§24ἀλλὰ τοῦτο μὲν ὑμῖν, μᾶλλον δὲ τοῖς τότʼ οὖσιν Ἀθηναίοις, ἐπειδή τισιν οὐ μετρίως ἐδόκουν προσφέρεσθαι, πάντες ᾤοντο δεῖν, καὶ οἱ μηδὲν ἐγκαλεῖν ἔχοντες αὐτοῖς, μετὰ τῶν ἠδικημένων πολεμεῖν·
然而,对于这件事,对你们而言,或者更确切地说是对当时的雅典人而言,当他们被认为对某些人的行为不适度时,所有人都认为必须进行战争,甚至包括那些对他们没有任何怨言的人,与受害者联合起来。
καὶ πάλιν Λακεδαιμονίοις ἄρξασι καὶ παρελθοῦσιν εἰς τὴν αὐτὴν δυναστείαν ὑμῖν, ἐπειδὴ πλεονάζειν ἐπεχείρουν καὶ πέρα τοῦ μετρίου τὰ καθεστηκότʼ ἐκίνουν, πάντες εἰς πόλεμον κατέστησαν, καὶ οἱ μηδὲν ἐγκαλοῦντες αὐτοῖς.
同样,当拉刻代蒙人夺得统治权并接替了与你们相同的霸权时,当他们企图贪得无厌、过度动摇既定体制时,所有人都投入了战争,包括那些对他们没有任何怨言的人。
§25καὶ τί δεῖ τοὺς ἄλλους λέγειν;
至于其他人,又何必多提呢?
ἀλλʼ ἡμεῖς αὐτοὶ καὶ Λακεδαιμόνιοι, οὐδὲν ἂν εἰπεῖν ἔχοντες ἐξ ἀρχῆς ὅ τι ἠδικούμεθʼ ὑπʼ ἀλλήλων, ὅμως ὑπὲρ ὧν τοὺς ἄλλους ἀδικουμένους ἑωρῶμεν, πολεμεῖν ᾠόμεθα δεῖν.
但是我们自己和拉刻代蒙人,尽管起初本可以说彼此并未受到任何伤害,但因为看到其他人遭受不公,我们仍然认为必须进行战争。
καίτοι πάνθʼ ὅσʼ ἐξημάρτηται καὶ Λακεδαιμονίοις ἐν τοῖς τριάκοντʼ ἐκείνοις ἔτεσιν καὶ τοῖς ἡμετέροις προγόνοις ἐν τοῖς ἑβδομήκοντα, ἐλάττονʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, ὧν Φίλιππος ἐν τρισὶ καὶ δέκʼ οὐχ ὅλοις ἔτεσιν, οἷς ἐπιπολάζει, ἠδίκηκε τοὺς Ἕλληνας, μᾶλλον δʼ οὐδὲ μέρος τούτων ἐκεῖνα.
然而,雅典的公民们,拉刻代蒙人在那三十年里以及我们的祖先在那七十年里所犯下的所有过错,与腓力在崛起至今不到整整十三年的时间里对希腊人所犯下的罪行相比,都要更少;或者更确切地说,那些甚至还不及这些的一小部分。
§26καὶ τοῦτʼ ἐκ βραχέος λόγου ῥᾴδιον δεῖξαι.
这一点用简短的话语很容易说明。
Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ, ἃς ἁπάσας οὕτως ὠμῶς ἀνῄρηκεν ὥστε μηδʼ εἰ πώποτʼ ᾠκήθησαν προσελθόντʼ εἶναι ῥᾴδιον εἰπεῖν·
奥林索斯、梅索内、阿波罗尼亚以及色雷斯地区的三十二座城市,我且不提,他把这一切摧毁得如此残酷,以至于人们即使走近也难以说清这些地方是否曾有人居住。
καὶ τὸ Φωκέων ἔθνος τοσοῦτον ἀνῃρημένον σιωπῶ.
我也对福基斯这个伟大的民族被消灭保持沉默。
ἀλλὰ Θετταλία πῶς ἔχει;
但是色萨利的情况又如何呢?
οὐχὶ τὰς πολιτείας καὶ τὰς πόλεις αὐτῶν παρῄρηται καὶ τετραρχίας κατέστησεν, ἵνα μὴ μόνον κατὰ πόλεις ἀλλὰ καὶ κατʼ ἔθνη δουλεύωσιν;
他难道没有剥夺他们的宪法和城市,并建立四头政治,使他们不仅按城市而且按民族被奴役吗?
§27αἱ δʼ ἐν Εὐβοίᾳ πόλεις οὐκ ἤδη τυραννοῦνται, καὶ ταῦτʼ ἐν νήσῳ πλησίον Θηβῶν καὶ Ἀθηνῶν;
埃维亚的城市难道不也已经处于暴政统治之下吗? 而且这还是在靠近底比斯和雅典的岛屿上。
οὐ διαρρήδην εἰς τὰς ἐπιστολὰς γράφει
ἐμοὶ δʼ ἐστὶν εἰρήνη πρὸς τοὺς ἀκούειν ἐμοῦ βουλομένους
;
他难道没有在信中明确写道:“我与那些愿意听从我的人保持和平”吗?
καὶ οὐ γράφει μὲν ταῦτα, τοῖς δʼ ἔργοις οὐ ποιεῖ, ἀλλʼ ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσεν πρώην, οὔθʼ ἡ Ἑλλὰς οὔθʼ ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τἀνθρώπου.
