§1ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς λέγοντας ἅπαντας μήτε πρὸς ἔχθραν ποιεῖσθαι λόγον μηδένα μήτε πρὸς χάριν, ἀλλʼ ὃ βέλτιστον ἕκαστος ἡγεῖτο, τοῦτʼ ἀποφαίνεσθαι, ἄλλως τε καὶ περὶ κοινῶν πραγμάτων καὶ μεγάλων ὑμῶν βουλευομένων·
雅典的诸位,所有发言者本不应出于敌意或迎合进行任何发言,而应发表每个人认为最善的意见,尤其是当你们在审议重大的国家公共事务时。
ἐπεὶ δʼ ἔνιοι τὰ μὲν φιλονικίᾳ, τὰ δʼ ᾑτινιδήποτʼ αἰτίᾳ προάγονται λέγειν, ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς πολλοὺς δεῖ πάντα τἄλλʼ ἀφελόντας, ἃ τῇ πόλει νομίζετε συμφέρειν, ταῦτα καὶ ψηφίζεσθαι καὶ πράττειν.
但既然有些人由于竞争心或其他任何原因而被驱使发言,雅典的诸位,作为多数人的你们,必须抛开所有其他事情,去决议并执行你们认为对城邦有益的事。
§2ἡ μὲν οὖν σπουδὴ περὶ τῶν ἐν Χερρονήσῳ πραγμάτων ἐστὶ καὶ τῆς στρατείας, ἣν ἑνδέκατον μῆνα τουτονὶ Φίλιππος ἐν Θρᾴκῃ ποιεῖται· τῶν δὲ λόγων οἱ πλεῖστοι περὶ ὧν Διοπείθης πράττει καὶ μέλλει ποιεῖν εἴρηνται.
因此,目前的关切是关于赫索尼苏斯的事务以及菲利普在色雷斯已经进行了十一个月之久的远征;而大部分的发言都是关于迪奥皮特斯正在做和将要做的事。
ἐγὼ δʼ ὅσα μέν τις αἰτιᾶταί τινα τούτων, οὓς κατὰ τοὺς νόμους ἐφʼ ὑμῖν ἐστιν, ὅταν βούλησθε, κολάζειν, κἂν ἤδη δοκῇ κἂν ἐπισχοῦσιν περὶ αὐτῶν σκοπεῖν ἐγχωρεῖν ἡγοῦμαι, καὶ οὐ πάνυ δεῖ περὶ τούτων οὔτʼ ἔμʼ οὔτʼ ἄλλον οὐδένʼ ἰσχυρίζεσθαι· §3ὅσα δʼ ἐχθρὸς ὑπάρχων τῇ πόλει καὶ δυνάμει πολλῇ περὶ Ἑλλήσποντον ὢν πειρᾶται προλαβεῖν, κἂν ἅπαξ ὑστερήσωμεν, οὐκέθʼ ἕξομεν σῶσαι, περὶ τούτων δʼ οἴομαι τὴν ταχίστην συμφέρειν καὶ βεβουλεῦσθαι καὶ παρεσκευάσθαι, καὶ μὴ τοῖς περὶ τῶν ἄλλων θορύβοις καὶ ταῖς κατηγορίαις ἀπὸ τούτων ἀποδρᾶναι.
我认为,关于有人对那些你们依法可以随时惩罚的人提出的任何指控,无论是立即审议还是延后审议都是允许的,我和其他任何人都没有必要在这些事情上表达坚持;但是,关于一个对城邦怀有敌意、在赫勒斯滂周围拥有大军、并企图抢先占领的地方,如果我们一旦落后,我们将无法再挽救,我认为在这些事情上,我们最迅速地进行审议和准备是有益的,而不应因为关于其他事务的嘈杂和指控而逃避这些问题。
§4πολλὰ δὲ θαυμάζων τῶν εἰωθότων λέγεσθαι παρʼ ὑμῖν, οὐδενὸς ἧττον, ὦ ἄνδρες Ἀθηναῖοι, τεθαύμακα, ὃ καὶ πρώην τινὸς ἤκουσʼ εἰπόντος ἐν τῇ βουλῇ, ὡς ἄρα δεῖ τὸν συμβουλεύοντα ἢ πολεμεῖν ἁπλῶς ἢ τὴν εἰρήνην ἄγειν συμβουλεύειν.
