§18ἀμφότερʼ οὖν οἶδε, καὶ αὑτὸν ὑμῖν ἐπιβουλεύοντα καὶ ὑμᾶς αἰσθανομένους·
因此,他对这两点都心知肚明:既知道自己正针对你们图谋不轨,也知道你们已有所察觉。
εὖ φρονεῖν δʼ ὑμᾶς ὑπολαμβάνων, δικαίως αὑτὸν μισεῖν νομίζει, καὶ παρώξυνται, πείσεσθαί τι προσδοκῶν, ἂν καιρὸν λάβητε, ἂν μὴ φθάσῃ ποιήσας πρότερος.
既然他假定你们是明智的,他便认为你们憎恨他是理所当然的;并且他正处于高度戒备与激怒之中,预料到一旦你们得到机会,除非他先发制人,否则自己将会遭受损失。
§19διὰ ταῦτʼ ἐγρήγορεν, ἐφέστηκεν, ἐπὶ τῇ πόλει θεραπεύει τινάς, Θηβαίους καὶ Πελοποννησίων τοὺς ταὐτὰ βουλομένους τούτοις, οὓς διὰ μὲν πλεονεξίαν τὰ παρόντʼ ἀγαπήσειν οἴεται, διὰ δὲ σκαιότητα τρόπων τῶν μετὰ ταῦτʼ οὐδὲν προόψεσθαι.
正因如此,他时刻警惕,严阵以待,并针对我们的城邦来拉拢某些人:即底比斯人以及那些与他们有相同意图的伯罗奔尼撒人。 他认为,这些人会由于贪欲而满足于现状,但由于性格的愚蠢,他们将对随后发生的事情毫无预见。
καίτοι σωφρονοῦσί γε καὶ μετρίως ἐναργῆ παραδείγματʼ ἔστιν ἰδεῖν, ἃ καὶ πρὸς Μεσσηνίους καὶ πρὸς Ἀργείους ἔμοιγʼ εἰπεῖν συνέβη, βέλτιον δʼ ἴσως καὶ πρὸς ὑμᾶς ἐστιν εἰρῆσθαι.
然而,对于明智的人来说,是可以看见相当明白的前车之鉴的,这些例子我刚好对美塞尼亚人和阿哥斯人都说过,但也许对你们也说一遍会更好。
§20πῶς γὰρ οἴεσθʼ,
ἔφην,
ὦ ἄνδρες Μεσσήνιοι, δυσχερῶς ἀκούειν Ὀλυνθίους, εἴ τίς τι λέγοι κατὰ Φιλίππου κατʼ ἐκείνους τοὺς χρόνους, ὅτʼ Ἀνθεμοῦντα μὲν αὐτοῖς ἀφίει, ἧς πάντες οἱ πρότερον Μακεδονίας βασιλεῖς ἀντεποιοῦντο, Ποτείδαιαν δʼ ἐδίδου τοὺς Ἀθηναίων ἀποίκους ἐκβάλλων, καὶ τὴν μὲν ἔχθραν τὴν πρὸς ἡμᾶς αὐτὸς ἀνῄρητο, τὴν χώραν δʼ ἐκείνοις ἐδεδώκει καρποῦσθαι;
“因为,”我说,“美塞尼亚的男子汉们,你们认为在那个时候,当腓力将历代马其顿国王都争夺的安塞穆斯让给奥林索斯人,并通过驱逐雅典殖民者而将波提狄亚赐予他们,甚至亲自承担了对我们的敌意,而将那片土地交给他们去享用时,如果有人说腓力的坏话,奥林索斯人听了会多么反感吗?
ἆρα προσδοκᾶν αὐτοὺς τοιαῦτα πείσεσθαι, ἢ λέγοντος ἄν τινος πιστεῦσαι οἴεσθε;
你们认为他们当时会预料到自己将遭受如今这样的下场,或者如果有人这么说,他们会相信吗?
§21ἀλλʼ ὅμως,
ἔφην ἐγώ,
μικρὸν χρόνον τὴν ἀλλοτρίαν καρπωσάμενοι πολὺν τῆς αὑτῶν ὑπʼ ἐκείνου στέρονται, αἰσχρῶς ἐκπεσόντες, οὐ κρατηθέντες μόνον, ἀλλὰ καὶ προδοθέντες ὑπʼ ἀλλήλων καὶ πραθέντες·
然而,”我说道,“在享受了别人的土地仅一小段时间之后,他们自己的土地却长期被他剥夺,不仅被征服,而且彼此出卖并被贩卖,从而可耻地被驱逐出境。
οὐ γὰρ ἀσφαλεῖς ταῖς πολιτείαις αἱ πρὸς τοὺς τυράννους αὗται λίαν ὁμιλίαι.
因为与僭主的这种过度亲密,对于自由的政体而言是极其不安全的。
§22τί δʼ οἱ Θετταλοί;
那么色萨利人呢?
ἆρʼ οἴεσθʼ,
ἔφην,
ὅτʼ αὐτοῖς τοὺς τυράννους ἐξέβαλλε καὶ πάλιν Νίκαιαν καὶ Μαγνησίαν ἐδίδου, προσδοκᾶν τὴν καθεστῶσαν νῦν δεκαδαρχίαν ἔσεσθαι παρʼ αὐτοῖς;
你们认为,”我说,“当他为他们驱逐僭主,并再次赐予他们尼凯亚和马格尼西亚时,他们会预料到如今建立在他们之中的十人联合统治会存在吗?
ἢ τὸν τὴν πυλαίαν ἀποδόντα, τοῦτον τὰς ἰδίας αὐτῶν προσόδους παραιρήσεσθαι;
或者,他们会料到那把相邻会议的席位归还给他们的人,会夺走他们自己的私有收入吗?
οὐκ ἔστι ταῦτα.
绝非如此。
ἀλλὰ μὴν γέγονεν ταῦτα καὶ πᾶσιν ἔστιν εἰδέναι·
然而,这些事确实发生了,人人皆可知道。
§23ὑμεῖς δʼ,
ἔφην ἐγώ,
διδόντα μὲν καὶ ