Humanitext Reader

狄摩西尼 · 第四反腓力辞 §69-76

对阿里斯托梅德斯的谴责与城邦的真正财富

第 9 段,共 9 段 · 希腊语

内容简介

演说者将雅典的衰落与腓力的崛起进行对比,并指名道姓地向政治家阿里斯托梅德斯阐述平民生活的安全与政治行动的危险。他痛烈批判雅典公民不采取应有的防卫措施,反而听信谄媚敌国之言的现状。

§69πόλεως γὰρ ἔγωγε πλοῦτον ἡγοῦμαι συμμάχους, πίστιν, εὔνοιαν, ὧν πάντων ὑμεῖς ἔστʼ ἄποροι.
就我而言,我认为城邦的财富在于盟友、信任和善意,而你们在所有这些方面都一无所有。
ἐκ δὲ τοῦ τούτων ὀλιγώρως ὑμᾶς ἔχειν καὶ ἐᾶν τοῦτον τὸν τρόπον φέρεσθαι, ὁ μὲν εὐδαίμων καὶ μέγας καὶ φοβερὸς πᾶσιν Ἕλλησι καὶ βαρβάροις, ὑμεῖς δʼ ἔρημοι καὶ ταπεινοί, τῇ μὲν κατὰ τὴν ἀγορὰν εὐετηρίᾳ λαμπροί, τῇ δʼ ὧν προσῆκε παρασκευῇ καταγέλαστοι.
正是由于你们对这些事的轻视,并听任事态以这种方式流失,腓力才变得繁荣、伟大,并让所有的希腊人和异民族感到畏惧,而你们却孤立和卑微,虽然在市场的富足上显得华丽,但在必要事务的准备上却成了笑柄。
§70οὐ τὸν αὐτὸν δὲ τρόπον περί θʼ ὑμῶν καὶ περὶ αὑτῶν ἐνίους τῶν λεγόντων ὁρῶ βουλευομένους·
但我看到,有些发言者在考虑你们的事和他们自己的事时,并没有采取同样的方式。
ὑμᾶς μὲν γὰρ ἡσυχίαν ἄγειν φασὶ δεῖν, κἄν τις ὑμᾶς ἀδικῇ, αὐτοὶ δʼ οὐ δύνανται παρʼ ὑμῖν ἡσυχίαν ἄγειν οὐδενὸς αὐτοὺς ἀδικοῦντος.
因为他们说,即使有人对你们施加不义,你们也应该保持安静,但他们自己在没有人对他们施加不义的情况下,却无法在你们中间保持安静。
καίτοι λοιδορίας εἴ τις χωρὶς ἔροιτο εἰπέ μοι, τί δὴ γιγνώσκων ἀκριβῶς, Ἀριστόμηδες, (οὐδεὶς γὰρ τὰ τοιαῦτʼ ἀγνοεῖ) τὸν μὲν τῶν ἰδιωτῶν βίον ἀσφαλῆ καὶ ἀπράγμονα καὶ ἀκίνδυνον ὄντα, τὸν δὲ τῶν πολιτευομένων φιλαίτιον καὶ σφαλερὸν καὶ καθʼ ἑκάστην ἡμέραν ἀγώνων καὶ κακῶν μεστόν, οὐ τὸν ἡσύχιον, ἀλλὰ τὸν ἐν τοῖς κινδύνοις αἱρεῖ;
然而,如果有人撇开辱骂,问道: “告诉我,阿里斯托梅德斯,你究竟是凭着什么确切的认识(因为没有人不知道这些事),知道平民的生活是安全、无忧且没有危险的,而政治家(参与国政者)的生活却容易招致指责、充满动荡、且每天都充斥着斗争和祸患,你却不选择那安宁的生活,而选择在危险之中的生活呢?
§71τί ἂν εἴποις;
” 你会怎么说呢?
εἰ γὰρ ὃ βέλτιστον εἰπεῖν ἂν ἔχοις, τοῦτό σοι δοίημεν ἀληθὲς λέγειν, ὡς ὑπὲρ φιλοτιμίας καὶ δόξης ταῦτα πάντα ποιεῖς, θαυμάζω τί δήποτε σαυτῷ μὲν ὑπὲρ τούτων ἅπαντα ποιητέον εἶναι νομίζεις καὶ πονητέον καὶ κινδυνευτέον, τῇ πόλει δὲ προέσθαι ταῦτα μετὰ ῥᾳθυμίας συμβουλεύεις.
因为,如果我们承认你所能说的最好的一点是真实的——即你做这一切都是为了荣誉和名声——我倒想知道,为什么你认为对自己而言,为了这些东西必须做一切事、必须劳苦和冒险,却建议城邦在怠惰中放弃这些东西。
οὐ γὰρ ἐκεῖνό γʼ ἂν εἴποις, ὡς σὲ μὲν ἐν τῇ πόλει δεῖ τινὰ φαίνεσθαι, τὴν πόλιν δʼ ἐν τοῖς Ἕλλησι μηδενὸς ἀξίαν εἶναι.
因为你绝不会说:你自己在城邦中应该显赫一时,而城邦在希腊人中却应当一文不值。
§72καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ὁρῶ, ὡς τῇ μὲν πόλει ἀσφαλὲς τὸ τὰ αὑτῆς πράττειν, σοὶ δὲ κίνδυνος, εἰ μηδὲν τῶν ἄλλων πλέον περιεργάσει, ἀλλὰ τοὐναντίον σοὶ μὲν ἐξ ὧν ἐργάζει καὶ περιεργάζει τοὺς ἐσχάτους ὄντας κινδύνους, τῇ πόλει δʼ ἐκ τῆς ἡσυχίας.
