Humanitext Reader

狄摩西尼 · 论哈洛涅苏斯岛 §37-46

斐里普的领土侵夺与对通敌者的抨击

第 5 段,共 5 段 · 希腊语

内容简介

演说者指出斐里普在缔结和平条约前夺取了雅典的盟国领地并无理处死了雅典的公益特使,批判了其在赫尔松涅斯关于领土划分的不当行径及雅典公民通过的违法决议,并强烈谴责了那些吃里爬外、偏袒斐里普的亲马其顿派雅典人。

§37ὥσπερ δὲ ταῦτα ἴσμεν, κἀκεῖνα ἴσμεν, τίνι μηνὶ καὶ τίνι ἡμέρᾳ Σέρρειον τεῖχος καὶ Ἐργίσκη καὶ Ἱερὸν ὄρος ἑάλω.
正如我们知道这些事情一样,我们也知道那些事情,即塞里翁·テイコス、埃尔吉斯克和圣山是在哪个月、哪一天陷落的。
οὐ δὴ ἀφανῆ ἐστι τὰ οὕτω πραχθέντα, οὐδὲ κρίσεως δεόμενα, ἀλλὰ πᾶσι γνώριμα πότερος πρότερος ὁ μήν ἐστιν, ἐν ᾧ ἡ εἰρήνη ἐγένετο ἢ ἐν ᾧ τὰ χωρία ἑάλω.
如此所做的事绝非不为人知,也无需裁判;相反,所有人心里都清楚,和平协议达成的那个月和这些地方陷落的那个月,究竟哪一个在先。
§38φησὶ δὲ καὶ τοὺς αἰχμαλώτους ἡμῶν, ὅσοι ἐν τῷ πολέμῳ ἑάλωσαν, ἀποδεδωκέναι·
他还声称已经归还了我们在战争中被俘的所有俘虏。
ὃς τὸν μὲν Καρύστιον, τὸν πρόξενον τῆς ἡμετέρας πόλεως, ὑπὲρ οὗ ὑμεῖς τρεῖς πρέσβεις ἐπέμψατε ἀπαιτοῦντες, τοῦτον τὸν ἄνδρα ἐκεῖνος οὕτω σφόδρα ὑμῖν ἐβούλετο χαρίσασθαι, ὥστʼ ἀπέκτεινε καὶ οὐδʼ ἀναίρεσιν ἔδωκεν, ἵνα ταφῇ.
然而,对于我们城邦的公益特使、来自卡律斯托斯的那个人,尽管你们曾派出了三名使者前去索要,但菲里普为了向你们表示极大的“恩惠”,竟然将他杀害,甚至不肯交还遗体以供安葬。
§39περὶ δὲ Χερρονήσου, ἅ τʼ ἐπιστέλλει πρὸς ὑμᾶς ἄξιόν ἐστιν ἐξετάσαι, ἔτι δὲ καὶ ἃ πράττει, καὶ ταῦτʼ εἰδέναι.
关于赫尔松涅斯,不仅他写给你们的信值得审视,而且他正在做的事也值得了解。
τὸν μὲν γὰρ τόπον ἅπαντα τὸν ἔξω Ἀγορᾶς ὡς ἑαυτοῦ ὄντα καὶ ὑμῖν οὐδὲν προσήκοντα δέδωκε καρποῦσθαι Ἀπολλωνίδῃ τῷ Καρδιανῷ.
因为他把阿哥拉以外的所有地方,都当成是自己的、与你们毫无关系的土地,交给了卡尔迪亚的阿波罗尼德斯去享有收益。
καίτοι Χερρονήσου οἱ ὅροι εἰσίν, οὐκ Ἀγορά, ἀλλὰ βωμὸς τοῦ Διὸς τοῦ ὁρίου, ὅς ἐστι μεταξὺ Πτελεοῦ καὶ Λευκῆς ἀκτῆς, ᾗ ἡ διορυχὴ ἔμελλε Χερρονήσου ἔσεσθαι,
然而,赫尔松涅斯的边界并不是阿哥拉,而是边界宙斯神坛,该神坛位于普特莱翁和莱乌科·阿克特之间,也是原本计划开凿赫尔松涅斯运河的地方。
§40ὥς γε τὸ ἐπίγραμμα τὸ ἐπὶ τοῦ βωμοῦ τοῦ Διὸς τοῦ ὁρίου δηλοῖ.
正如边界宙斯神坛上的铭文所表明的那样。
ἔστι δὲ τουτί· " τόνδε καθιδρύσαντο θεῷ περικαλλέα βωμὸν λευκῆς καὶ Πτελεοῦ μέσσον ὅρον θέμενοι ἐνναέται, χώρης σημήϊον· ἀμμορίης δὲ αὐτὸς ἄναξ μακάρων ἐστὶ μέσος Κρονίδης. "
其内容如下: "在莱乌科和普特莱翁之间设定了中间的边界,当地的居民们建立起了这座献给神明、极其华丽的神坛,作为土地的标记;而在这片共享之地中,受祝福者之王、克罗诺斯之子亲自居于其中。
§41ταύτην μέντοι τὴν χώραν, τοσαύτην οὖσαν ὅσην οἱ πολλοὶ ὑμῶν ἴσασιν, ὡς ἑαυτοῦ οὖσαν τὴν μὲν αὐτὸς καρποῦται, τὴν δʼ ἄλλοις δωρειὰν δέδωκε, καὶ ἅπαντα τὰ κτήματα τὰ ὑμέτερα ὑφʼ αὑτῷ ποιεῖται.
"然而,这片广大得如同你们大多数人所知晓的土地,菲里普却当成自己的土地,一部份自己享有收益,一部份作为礼物送给他人,并将你们所有的财产置于自己的控制之下。
