Humanitext Reader

デモステネス · 第八弁論 ケロネソス情勢について §41-50

民主政への敵意と常設軍組織の必要性

5 / 8 箇所 · ギリシア語

要旨

著者は、フィリッポスがアテナイの民主政の打倒を狙っている理由を説明し、一時的な支援ではなく、常設の軍隊を組織して防衛体制を整えるようアテナイ市民に促す。

§41καὶ τοῦτʼ εἰκότως τρόπον τινὰ πράττει·
そして彼はある意味で当然のようにこれをしている。
οἶδεν γὰρ ἀκριβῶς ὅτι οὐδʼ ἂν πάντων τῶν ἄλλων γένηται κύριος, οὐδὲν ἔστʼ αὐτῷ βεβαίως ἔχειν, ἕως ἂν ὑμεῖς δημοκρατῆσθε, ἀλλʼ ἐάν ποτε συμβῇ τι πταῖσμα, ἃ πολλὰ γένοιτʼ ἂν ἀνθρώπῳ, ἥξει πάντα τὰ νῦν συμβεβιασμένα καὶ καταφεύξεται πρὸς ὑμᾶς·
というのも、他のすべての人々を支配下においたとしても、あなた方が民主政を維持している限り、彼にとって何一つ安定したものにはなり得ないということを彼は正確に知っているからだ。 むしろ、人間に多く起こり得るような何らかの躓きがいつか生じたなら、今無理やり従わされているすべての者がやって来て、あなた方のもとに逃げ込むであろう。
§42ἐστὲ γὰρ ὑμεῖς οὐκ αὐτοὶ πλεονεκτῆσαι καὶ κατασχεῖν ἀρχὴν εὖ πεφυκότες, ἀλλʼ ἕτερον λαβεῖν κωλῦσαι καὶ ἔχοντʼ ἀφελέσθαι δεινοί, καὶ ὅλως ἐνοχλῆσαι τοῖς ἄρχειν βουλομένοις καὶ πάντας ἀνθρώπους εἰς ἐλευθερίαν ἐξελέσθαι ἕτοιμοι.
なぜなら、あなた方自身は他者より多くを得て支配権を握るのには適していないが、他者が支配権を得るのを妨げ、持っている者からそれを奪い取るのは得意であり、総じて支配を望む者たちを妨害し、すべての人々を自由へと救い出す準備ができているからである。
οὔκουν βούλεται τοῖς ἑαυτοῦ καιροῖς τὴν παρʼ ὑμῶν ἐλευθερίαν ἐφεδρεύειν, οὐδὲ πολλοῦ δεῖ, οὐ κακῶς οὐδʼ ἀργῶς ταῦτα λογιζόμενος.
それゆえ、彼は自分自身の好機をあなた方の自由が脅かすことを望まないし、全くそうではない。 彼はこれを的外れにも怠慢にも考えてはいないのである。
§43πρῶτον μὲν δὴ τοῦτο δεῖ, ἐχθρὸν ὑπειληφέναι τῆς πολιτείας καὶ τῆς δημοκρατίας ἀδιάλλακτον ἐκεῖνον·
それゆえ、第一にこのことが必要である。 すなわち、あの男を我が国の国制と民主政の容赦なき敵と見なすこと。
εἰ γὰρ μὴ τοῦτο πεισθήσεσθε ταῖς ψυχαῖς, οὐκ ἐθελήσεθʼ ὑπὲρ τῶν πραγμάτων σπουδάζειν·
なぜなら、心の中でこのことを確信しないなら、国家の諸問題のために熱意を注ぐことを望まないだろうからである。
δεύτερον δʼ εἰδέναι σαφῶς ὅτι πάνθʼ ὅσα πραγματεύεται καὶ κατασκευάζεται νῦν, ἐπὶ τὴν ἡμετέραν πόλιν παρασκευάζεται, καὶ ὅπου τις ἐκεῖνον ἀμύνεται, ἐνταῦθʼ ὑπὲρ ἡμῶν ἀμύνεται.
第二に、彼が今行い、準備していることすべてが、我が国に対して企てられていること、そして誰かがどこかで彼を防ぐなら、それは私たちのために防いでいるのだということを、明確に知ることである。
§44οὐ γὰρ οὕτω γʼ εὐήθης οὐδεὶς ὃς ὑπολαμβάνει τὸν Φίλιππον τῶν μὲν ἐν Θρᾴκῃ κακῶν (τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν καὶ ἃ νῦν ἐξαιρεῖ; ) τούτων μὲν ἐπιθυμεῖν καὶ ὑπὲρ τοῦ ταῦτα λαβεῖν καὶ πόνους καὶ χειμῶνας καὶ τοὺς ἐσχάτους κινδύνους ὑπομένειν,
フィリッポスがトラキアのあの荒涼とした地(ドロンギロン、カビュレ、マステイラなど、彼が今奪い取っている地を他に何と呼べばよいのか)を渇望し、これらを手に入れるために労苦や冬の嵐、極限の危険に耐え忍んでいる一方で、アテナイの港や造船所、三段櫂船、銀山、そしてこれほど多くの歳入を渇望せず、これらをあなた方に持ったままにさせておき、トラキアの地下貯蔵庫にあるキビやスペルト小麦のために、あの奈落の底で冬を過ごすなどと想定するほど、愚かな者は誰もいないからである。
§45τῶν δʼ Ἀθηναίων λιμένων καὶ νεωρίων καὶ τριήρων καὶ τῶν ἔργων τῶν ἀργυρείων καὶ τοσούτων προσόδων οὐκ ἐπιθυμεῖν, ἀλλὰ ταῦτα μὲν ὑμᾶς ἐάσειν ἔχειν, ὑπὲρ δὲ τῶν μελινῶν καὶ τῶν ὀλυρῶν τῶν ἐν τοῖς Θρᾳκίοις σιροῖς ἐν τῷ βαράθρῳ χειμάζειν.
そんなはずはない。
οὐκ ἔστι ταῦτα, ἀλλὰ κἀκεῖνʼ ὑπὲρ τοῦ τούτων γενέσθαι κύριος καὶ τἄλλα πάντα πραγματεύεται.
むしろ、あの男はこれらを支配下におくために、あの地をも、また他のすべてのことも行っているのだ。
§46τί οὖν εὖ φρονούντων ἀνθρώπων ἐστίν;
それでは、正気の人々のすべきこととは何か。