此外,我也看不出这一点,即:对城邦而言,只管自己的事(不干涉外事)是安全的,而对你而言,如果不去插手其他的事情就会有危险;相反,对你而言,极大的危险正源于你的所作所为和插手多管,而对城邦而言,危险却源于它的安静旁观。
§73ἀλλὰ νὴ Δία παππῴα σοι καὶ πατρῴα δόξʼ ὑπάρχει, ἣν αἰσχρόν ἐστιν ἐν σοὶ καταλῦσαι· τῇ πόλει δʼ ὑπῆρξεν ἀνώνυμα καὶ φαῦλα τὰ τῶν προγόνων.
但,凭宙斯起誓,你拥有祖辈和父辈传下来的名望,在你的手里将其毁掉是可耻的;而对城邦而言,其先祖的业绩则是无名且微不足道的。
ἀλλʼ οὐδὲ τοῦθʼ οὕτως ἔχει·
但事实也绝非如此。
σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιος σοί, τῇ πόλει δʼ ἡμῶν οὓς πάντες ἴσασιν οἱ Ἕλληνες ἐκ τῶν μεγίστων κινδύνων σεσωσμένοι.
因为你的父亲如果是像你一样的人,他就是个小偷,而对于我们的城邦,全希腊人都知道他们曾因我们的先祖而从最大的危险中获救。
§74ἀλλὰ γὰρ οὐκ ἴσως οὐδὲ πολιτικῶς ἔνιοι τὰ καθʼ αὑτοὺς καὶ τὰ κατὰ τὴν πόλιν πολιτεύονται·
但实际上,有些人在处理自己和城邦的事务时,既不公平,也不符合一个公民的本分。
πῶς γάρ ἐστιν ἴσον τούτων μέν τινας ἐκ τοῦ δεσμωτηρίου ἥκοντας ἑαυτοὺς ἀγνοεῖν, τὴν πόλιν δʼ, ἣ προειστήκει τῶν Ἑλλήνων τέως καὶ τὸ πρωτεῖον εἶχε, νῦν ἐν ἀδοξίᾳ πάσῃ καὶ ταπεινότητι καθεστάναι;
因为,这些人中的一些人刚从监狱里出来,却认不清自己(身处何地),而城邦在过去曾是希腊人的领袖、占有首要地位,现在却陷入彻底的无名与卑微之中,这怎么能说是对等的呢?
§75πολλὰ τοίνυν ἔχων ἔτι καὶ περὶ πολλῶν εἰπεῖν παύσομαι·
尽管我还有许多话要说,且涉及许多方面,但我还是停止吧。
καὶ γὰρ οὐ λόγων ἐνδείᾳ μοι δοκεῖ τὰ πράγματʼ οὔτε νῦν οὔτʼ ἄλλοτε πώποτε φαύλως ἔχειν, ἀλλʼ ὅταν πάντʼ ἀκούσαντες ὑμεῖς τὰ δέοντα, καὶ ὁμογνώμονες ὡς ὀρθῶς λέγεται γενόμενοι, τῶν λυμαίνεσθαι καὶ διαστρέφειν ταῦτα βουλομένων ἐξ ἴσου κάθησθʼ ἀκροώμενοι, οὐκ ἀγνοοῦντες αὐτούς (ἴστε γὰρ εὐθὺς ἰδόντες ἀκριβῶς, τίς μισθοῦ λέγει καὶ ὑπὲρ Φιλίππου πολιτεύεται, καὶ τίς ὡς ἀληθῶς ὑπὲρ τῶν βελτίστων), ἀλλʼ ἵνʼ αἰτιασάμενοι τούτους καὶ τὸ πρᾶγμʼ εἰς γέλωτα καὶ λοιδορίαν ἐμβαλόντες μηδὲν αὐτοὶ τῶν δεόντων ποιῆτε.
因为在我看来,现在或以往任何时候,事态之所以处于糟糕状态,并不是因为缺少言辞,而是当你们听完了所有该听的必要道理、并一致同意这些话说得对之后,却同样平起平坐地坐在那里听那些企图败坏和歪曲这些事的人发言。 你们并非不知道他们是谁(因为你们一看到他们,立刻就能准确地知道谁是收了钱说话、为腓力效劳的,谁是真正为了最善的目标而行动的),但这只是为了在指责了他们并把事情变成嘲笑和辱骂之后,你们自己不去做任何该做的事情。
§76ταῦτʼ ἐστὶ τἀληθῆ, μετὰ πάσης παρρησίας, ἁπλῶς εὐνοίᾳ τὰ βέλτιστʼ εἰρημένα, οὐ κολακείᾳ βλάβης καὶ ἀπάτης λόγος μεστός, ἀργύριον τῷ λέγοντι ποιήσων, τὰ δὲ πράγματα τῆς πόλεως τοῖς ἐχθροῖς ἐγχειριῶν.
这些都是真理,是怀着充分的坦率、纯粹出于善意而说出的最善之言,绝不是充斥着奉承、危害与欺骗的言论——这种言论只会为说话者带来金钱,却把城邦的事务拱手让给敌人。
ἢ οὖν παυστέον τούτων τῶν ἐθῶν, ἢ μηδένʼ ἄλλον αἰτιατέον τοῦ πάντα φαύλως ἔχειν ἢ ὑμᾶς αὐτούς.
因此,要么必须改掉这些习惯,要么对于一切都处于糟糕状态这一事实,你们就不能指责除你们自己之外的任何人。

