- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg010.humanitext-grc2:26-34
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
デモステネスは、フィリッポスの脅威が迫る中で平穏な時期の審議を怠ってきたアテナイ市民の姿勢を厳しく非難し、ペルシア王との同盟交渉および対決のための資金調達という現実的な対抗策を提示する。
οὐ μὴν ἀλλʼ εἴ τις ἄλλος λέγει καὶ ὑμᾶς πείθει, ἔστω, μὴ ἀμύνεσθε, ἅπαντα πρόεσθε. εἰ δὲ μηδενὶ τοῦτο δοκεῖ, τοὐναντίον δὲ πρόϊσμεν ἅπαντες ὅτι, ὅσῳ ἂν πλειόνων ἐάσωμεν ἐκεῖνον γενέσθαι κύριον, τοσούτῳ χαλεπωτέρῳ καὶ ἰσχυροτέρῳ χρησόμεθʼ ἐχθρῷ, ποῖ ἀναδυόμεθα, ἢ τί μέλλομεν; ἢ πότʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ δέοντα ποιεῖν ἐθελήσομεν; ὅταν νὴ Δίʼ ἀναγκαῖον ᾖ.
しかしながら、もし他の誰かが[別のことを]語り、あなたがたを説得するのなら、そうさせなさい。防衛せず、すべてを投げ出しなさい。しかし、もし誰一人としてそうは思わず、反対に「我々があちらに多くの支配権を認めれば認めるほど、それだけ我々は困難で強力な敵に対処せねばならなくなる」ということを我々全員が前もって知っているなら、我々はどこへ退き隠れるのか、あるいはなぜためらうのか。あるいは、アテナイの皆さん、我々はいつ、なすべきことを行う気になるのか。ゼウスにかけて、何か差し迫った必要が生じた時だろうか。
ἀλλʼ ἣν μὲν ἄν τις ἐλευθέρων ἀνθρώπων ἀνάγκην εἴποι, οὐ μόνον ἤδη πάρεστιν, ἀλλὰ καὶ πάλαι παρελήλυθε, τὴν δὲ τῶν δούλων1 ἀπεύχεσθαι δήπου μὴ γενέσθαι δεῖ. διαφέρει δὲ τί; ὅτι ἐστὶν ἐλευθέρῳ μὲν ἀνθρώπῳ μεγίστη ἀνάγκη ἡ ὑπὲρ τῶν γιγνομένων αἰσχύνη, καὶ μείζω ταύτης οὐκ οἶδʼ ἥντινʼ ἂν εἴποι τις· δούλῳ δὲ πληγαὶ χὠ τοῦ σώματος αἰκισμός, ὃ μήτε γένοιτο οὔτε λέγειν ἄξιον.
だが、自由な人々が言うような必要なら、それは今や存在するだけでなく、とうに通り過ぎています。しかし、奴隷にとっての必要については、決してそれが起こらないよう祈るべきです。では、両者はどう違うのでしょうか。自由な人にとっては、起こっている事態に対する恥辱こそが最大の必要であり、これより大きな必要を誰が口にできるか私は知りません。しかし、奴隷にとっては、殴打と身体の虐待であり、このようなことは決して起こってはならず、口にするのもはばかられることです。
τὸ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ τοιαῦτʼ ὀκνηρῶς διακεῖσθαι, ἃ δεῖ τοῖς σώμασι καὶ ταῖς οὐσίαις λῃτουργῆσαι ἕκαστον, ἐστὶ μὲν οὐκ ὀρθῶς ἔχον, οὐδὲ πολλοῦ δεῖ, οὐ μὴν ἀλλʼ ἔχει τινὰ πρόφασιν ὅμως· τὸ δὲ μηδʼ ὅσʼ ἀκοῦσαι δεῖ μηδʼ ὅσα βουλεύσασθαι προσήκει, μηδὲ ταῦτʼ ἐθέλειν, τοῦτʼ ἤδη πᾶσαν ἐπιδέχεται κατηγορίαν.