虽然我对你们之间通常所说的许多话感到惊讶,但雅典的诸位,最令我惊讶的是我日前在议事会听到有人说,建言者必须要么简单地建议宣战,要么建议维持和平。
§5ἔστι δέ, εἰ μὲν ἡσυχίαν Φίλιππος ἄγει καὶ μήτε τῶν ἡμετέρων ἔχει παρὰ τὴν εἰρήνην μηδὲν μήτε συσκευάζεται πάντας ἀνθρώπους ἐφʼ ἡμᾶς, οὐκέτι δεῖ λέγειν, ἀλλʼ ἁπλῶς εἰρήνην ἀκτέον, καὶ τά γʼ ἀφʼ ὑμῶν ἕτοιμʼ ὑπάρχονθʼ ὁρῶ· εἰ δʼ ἃ μὲν ὠμόσαμεν καὶ ἐφʼ οἷς τὴν εἰρήνην ἐποιησάμεθα, §6ἔστιν ἰδεῖν καὶ γεγραμμένα κεῖται, φαίνεται δʼ ἀπʼ ἀρχῆς ὁ Φίλιππος, πρὶν Διοπείθην ἐκπλεῦσαι καὶ τοὺς κληρούχους, οὓς νῦν αἰτιῶνται πεποιηκέναι τὸν πόλεμον, πολλὰ μὲν τῶν ἡμετέρων ἀδίκως εἰληφώς, ὑπὲρ ὧν ψηφίσμαθʼ ὑμέτερʼ ἐγκαλοῦντα κύρια ταυτί, πάντα δὲ τὸν χρόνον συνεχῶς τὰ τῶν ἄλλων Ἑλλήνων καὶ βαρβάρων λαμβάνων καὶ ἐφʼ ἡμᾶς συσκευαζόμενος, τί τοῦτο λέγουσιν, ὡς πολεμεῖν ἢ ἄγειν εἰρήνην δεῖ;
但是,如果菲利普保持安静,没有违反和平协定而占领我们的任何财产,也没有联合所有人来对付我们,那么我们就不需要再讨论了,而只需简单地维持和平,而且我看到你们这边已经做好了准备;但是,如果我们将誓言和缔结和平的条件摆在眼前且有文字记录,而显然菲利普从一开始,在迪奥皮特斯和现在被指责挑起战争的殖民者们启航之前,就已经不义地夺取了我们的许多财产(对此你们指控的决议至今依然有效),并且一直不断地夺取其他希腊人和蛮族的财产,并联合他们来对付我们,那么他们说必须要么宣战要么维持和平,这到底是什么意思?
§7οὐ γὰρ αἵρεσίς ἐστιν ἡμῖν τοῦ πράγματος, ἀλλʼ ὑπολείπεται τὸ δικαιότατον καὶ ἀναγκαιότατον τῶν ἔργων, ὃ ὑπερβαίνουσιν ἑκόντες οὗτοι.
因为我们并没有选择的余地,而是只剩下最正义、最不可避免的行动,而这些人却故意回避了它。
τί οὖν ἐστι τοῦτο;
那么,这是什么呢?
ἀμύνεσθαι τὸν πρότερον πολεμοῦνθʼ ἡμῖν.
就是对那个先向我们开战的人进行反击。
πλὴν εἰ τοῦτο λέγουσι νὴ Δίʼ, ὡς, ἂν ἀπέχηται τῆς Ἀττικῆς καὶ τοῦ Πειραιῶς Φίλιππος, οὔτʼ ἀδικεῖ τὴν πόλιν οὔτε ποιεῖ πόλεμον.
