν αὐτοῖς παραδοὺς καὶ ἀπαλλάξας πολέμου πολλοῦ καὶ χαλεποῦ·
例如,他通过给予色萨利人许多东西,将他们引诱到如今的奴隶状态;至于过去他通过给予波提狄亚和许多其他东西,对可怜的奥林索斯人进行了多少欺骗,没有人能够说得尽;而对于底比斯人,他现在正通过将波奥提亚移交给他们、并使他们从漫长而艰难的战争中解脱出来,从而引诱他们。
§65ὥστε καρπωσάμενοί τινʼ ἕκαστοι τούτων πλεονεξίαν, οἱ μὲν ἤδη πεπόνθασιν ἃ δὴ πεπόνθασιν, οἱ δʼ ὅταν ποτὲ συμβῇ πείσονται.
结果,这些人各自享有了某种眼前的利益,其中一些人已经遭受了他们该遭受的命运,而另一些人则在时机到来时也会遭受。
ὑμεῖς δʼ ὧν μὲν ἀπεστέρησθε σιωπῶ· ἀλλʼ ἐν αὐτῷ τῷ τὴν εἰρήνην ποιήσασθαι, πόσʼ ἐξηπάτησθε, πόσων ἀπεστέρησθε.
至于你们被剥夺了什么,我姑且保持沉默;但在缔结和平的这一举动本身中,你们被欺骗了多少,被剥夺了多少东西?
οὐχὶ Φωκέας, οὐ Πύλας, οὐχὶ τἀπὶ Θρᾴκης, Δορίσκον, Σέρριον, τὸν Κερσοβλέπτην αὐτόν;
难道不是福基斯、皮莱、色雷斯的那些地方、多里斯克斯、塞里翁,甚至凯尔索布勒普特斯本人吗?
οὐ νῦν Καρδίαν ἔχει καὶ ὁμολογεῖ;
他现在难道不占领着卡尔迪亚并对此承认吗?
§66τί ποτʼ οὖν ἐκείνως τοῖς ἄλλοις, καὶ ὑμῖν οὐ τοῦτον τὸν τρόπον προσφέρεται;
那么,为什么他对待其他人是那样,而对待你们却不是以同样的方式呢?
ὅτι ἐν μόνῃ τῶν πασῶν πόλεων τῇ ὑμετέρᾳ ἄδειʼ ὑπὲρ τῶν ἐχθρῶν λέγειν δέδοται, καὶ λαβόντα χρήματʼ αὐτὸν ἀσφαλές ἐστι λέγειν παρʼ ὑμῖν, κἂν ἀφῃρημένοι τὰ ὑμέτερʼ αὐτῶν ἦτε.
这是因为,在所有的城邦中,只有在你们的城邦里,才被赋予了为敌人说话的自由,而且即使你们自己的财产已经被剥夺,收了钱的人在你们面前发言依然是安全的。
§67οὐκ ἦν ἀσφαλὲς λέγειν ἐν Ὀλύνθῳ τὰ Φιλίππου μὴ σὺν εὖ πεπονθότων τῶν πολλῶν Ὀλυνθίων τῷ Ποτείδαιαν καρποῦσθαι· οὐκ ἦν ἀσφαλὲς λέγειν ἐν Θετταλίᾳ μὴ σὺν εὖ πεπονθότος τοῦ πλήθους τοῦ Θετταλῶν τῷ τοὺς τυράννους ἐκβαλεῖν Φίλιππον αὐτοῖς καὶ τὴν Πυλαίαν ἀποδοῦναι· οὐκ ἦν ἐν Θήβαις ἀσφαλές, πρὶν τὴν Βοιωτίαν ἀπέδωκε καὶ τοὺς Φωκέας ἀνεῖλεν.
在奥林索斯,如果大多数奥林索斯人没有通过享有波提狄亚而获得好处,那么为腓力说话就是不安全的;在色萨利,如果色萨利的大众没有因为腓力为他们驱逐篡位者、并归还皮莱亚而获得好处,那么发言就是不安全的;在底比斯,在他归还波奥提亚并消灭福基斯人之前,也是不安全的。
§68ἀλλʼ Ἀθήνησιν, οὐ μόνον Ἀμφίπολιν καὶ τὴν Καρδιανῶν χώραν ἀπεστερηκότος Φιλίππου, ἀλλὰ καὶ κατασκευάζοντος ὑμῖν ἐπιτείχισμα τὴν Εὔβοιαν καὶ νῦν ἐπὶ Βυζάντιον παριόντος, ἀσφαλές ἐστι λέγειν ὑπὲρ Φιλίππου.
但在雅典,尽管腓力不仅剥夺了你们的安菲波利斯和卡尔迪亚人的土地,而且还将优波亚建造成针对你们的军事要塞,并且现在正在向拜占庭进军,但为腓力说话依然是安全的。
καὶ γάρ τοι τούτων μὲν ἐκ πτωχῶν ἔνιοι ταχὺ πλούσιοι γίγνονται, καὶ ἐξ ἀνωνύμων καὶ ἀδόξων ἔνδοξοι καὶ γνώριμοι, ὑμεῖς δὲ τοὐναντίον ἐκ μὲν ἐνδόξων ἄδοξοι, ἐκ δʼ εὐπόρων ἄποροι·
正因如此,这些人中的一些人迅速从乞丐变成富翁,从无名无誉之辈变成名声显赫的著名人物,而你们相反,却从名声显赫变成默默无闻,从富足变成贫困。

词汇与语法注释

  1. §60οὐ γράψαντος Ἀθηναίων οὐδενὸς πόλεμον — 带有否定词 οὐ 的属格独立(genitive absolute)结构。在语义上作为让步状语从句(“尽管没有雅典人提议战争”)修饰主句。动词 γράφω 在此意为“起草、提议(法令或战争)”。
  2. §61ὥσπερ οὐδʼ Ὠρείταις... οὐδὲ Φεραίοις... οὐδʼ Ὀλυνθίοις... — 与格 Ὠρείταις、Φεραίοις(Φεραίοις)和 Ὀλυνθίοις 修饰前文暗含的“(向他们)宣称并未开战”的动作。这些与格指明了腓力虚假宣称非侵略的对象(即受害诸邦的居民)。
  3. §67μὴ σὺν εὖ πεπονθότων τῶν πολλῶν Ὀλυνθίων — 结合了介词 σύν 与分词 εὖ πεπονθότων 的属格独立结构。在此使用否定词 μή 是为了向主句的过去不可能性(οὐκ ἦν ἀσφαλές)提供一个假设性的条件(“如果大多数奥林索斯人没有获得好处的话”)。

引用这一段

狄摩西尼, 第四反腓力辞 §60-68. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg010.humanitext-grc2:60-68

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。