アテナイの皆さん、各自がその身体と財産をもって奉仕すべきそうした事態に対して、腰が引けていることは、正しいことではなく、それには程遠いことですが、それでも何かしらの言い訳は成り立ちます。しかし、聞くべきことを聞くことすら、また審議すべきことを審議することすら望まないというのは、もはやいかなる弁明も受け入れられない非難の対象となります。
ὑμεῖς τοίνυν οὐκ ἀκούειν, πρὶν ἂν ὥσπερ νῦν αὐτὰ παρῇ τὰ πράγματα, οὐχὶ βουλεύεσθαι περὶ οὐδενὸς εἰώθατʼ ἐφʼ ἡσυχίας, ἀλλʼ ὅταν μὲν ἐκεῖνος παρασκευάζηται, ἀμελήσαντες τοῦ ποιεῖν ταὐτὸ καὶ ἀντιπαρασκευάζεσθαι ῥᾳθυμεῖτε, καὶ ἄν τι λέγῃ τις, ἐκβάλλετε, ἐπειδὰν δʼ ἀπολωλὸς ἢ πολιορκούμενόν τι πύθησθε, ἀκροᾶσθε καὶ παρασκευάζεσθε·
ところが、あなたがたは現在のように事態が実際に眼前に迫るまで耳を貸そうとせず、平穏な時に何事についても審議する習慣がありません。むしろ、あちらが準備をしている間は、同様のことをして対抗準備をすることを怠って怠惰に過ごし、誰かが何かを言えば追放します。そして、どこかが滅びたり包囲されたりしたという知らせを聞いて初めて、耳を傾け、準備を始めるのです。
ἦν δʼ ἀκηκοέναι μὲν καὶ βεβουλεῦσθαι τότε καιρός, ὅθʼ ὑμεῖς οὐκ ἠθέλετε, πράττειν δὲ καὶ χρῆσθαι τοῖς παρεσκευασμένοις νῦν, ἡνίκʼ ἀκούετε. τοιγαροῦν ἐκ τῶν τοιούτων ἐθῶν μόνοι τῶν πάντων ἀνθρώπων ὑμεῖς τοῖς ἄλλοις τοὐναντίον ποιεῖτε· οἱ μὲν γὰρ ἄλλοι πρὸ τῶν πραγμάτων εἰώθασι χρῆσθαι τῷ βουλεύεσθαι, ὑμεῖς δὲ μετὰ τὰ πράγματα.
しかし、話を聞き審議すべきだったのは、あなたがたがそうすることを望まなかったあの時であり、行動し、準備されたものを活用すべきなのは、耳にしている現在のこの時なのです。それゆえ、このような悪習のせいで、全人類の中であなたがただけが、他の人々とは正反対のことを行っています。というのも、他の人々は事態の前に審議を行う習慣があるのに対し、あなたがたは事態の後に審議するからです。
ὃ δὴ λοιπόν ἐστι, καὶ πάλαι μὲν ἔδει, διαφεύγει δʼ οὐδὲ νῦν, τοῦτʼ ἐρῶ. οὐδενὸς τῶν πάντων οὕτως ὡς χρημάτων δεῖ τῇ πόλει πρὸς τὰ νῦν ἐπιόντα πράγματα. συμβέβηκε δʼ εὐτυχήματʼ ἀπὸ ταὐτομάτου, οἷς ἂν χρησώμεθʼ ὀρθῶς, ἴσως ἂν γένοιτο τὰ δέοντα. πρῶτον μὲν γὰρ οἷς βασιλεὺς πιστεύει καὶ εὐεργέτας ὑπείληφεν ἑαυτοῦ, οὗτοι μισοῦσι καὶ πολεμοῦσι Φίλιππον.
残されていることであり、ずっと以前になされるべきであったが、今でも手遅れではないことを語りましょう。現在の、迫りつつある事態に対して、城邦にこれほど必要なものは資金以外にありません。ところが、偶然から幸運な出来事が重なりました。これを正しく利用すれば、おそらく必要なことが実現するでしょう。第一に、王が信頼し、自らの恩人とみなしていた者たちが、今やフィリッポスを憎み、彼と交戦していることです。
ἔπειθʼ ὁ πράττων καὶ συνειδὼς ἅπανθʼ ἃ Φίλιππος κατὰ βασιλέως παρασκευάζεται, οὗτος ἀνάσπαστος2 γέγονε, καὶ πάσας τὰς πράξεις βασιλεὺς οὐχ ἡμῶν κατηγορούντων ἀκούσεται, οὓς ὑπὲρ τοῦ συμφέροντος ἂν ἡγήσαιτο τοῦ ἰδίου λέγειν, ἀλλὰ τοῦ πράξαντος αὐτοῦ καὶ διοικοῦντος, ὥστʼ εἶναι πιστάς, καὶ λοιπὸν λόγον εἶναι τοῖς παρʼ ὑμῶν πρέσβεσιν, ὃν βασιλεὺς ἥδιστʼ ἂν ἀκούσαι, ὡς τὸν ἀμφοτέρους ἀδικοῦντα κοινῇ τιμωρήσασθαι δεῖ, καὶ ὅτι πολὺ τῷ βασιλεῖ φοβερώτερός ἐσθʼ ὁ Φίλιππος, ἂν προτέροις ἡμῖν ἐπιθῆται· εἰ γὰρ ἐγκαταλειπόμενοί τι πεισόμεθʼ ἡμεῖς, ἀδεῶς ἐπʼ ἐκεῖνον ἤδη πορεύσεται. ὑπὲρ δὴ τούτων ἁπάντων οἶμαι δεῖν ὑμᾶς πρεσβείαν ἐκπέμπειν, ἥτις τῷ βασιλεῖ διαλέξεται, καὶ τὴν ἀβελτερίαν ἀποθέσθαι, διʼ ἣν πολλάκις ἠλαττώθητε, ὁ δὴ βάρβαρος, καὶ ὁ κοινὸς ἅπασιν ἐχθρός, καὶ πάντα τὰ τοιαῦτα.