καὶ οὐ μόνον τὴν ἔξω Ἀγορᾶς χώραν σφετερίζεται, ἀλλὰ καὶ πρὸς Καρδιανούς, οἳ οἰκοῦσιν εἴσω Ἀγορᾶς, ἐπιστέλλει ἐν τῇ νῦν ἐπιστολῇ ὡς δεῖ ὑμᾶς διαδικάζεσθαι—πρὸς Καρδιανοὺς τοὺς κατοικοῦντας ἐν τῇ ὑμετέρᾳ—εἴ τι πρὸς αὐτοὺς διαφέρεσθε.
他不仅霸占阿哥拉以外的土地,还在现在的信中对居住在阿哥拉以内的卡尔迪亚人写道,如果你们与他们有任何争议,应当通过诉讼来解决——对那些居住在你们自己领土上的卡尔迪亚人!
§42διαφέρονται δὲ πρὸς ὑμᾶς, σκέψασθε εἰ περὶ μικροῦ.
看看他们与你们的争端是否只是一件小事。
ἑαυτῶν φασι τὴν χώραν οὖσαν οἰκεῖν καὶ οὐχ ὑμετέραν, καὶ τὰ μὲν ὑμέτερα εἶναι ἐγκτήματα ὡς ἐν ἀλλοτρίᾳ, τὰ δὲ ἑαυτῶν κτήμαθʼ ὡς ἐν οἰκείᾳ, καὶ ταῦθʼ ὑμέτερον πολίτην γράψαι ἐν ψηφίσματι, Κάλλιππον Παιανιέα.
他们声称他们居住的土地是他们自己的,而不是你们的,你们的财产是在他人土地上的不动产,而他们自己的财产则是自己领地内的所有权,并声称你们的公民、派亚尼亚的卡利普斯在决议案中写下了这些。
§43καὶ τοῦτό γʼ ἀληθῆ λέγουσιν·
在这一点上,他们说的是真话。
ἔγραψε γάρ, καὶ ἐμοῦ γʼ αὐτὸν γραψαμένου παρανόμων γραφὴν ὑμεῖς ἀπεψηφίσασθε· τοιγάρτοι ἀμφισβητήσιμον ὑμῖν τὴν χώραν κατεσκεύακεν.
因为他确实写过,而当我以违宪提案罪起诉他时,你们却宣告他无罪;因此,他为你们把这片领土变成了争议之地。
ὁπότε δὲ περὶ τούτου τολμήσετε πρὸς Καρδιανοὺς διαδικάζεσθαι, εἴθʼ ὑμετέρα ἐστὶν εἴτʼ ἐκείνων ἡ χώρα, διὰ τί οὐ καὶ πρὸς τοὺς ἄλλους Χερρονησίτας τὸ αὐτὸ δίκαιον ἔσται;
然而,既然你们敢于就此事与卡尔迪亚人通过诉讼来解决,争论这片土地是你们的还是他们的,那么为什么同样的权利不也适用于其他赫尔松涅斯人呢?
§44καὶ οὕτως ὑβριστικῶς ὑμῖν κέχρηται ὥστε φήσιν, ἂν μὴ θέλωσι διαδικάζεσθαι οἱ Καρδιανοί, αὐτὸς ἀναγκάσειν, ὡς ὑμῶν γʼ οὐκ ἂν δυναμένων οὐδὲν ἀναγκάσαι Καρδιανοὺς ὑμῖν ποιῆσαι· ἐπειδὴ δʼ ὑμεῖς οὐ δύνασθε, αὐτός φησι τοῦτʼ ἀναγκάσειν αὐτοὺς ποιῆσαι.
他对你们态度如此傲慢,竟然说如果卡尔迪亚人不愿意进行诉讼,他将亲自予以强迫,仿佛你们根本没有能力强迫卡尔迪亚人为你们做任何事;由于你们无能为力,他说他会强迫他们去做。
ἆρʼ οὐ μεγάλα φαίνεται ὑμᾶς εὐεργετῶν;
这难道看起来是在给你们带来巨大的恩惠吗?
§45καὶ ταύτην τὴν ἐπιστολήν τινες εὖ ἔφασαν γεγράφθαι, οἳ πολὺ ἂν δικαιότερον ὑφʼ ὑμῶν ἢ Φίλιππος μισοῖντο.
有些人说这封信写得很好,他们比菲里普更应该受到你们的痛恨。
ἐκεῖνος μέν γʼ ἑαυτῷ κτώμενος δόξαν καὶ μεγάλʼ ἀγαθὰ ἅπαντα καθʼ ὑμῶν πράττει· ὅσοι δʼ Ἀθηναῖοι ὄντες μὴ τῇ πατρίδι, ἀλλὰ Φιλίππῳ εὔνοιαν ἐνδείκνυνται, προσήκει αὐτοὺς ὑφʼ ὑμῶν κακοὺς κακῶς ἀπολωλέναι, εἴπερ ὑμεῖς τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε.
因为菲里普是为了给自己赢得名声和巨大的利益,而针对你们采取一切行动;然而,那些作为雅典人,却不向祖国而向菲里普表示好意的人,如果你们的脑子是长在太阳穴里,而不是在脚后跟被踩扁的话,他们这些恶棍理应被你们悲惨地消灭。
§46ὑπόλοιπόν μοί ἐστιν ἔτι πρὸς ταύτην τὴν ἐπιστολὴν τὴν εὖ ἔχουσαν καὶ τοὺς λόγους τῶν πρέσβεων γράψαι τὴν ἀπόκρισιν, ἣν ἡγοῦμαι δικαίαν τʼ εἶναι καὶ συμφέρουσαν ὑμῖν.
针对这封“写得很好”的信以及使者们的话,我还需起草一份答复,我认为这份答复对你们既是正义的,也是有利的。