除非,天哪,他们是这个意思:只要菲利普不侵犯阿提卡和比雷埃夫斯,他就既没有对城邦行不义,也没有发动战争。
§8εἰ δʼ ἐκ τούτων τὰ δίκαια τίθενται καὶ τὴν εἰρήνην ταύτην ὁρίζονται, ὅτι μὲν δήπουθεν οὔθʼ ὅσιʼ οὔτʼ ἀνεκτὰ λέγουσιν οὔθʼ ὑμῖν ἀσφαλῆ, δῆλόν ἐστιν ἅπασιν, οὐ μὴν ἀλλʼ ἐναντία συμβαίνει ταῖς κατηγορίαις ἃς Διοπείθους κατηγοροῦσι καὶ αὐτὰ ταῦτα λέγειν αὐτούς.
如果他们以此来界定正义并定义和平,那么所有人显然都看得出,他们所说的话既不虔敬,也不可容忍,更对你们不安全;不仅如此,他们说这些话本身就与他们对迪奥皮特斯的指控自相矛盾。
τί γὰρ δήποτε τῷ μὲν Φιλίππῳ πάντα τἄλλα ποιεῖν ἐξουσίαν δώσομεν, ἂν τῆς Ἀττικῆς ἀπέχηται, τῷ Διοπείθει δʼ οὐδὲ βοηθεῖν τοῖς Θρᾳξὶν ἐξέσται, ἢ πόλεμον ποιεῖν αὐτὸν φήσομεν;
因为,为什么只要菲利普不侵犯阿提卡,我们就允许他做所有其他事,而迪奥皮特斯甚至不能去援助色雷斯人,否则我们就要说他自己是在挑起战争呢?
§9ἀλλὰ νὴ Δία, ταῦτα μὲν ἐξελέγχονται, δεινὰ ποιοῦσι δʼ οἱ ξένοι περικόπτοντες τὰ ἐν Ἑλλησπόντῳ, καὶ Διοπείθης ἀδικεῖ κατάγων τὰ πλοῖα, καὶ δεῖ μὴ ἐπιτρέπειν αὐτῷ.
但是,天哪,“这些事情确实被驳倒了,但雇佣兵在赫勒斯滂一带进行掠夺,其行径令人发指,迪奥皮特斯拦截船只也是不义之举,我们不能放任他。
ἔστω, γιγνέσθω ταῦτα, οὐδὲν ἀντιλέγω.
”好吧,让这些事情发生吧,我绝不反对。
οἶμαι μέντοι δεῖν, εἴπερ ὡς ἀληθῶς ἐπὶ πᾶσι δικαίοις ταῦτα συμβουλεύουσιν, §10ὥσπερ τὴν ὑπάρχουσαν τῇ πόλει δύναμιν καταλῦσαι ζητοῦσι, τὸν ἐφεστηκότα καὶ πορίζοντα χρήματα ταύτῃ διαβάλλοντες ἐν ὑμῖν, οὕτω τὴν Φιλίππου δύναμιν δεῖξαι διαλυθησομένην, ἂν ὑμεῖς ταῦτα πεισθῆτε.
然而,我认为,如果他们确实完全基于正义提出这些建议,就像他们企图通过在你们面前诽谤那个指挥并为这支军队筹措资金的人,来瓦解城邦现有的力量一样,他们也应当证明,如果你们听信了这些话,菲利普的力量也会同样被瓦解。
εἰ δὲ μή, σκοπεῖθʼ ὅτι οὐδὲν ἄλλο ποιοῦσιν ἢ καθιστᾶσι τὴν πόλιν εἰς τὸν αὐτὸν τρόπον διʼ οὗ τὰ πράγμαθʼ ἅπαντʼ ἀπολώλεκεν.
否则,请考虑一下,他们除了让城邦陷入那条导致我们所有事务毁于一旦的同一条老路之外,什么也没有做。