§32καίτοι τί τῆς ἐσχάτης ὕβρεως ἀπολείπει;
然而,要达到极度的蛮横,还缺少什么呢?
οὐ πρὸς τῷ πόλεις ἀνῃρηκέναι τίθησι μὲν τὰ Πύθια, τὸν κοινὸν τῶν Ἑλλήνων ἀγῶνα, κἂν αὐτὸς μὴ παρῇ, τοὺς δούλους ἀγωνοθετήσοντας πέμπει;
除了摧毁城市之外,他难道不主持希腊人共同的竞技会——皮西亚竞技会,而且即使他自己不亲自到场,难道不也派遣奴隶去担任竞技会的主持人吗?
κύριος δὲ Πυλῶν καὶ τῶν ἐπὶ τοὺς Ἕλληνας παρόδων ἐστί, καὶ φρουραῖς καὶ ξένοις τοὺς τόπους τούτους κατέχει;
他难道不是温泉关和进入希腊通道的主宰,并用守备队和雇佣兵占领着这些地方吗?
ἔχει δὲ καὶ τὴν προμαντείαν τοῦ θεοῦ, παρώσας ἡμᾶς καὶ Θετταλοὺς καὶ Δωριέας καὶ τοὺς ἄλλους Ἀμφικτύονας, ἧς οὐδὲ τοῖς Ἕλλησιν ἅπασι μέτεστι;
他难道不也拥有神明赐予的优先咨询神谕权,把我们、色萨利人、多利安人以及其他紧邻同盟的成员排除在外吗? 而这项特权甚至并非所有的希腊人都能够分享。
§33γράφει δὲ Θετταλοῖς ὃν χρὴ τρόπον πολιτεύεσθαι;
他难道不给色萨利人写信指点他们应当如何管理国政吗?
πέμπει δὲ ξένους τοὺς μὲν εἰς Πορθμόν, τὸν δῆμον ἐκβαλοῦντας τὸν Ἐρετριέων, τοὺς δʼ ἐπʼ Ὠρεόν, τύραννον Φιλιστίδην καταστήσοντας;
他难道不派遣雇佣兵,一些去往波尔斯莫斯以驱逐埃雷特里亚的民众,另一些去往奥雷乌斯以扶植菲利斯提德斯为暴君吗?
ἀλλʼ ὅμως ταῦθʼ ὁρῶντες οἱ Ἕλληνες ἀνέχονται, καὶ τὸν αὐτὸν τρόπον ὥσπερ τὴν χάλαζαν ἔμοιγε δοκοῦσιν θεωρεῖν, εὐχόμενοι μὴ καθʼ ἑαυτοὺς ἕκαστοι γενέσθαι, κωλύειν δʼ οὐδεὶς ἐπιχειρῶν.
然而,尽管看到了这些,希腊人仍然容忍着,在我看来,他们对待这些事的方式就像对待冰雹一样,每个人都祈祷冰雹不要落在自己头上,却没有任何人试图去阻拦它。
§34οὐ μόνον δʼ ἐφʼ οἷς ἡ Ἑλλὰς ὑβρίζεται ὑπʼ αὐτοῦ, οὐδεὶς ἀμύνεται, ἀλλʼ οὐδʼ ὑπὲρ ὧν αὐτὸς ἕκαστος ἀδικεῖται·
不仅没有人对希腊因他而遭受的侮辱进行反抗,甚至连每个人自己所遭受的不公也无人反抗。
τοῦτο γὰρ ἤδη τοὔσχατόν ἐστιν.
因为这已经是极点了。
οὐ Κορινθίων ἐπʼ Ἀμβρακίαν ἐλήλυθε καὶ Λευκάδα;
他难道没有侵犯科林斯人的安布拉基亚和莱乌卡斯吗?
οὐκ Ἀχαιῶν Ναύπακτον ὀμώμοκεν Αἰτωλοῖς παραδώσειν;
他难道没有誓言要将阿开亚人的纳乌帕克托斯转交给埃托利亚人吗?
οὐχὶ Θηβαίων Ἐχῖνον ἀφῄρηται, καὶ νῦν ἐπὶ Βυζαντίους πορεύεται συμμάχους ὄντας;
他难道没有夺取底比斯人的埃克努斯,而现在又向作为同盟者的拜占庭人进军吗?
§35οὐχ ἡμῶν, ἐῶ τἄλλα, ἀλλὰ Χερρονήσου τὴν μεγίστην ἔχει πόλιν Καρδίαν;
姑且不提其他,他难道不占有着我们赫勒松最大的城市卡尔迪亚吗?
ταῦτα τοίνυν πάσχοντες ἅπαντες μέλλομεν καὶ μαλκίομεν καὶ πρὸς τοὺς πλησίον βλέπομεν, ἀπιστοῦντες ἀλλήλοις, οὐ τῷ πάντας ἡμᾶς ἀδικοῦντι.
因此,承受着这一切,我们所有人都在拖延、畏缩、观望邻国,彼此猜忌,而不是去防备那个伤害我们所有人的人。
καίτοι τὸν ἅπασιν ἀσελγῶς οὕτω χρώμενον τί οἴεσθε, ἐπειδὰν καθʼ ἕνʼ ἡμῶν ἑκάστου κύριος γένηται, τί ποιήσειν;
然而,对所有人都如此横暴的人,一旦他成为我们每一个人的主宰,你们认为他会做出什么来呢?