第二に、フィリッポスが王に対して企てていた準備のすべてを実行し、それを熟知していた人物が、連行されてきました。王は、これらすべての企てについて、自らの利益のために語っているとみなされるであろう我々の非難によってではなく、まさにその企てを実行し管理していた当人から聞き知るため、その内容は極めて信頼に足るものとなります。それゆえ、あなたがたの使節が伝えるべき言葉が残り、王もまた喜んでそれに耳を傾けるでしょう、すなわち、双方に不正を働く者に対しては共同して報復すべきであるということ、また、フィリッポスがまず我々を攻撃するなら、それは王にとってもはるかに恐るべき脅威となるということです。なぜなら、もし我々が見捨てられて何事かを被るなら、彼はもはや何の懸念もなく、直ちに王のもとへと進軍するでしょうから。それゆえ、これらすべてのことのために、王と交渉するための使節を派遣し、あなたがたを何度も不利に陥れたあの愚かな考え、すなわち「あの野蛮人」だの「全人類共通の敵」だのといった一切の言葉を捨てるべきであると私は考えます。
ἐγὼ γὰρ ὅταν τινʼ ἴδω τὸν μὲν ἐν Σούσοις καὶ Ἐγβατάνοις δεδοικότα καὶ κακόνουν εἶναι τῇ πόλει φάσκοντα, ὃς καὶ πρότερον συνεπηνώρθωσε τὰ τῆς πόλεως πράγματα καὶ νῦν ἐπηγγέλλετο (εἰ δὲ μὴ ἐδέχεσθʼ ὑμεῖς, ἀλλʼ ἀπεψηφίζεσθε, οὐ τἀκείνου αἴτια), ὑπὲρ δὲ τοῦ ἐπὶ ταῖς θύραις ἐγγὺς οὑτωσὶ ἐν μέσῃ τῇ Ἑλλάδι αὐξανομένου λῃστοῦ τῶν Ἑλλήνων ἄλλο τι λέγοντα, θαυμάζω, καὶ δέδοικα τοῦτον, ὅστις ἂν ᾖ ποτʼ, ἔγωγε, ἐπειδὴ οὐχ οὗτος Φίλιππον.3
というのも、スーサやエクバタナにいる者を恐れ、彼が城邦に敵意を抱いていると主張する一方で(彼は以前に城邦の事態を回復させるのを助け、今また援助を申し出ていたのです。あなたがたがそれを受け入れず、否決したとしても、それは彼のせいではありません)、門口のすぐ近くで、ギリシアのただ中でこのように成長し、ギリシア人を略奪している略奪者については別のことを言う人を見る時、私は驚きを禁じ得ず、彼が誰であれ私は恐ろしく思います。彼自身がフィリッポスを恐れていないからです。
- 27τὴν δὲ τῶν δούλων
名詞 ἀνάγκην が省略されている。自由人と奴隷にとっての「必要(強制)」の質の相違を対比するための表現。また、これに続く ἀπεύχεσθαι(祈って避ける)に導かれる μή は、そのような強制的必要が「起こらないように」という祈願の内容を示す。
- 32ἀνάσπαστος
歴史的にはアタルネウスの支配者ヘルミアスがペルシア王に捕らえられ、スサへ連行されたことを指す。「内陸へ連行された」という意味の形容詞。主節の主語である ὁ πράττων καὶ συνειδὼς に対する述語として機能している。
- 34ἐπειδὴ οὐχ οὗτος Φίλιππον
文末の省略構文。主節の動詞 δέδοικα に対応する、恐れることを意味する動詞(φοβεῖται)が省略されており、「彼がフィリッポスを恐れていないからこそ、私は彼を恐れるのだ」という対照的な論理を構成している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 原文 1 件