词汇与语法注释

  1. 37πότερος πρότερος ὁ μήν ἐστιν — 在间接疑问从句 `πότερος πρότερος ὁ μήν ἐστιν...` 中,疑问代词 `πότερος`(两者中的哪一个)和用作副词或形容词的比较级 `πρότερος`(更早的)并置,形成了希腊语特有的“两个月份中哪一个是更早的”这一双重比较/疑问结构。
  2. 38ὃς τὸν μὲν Καρύστιον... τοῦτον τὸν ἄνδρα ἐκεῖνος — 虽然该句以关系代词 `ὃς`(主格单数阳性,指代斐里普)开始,但随后的宾格 `τὸν μὲν Καρύστιον` 在后面又以 `τοῦτον τὸν ἄν国`(同为宾格)的形式再次出现,且主语被指示代词 `ἐκεῖνος` 重新陈述,呈现出一种破格(anacoluthon)结构。这种句法上的不规则性体现了为了强调斐里普之无理而产生的修辞性情感波动。
  3. 40ἀμμορίης — 碑文中的爱奥尼亚方言属格名词 `ἀμμορίης`(对应雅典方言的 `ἀμμορίας`)源自形容词 `ἄμμορος`(无份额的、未分割的),在此意为“未分割的土地”或“共有土地”。在“在未分割的土地中,宙斯亲自居于其中(作为边界)”这一语境下,表达了保证边界严密性的神圣权威。
  4. 43ἐμοῦ γʼ αὐτὸν γραψαμένου παρανόμων γραφὴν — 在属格独立结构 `ἐμοῦ ... γραψαμένου` 内部,中间语态动词 `γράφεσθαι`(起诉、告发)要求被起诉者用宾格(`αὐτὸν`),指控罪名用属格(`παρανόμων`,即违宪提案罪),并伴随同源宾格 `γραφήν`(起诉书),在句法上形成了双重宾格和属格的复杂结构。

引用这一段

狄摩西尼, 论哈洛涅苏斯岛 §37-46. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg007.humanitext-grc2:37-46

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。