他不仅这样写,而且实际上也是这样做的,他已经前往赫勒斯朋,此前他曾侵犯安布拉基亚,他在伯罗奔尼撒掌控着埃利斯这样的大城,前不久还对麦加拉图谋不轨。 无论是希腊还是蛮荒之地,都无法容纳这个人的贪欲。
§28καὶ ταῦθʼ ὁρῶντες οἱ Ἕλληνες ἅπαντες καὶ ἀκούοντες οὐ πέμπομεν πρέσβεις περὶ τούτων πρὸς ἀλλήλους κἀγανακτοῦμεν, οὕτω δὲ κακῶς διακείμεθα καὶ διορωρύγμεθα κατὰ πόλεις ὥστʼ ἄχρι τῆς τήμερον ἡμέρας οὐδὲν οὔτε τῶν συμφερόντων οὔτε τῶν δεόντων πρᾶξαι δυνάμεθα, οὐδὲ συστῆναι, οὐδὲ κοινωνίαν βοηθείας καὶ φιλίας οὐδεμίαν ποιήσασθαι,
看到和听到这些,我们所有的希腊人却不就这些事互相派遣使节并表示愤慨;相反,我们处于如此糟糕的境地,各城市之间如此处于分裂隔绝状态,以至于直到今天,我们无法做出任何有益或必要的事情,既不能团结一致,也不能建立任何互助与友谊的联盟。
§29ἀλλὰ μείζω γιγνόμενον τὸν ἄνθρωπον περιορῶμεν, τὸν χρόνον κερδᾶναι τοῦτον ὃν ἄλλος ἀπόλλυται ἕκαστος ἐγνωκώς, ὥς γʼ ἐμοὶ δοκεῖ, οὐχ ὅπως σωθήσεται τὰ τῶν Ἑλλήνων σκοπῶν οὐδὲ πράττων, ἐπεί, ὅτι γʼ ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ ἢ ἄλλου τινὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι προσέρχεται, οὐδεὶς ἀγνοεῖ.
相反,我们眼睁睁地看着这个人变得更加强大,在我看来,我们每个人都打定主意,企图在他人被消灭的过程中赚取这段时间,既不考虑也不为拯救希腊人的事业采取行动。 因为,这种威胁就像热病或其他灾难的周期性发作或侵袭一样,正在向如今看来似乎置身事外、相距极远的人逼近,这是人人都清楚的。
§30καὶ μὴν κἀκεῖνό γʼ ἴστε, ὅτι ὅσα μὲν ὑπὸ Λακεδαιμονίων ἢ ὑφʼ ἡμῶν ἔπασχον οἱ Ἕλληνες, ἀλλʼ οὖν ὑπὸ γνησίων γʼ ὄντων τῆς Ἑλλάδος ἠδικοῦντο, καὶ τὸν αὐτὸν τρόπον ἄν τις ὑπέλαβεν τοῦτο, ὥσπερ ἂν εἰ υἱὸς ἐν οὐσίᾳ πολλῇ γεγονὼς γνήσιος διῴκει τι μὴ καλῶς μηδʼ ὀρθῶς, κατʼ αὐτὸ μὲν τοῦτʼ ἄξιον μέμψεως εἶναι καὶ κατηγορίας, ὡς δʼ οὐ προσήκων ἢ ὡς οὐ κληρονόμος τούτων ὢν ταῦτʼ ἐποίει, οὐκ ἐνεῖναι λέγειν.
再者,你们也知道这一点,即希腊人从拉刻代蒙人或我们那里遭受的一切痛苦,至少是由希腊的嫡子所施加的不公。 人们会以同样的方式来看待这件事,就好像一个出生在巨富之家的合法儿子,以不妥当、不正确的方式管理财产——虽然他因这件事本身而值得谴责和弹劾,但却不能说他是在以一个不相干的人、或以一个非这些财产继承人的身份在做这些事。
§31εἰ δέ γε δοῦλος ἢ ὑποβολιμαῖος τὰ μὴ προσήκοντʼ ἀπώλλυε καὶ ἐλυμαίνετο, Ἡράκλεις ὅσῳ μᾶλλον δεινὸν καὶ ὀργῆς ἄξιον πάντες ἂν ἔφησαν εἶναι.
但如果是一个奴隶或冒名顶替的孩子在挥霍和破坏不属于他的东西,凭赫拉克勒斯起誓,大家都会说这是多么可怕、多么令人愤怒啊!
ἀλλʼ οὐχ ὑπὲρ Φιλίππου καὶ ὧν ἐκεῖνος πράττει νῦν, οὐχ οὕτως ἔχουσιν, οὐ μόνον οὐχ Ἕλληνος ὄντος οὐδὲ προσήκοντος οὐδὲν τοῖς Ἕλλησιν, ἀλλʼ οὐδὲ βαρβάρου ἐντεῦθεν ὅθεν καλὸν εἰπεῖν, ἀλλʼ ὀλέθρου Μακεδόνος, ὅθεν οὐδʼ ἀνδράποδον σπουδαῖον οὐδὲν ἦν πρότερον πρίασθαι.
然而对于腓力和他现在所做的一切,人们却不这样看,尽管他不仅不是希腊人,与希腊人毫无渊源,甚至不是来自一个值得提及的名字的蛮族,而是一个令人厌恶的马其顿人,那地方以前甚至连一个像样的奴隶都买不到。