§36τί οὖν αἴτιον τουτωνί;
那么,这一切的原因是什么呢?
οὐ γὰρ ἄνευ λόγου καὶ δικαίας αἰτίας οὔτε τόθʼ οὕτως εἶχον ἑτοίμως πρὸς ἐλευθερίαν οἱ Ἕλληνες οὔτε νῦν πρὸς τὸ δουλεύειν.
因为当时的希腊人如此乐于追求自由,而今天的希腊人如此甘于忍受奴役,这绝非没有道理和正当原因。
ἦν τι τότʼ, ἦν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν ταῖς τῶν πολλῶν διανοίαις, ὃ νῦν οὐκ ἔστιν, ὃ καὶ τοῦ Περσῶν ἐκράτησε πλούτου καὶ ἐλευθέραν ἦγε τὴν Ἑλλάδα καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς μάχης οὐδεμιᾶς ἡττᾶτο, νῦν δʼ ἀπολωλὸς ἅπαντα λελύμανται καὶ ἄνω καὶ κάτω πεποίηκε τὰ τῶν Ἑλλήνων πράγματα.
雅典的公民们,当时在大多数人的心中,有一种现在已经不复存在的东西。 正是这种东西曾战胜了波斯人的财富,引导希腊走向自由,并且在任何海战或陆战中都未曾战败。 但如今,随着它的消逝,一切都被毁坏了,希腊人的事务被搞得天翻地覆。
§37τί οὖν ἦν τοῦτο;
那么,这究竟是什么呢?
οὐδὲν ποικίλον οὐδὲ σοφόν, ἀλλʼ ὅτι τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν, καὶ χαλεπώτατον ἦν τὸ δωροδοκοῦντʼ ἐλεγχθῆναι, καὶ τιμωρίᾳ μεγίστῃ τοῦτον ἐκόλαζον, καὶ παραίτησις οὐδεμίʼ ἦν οὐδὲ συγγνώμη.
没有什么复杂或高深的地方,只是当时所有人都痛恨那些从企图统治或败坏希腊的人那里收受贿赂的人。 被证实收受贿赂是最严重的罪行,人们用最严厉的刑罚来惩罚这种人,没有任何求情或宽恕的余地。
§38τὸν οὖν καιρὸν ἑκάστου τῶν πραγμάτων, ὃν ἡ τύχη καὶ τοῖς ἀμελοῦσιν κατὰ τῶν προσεχόντων πολλάκις παρασκευάζει, οὐκ ἦν πρίασθαι παρὰ τῶν λεγόντων οὐδὲ τῶν στρατηγούντων, οὐδὲ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν, οὐδὲ τὴν πρὸς τοὺς τυράννους καὶ τοὺς βαρβάρους ἀπιστίαν, οὐδʼ ὅλως τοιοῦτον οὐδέν.
因此,对于每一件事的机会——这种机会往往是命运为怠惰之人准备、用来对付警惕之人的——是无法从演说家或将军那里买到的;同样,彼此间的和睦、对僭主和蛮族的警惕,以及任何类似的东西,都是买不到的。
§39νῦν δʼ ἅπανθʼ ὥσπερ ἐξ ἀγορᾶς ἐκπέπραται ταῦτα, ἀντεισῆκται δʼ ἀντὶ τούτων ὑφʼ ὧν ἀπόλωλε καὶ νενόσηκεν ἡ Ἑλλάς.
但现在,所有这一切都像是在市场上被变卖了一样,取而代之的是那些导致希腊灭亡和病入膏肓的东西。
ταῦτα δʼ ἐστὶ τί;
这些东西是什么呢?
ζῆλος, εἴ τις εἴληφέ τι· γέλως, ἂν ὁμολογῇ· συγγνώμη τοῖς ἐλεγχομένοις· μῖσος, ἂν τούτοις τις ἐπιτιμᾷ· τἄλλα πάνθʼ ὅσʼ ἐκ τοῦ δωροδοκεῖν ἤρτηται.
如果有人拿了好处,就是“羡慕”;如果他承认了,就是“嘲笑”;对被证实有罪的人,就是“宽恕”;如果有人指责这些事,就是“仇恨”;以及其他所有依附于贿赂之上的东西。
§40ἐπεὶ τριήρεις γε καὶ σωμάτων πλῆθος καὶ χρημάτων καὶ τῆς ἄλλης κατασκευῆς ἀφθονία, καὶ τἄλλʼ οἷς ἄν τις ἰσχύειν τὰς πόλεις κρίνοι, νῦν ἅπασι καὶ πλείω καὶ μείζω ἐστὶ τῶν τότε πολλῷ.
因为三段桨船、兵员人数、资金以及其他装备的充裕,以及其他所有人们用来衡量城市实力的标准,现在对所有人来说都比那时多得多、大得多。
ἀλλὰ ταῦτʼ ἄχρηστα, ἄπρακτα, ἀνόνητα ὑπὸ τῶν πωλούντων γίγνεται.
但由于那些出卖它们的人,这些东西都变得毫无用处、无法发挥作用、且毫无益处。