εἰδότας ταῦτα καὶ ἐγνωκότας τὴν μὲν ὑπερβάλλουσαν καὶ ἀνήκεστον ταύτην ῥᾳθυμίαν ἀποθέσθαι, χρήματα δʼ εἰσφέρειν καὶ τοὺς συμμάχους ἀξιοῦν, καὶ ὅπως τὸ συνεστηκὸς τοῦτο συμμενεῖ στράτευμʼ ὁρᾶν καὶ πράττειν, ἵνʼ ὥσπερ ἐκεῖνος ἕτοιμον ἔχει δύναμιν τὴν ἀδικήσουσαν καὶ καταδουλωσομένην ἅπαντας τοὺς Ἕλληνας, οὕτω τὴν σώσουσαν ὑμεῖς καὶ βοηθήσουσαν ἅπασιν ἕτοιμον ἔχητε.
これらのことを知り、認識した上で、この過度で不治の怠慢を捨て去り、軍資金を出し合い、同盟諸国にもそれを要求し、この編成された軍隊が維持されるように配慮し行動することである。 それは、あの男が全ギリシア人を不当に扱い隷属させるための軍隊をいつでも動かせるようにしているのと同様に、あなた方もすべてを救い支援するための軍隊をいつでも動かせるようにするためである。
§47οὐ γὰρ ἔστι βοηθείαις χρωμένους οὐδέποτʼ οὐδὲν τῶν δεόντων πρᾶξαι, ἀλλὰ κατασκευάσαντας δεῖ δύναμιν, καὶ τροφὴν ταύτῃ πορίσαντας καὶ ταμίας καὶ δημοσίους, καὶ ὅπως ἔνι τὴν τῶν χρημάτων φυλακὴν ἀκριβεστάτην γενέσθαι, οὕτω ποιήσαντας, τὸν μὲν τῶν χρημάτων λόγον παρὰ τούτων λαμβάνειν, τὸν δὲ τῶν ἔργων παρὰ τοῦ στρατηγοῦ.
その場限りの支援に頼っていては、必要なことを何一つ実行することは決してできない。 そうではなく、軍隊を組織し、これに食糧を補給し、財務官と公僕を任命し、軍資金の極めて厳格な管理が行われるようにした上で、資金の会計報告は彼らから受け取り、軍事行動の報告は将軍から受け取るようにしなければならない。
κἂν οὕτω ποιήσητε καὶ ταῦτʼ ἐθελήσηθʼ ὡς ἀληθῶς, ἄγειν εἰρήνην δικαίαν καὶ μένειν ἐπὶ τῆς αὑτοῦ Φίλιππον ἀναγκάσετε, οὗ μεῖζον οὐδὲν ἂν γένοιτʼ ἀγαθόν, ἢ πολεμήσετʼ ἐξ ἴσου.
もしあなた方がこのように行い、真に望むなら、フィリッポスに公正な平和を結ばせ、彼自身の領土内に留まらせる(これ以上の善はない)か、あるいは対等の立場で戦うことになるだろう。
§48εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλʼ ὀρθῶς δοκεῖ·
もし、これらが多大な費用と多くの労苦、そして煩わしい仕事を要するものと思われるなら、それは全く正しく思われている。
ἀλλʼ ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἂν ταῦτα μὴ ʼθέλῃ, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντας ποιεῖν τὰ δέοντα.
しかし、もしこれらを望まない場合に、我が国にその後に何が起こるかを計算するなら、義務を自発的に果たすことこそが有益であると気づくであろう。
§49εἰ μὲν γάρ ἐστί τις ἐγγυητὴς θεῶν (οὐ γὰρ ἀνθρώπων γʼ οὐδεὶς ἂν γένοιτʼ ἀξιόχρεως τηλικούτου πράγματος) ὡς, ἐὰν ἄγηθʼ ἡσυχίαν καὶ ἅπαντα προῆσθε, οὐκ ἐπʼ αὐτοὺς ὑμᾶς τελευτῶν ἐκεῖνος ἥξει, αἰσχρὸν μὲν νὴ τὸν Δία καὶ πάντας θεοὺς καὶ ἀνάξιον ὑμῶν καὶ τῶν ὑπαρχόντων τῇ πόλει καὶ πεπραγμένων τοῖς προγόνοις, τῆς ἰδίας ἕνεκα ῥᾳθυμίας τοὺς ἄλλους πάντας Ἕλληνας εἰς δουλείαν προέσθαι, καὶ ἔγωγʼ αὐτὸς μὲν τεθνάναι μᾶλλον ἂν ἢ ταῦτʼ εἰρηκέναι βουλοίμην·
なぜなら、もし、あなた方が平穏を保ちすべてを放棄しても、あの男が最終的にあなた方自身を攻撃しには来ないということを、神々の誰かが保証してくれるなら(人間のうちには、これほど重大な事柄に対して十分な保証人になれる者は誰もいないのだから)、――ゼウスとすべての神々に誓って、自分自身の怠慢のために他のすべてのギリシア人を奴れい状態に売り渡すことは、恥ずべきことであり、あなた方にも、国家に備わる現状にも、先祖たちの業績にもそぐわない。 私自身、このようなことを提案するくらいなら死んだ方がましだ。
οὐ μὴν ἀλλʼ εἴ τις ἄλλος λέγει καὶ ὑμᾶς πείθει, ἔστω, μὴ ἀμύνεσθε, ἅπαντα πρόεσθε.
――しかし、もし他の誰かがそう語り、あなた方を説得するなら、そうするがよい。 防衛せず、すべてを放棄しなさい。
§50εἰ δὲ μηδενὶ τοῦτο δοκεῖ, τοὐναντίον δὲ πρόϊσμεν ἅπαντες, ὅτι ὅσῳ ἂν πλειόνων ἐάσωμεν ἐκεῖνον γενέσθαι κύριον, τοσούτῳ χαλεπωτέρῳ καὶ ἰσχυροτέρῳ χρησόμεθʼ ἐχθρῷ, ποῖ ἀναδυόμεθα;
しかし、もし誰もそう思わず、むしろその逆、すなわち我々があの男に多くの支配権を握らせれば握らせるほど、我々はより手ごわく強力な敵に直面することになると皆が予期しているなら、我々はどこへ逃げ込もうというのか。
ἢ τί μέλλομεν;
何をためらっているのか。
ἢ πότʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ δέοντα ποιεῖν ἐθελήσομεν;
あるいはアテナイの皆さん、いつになったら我々は義務を果たすことを望むようになるのだろうか。