词汇与语法注释

  1. 69ἐκ δὲ τοῦ τούτων ὀλιγώρως ὑμᾶς ἔχειν καὶ ἐᾶν τοῦτον τὸν τρόπον φέρεσθαι — 介词 ἐκ 之后接有冠词的不定式 τοῦ 引导的从句。ὑμᾶς 是不定式 ἔχειν 和 ἐᾶν 的逻辑主语(宾格)。τούτων 是与副词 ὀλιγώρως 结合表示“轻视某事”的 ἔχειν 的宾语(属格)。后半部分的 ἐᾶν φέρεσθαι 是一个惯用表达,意为“任由事态漂移/流失”。
  2. 71εἰ γὰρ ὃ βέλτιστον εἰπεῖν ἂν ἔχοις, τοῦτό σοι δοίημεν ἀληθὲς λέγειν — 使用祈愿语气(optative)的条件句。条件从句中的 ἂν ἔχοις 是表示潜在可能性的祈愿语气(“你可能可以说出”),而主句的 δοίημεν 则表示让步或假设(“如果我们姑且承认”)。在此,δίδωμι 用于让步或设想的用法,意为“假定/承认”。
  3. 75ἀλλʼ ὅταν πάντʼ ἀκούσαντες ὑμεῖς τὰ δέοντα, ... ἀλλʼ ἵνʼ αἰτιασάμενοι τούτους ... μηδὲν αὐτοὶ τῶν δεόντων ποιῆτε — 由 ὅ盘 引导的从句在功能上解释了事态处于糟糕状态的实际原因(即“正是当你们……之时”)。最后的 ἵνα 从句并非表达真正的目的,而是德摩斯梯尼特有的辛辣讽刺(反语),意在说明“结果导致你们自己什么该做的事都不做”。

引用这一段

狄摩西尼, 第四反腓力辞 §69-76. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg010.humanitext-grc2:69-76

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。