語釈・文法注

  1. §42οὐ κακῶς οὐδʼ ἀργῶς ταῦτα λογιζόμενος — 分詞 λογιζόμενος は、主節の主語(フィリッポス)の判断や心理を表す付帯状況の主格分詞であり、οὐ κακῶς οὐδʼ ἀργῶς(悪くも怠惰にもなく=極めて綿密に、機敏に)という副詞句を伴って、彼の用意周到な計算を強調している。
  2. §46εἰδότας ταῦτα καὶ ἐγνωκότας — 対格分詞 εἰδότας と ἐγνωκότας は、文脈上、直前の τί οὖν εὖ φρονούντων ἀνθρώπων ἐστίν;(それゆえ正気の人々のすべきこととは何か)に対する答えの主語(不定詞の論理的主語)となる「我々」を指す。不定法 ἀποθέσθαι などの意味上の主語が、一般的な「人々」または「アテナイ人」であることを示し、対格で表されている。
  3. §47ὅπως ἔνι τὴν τῶν χρημάτων φυλακὴν ἀκριβεστάτην γενέσθαι, οὕτω ποιήσαντας — ὅπως... γενέσθαι の節は、形容詞 ὅπως を伴う名詞節的表現ではなく、ὅπως ἔνι(できる限り)という様態・可能を表す慣用句を伴い、ποιέω(οὕτω ποιήσαντας)の目的や方法を示す。την τῶν χρημάτων φυλακὴν(資金の管理)が ἀκριβεστάτην(最も厳格に)なるように取り計らうことを意味する。
  4. §49εἰ μὲν γάρ ἐστί τις ἐγγυητὴς θεῶν — 条件文 εἰ ἐστί τις... の帰結節は αἰσχρὸν ἂν εἴη などの形を想定するが、ここでは名詞句 αἰσχρὸν μὲν... καὶ ἀνάξιον(恥ずべきことであり、ふさわしくない)が直説法または潜在的なニュアンスとして補われ、さらに文が途中で遮られて自己の心情(ἔγωγε μὲν τεθνάναι μᾶλλον ἂν βουλοίμην)や譲歩(ἔστω, μὴ ἀμύνεσθε)へと構造が移行する、アポシオペーシス(沈黙・中断)を伴う複雑な文脈構造をとっている。

この箇所を引用する

デモステネス, 第八弁論 ケロネソス情勢について §41-50. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg008.humanitext-grc2:41-50

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。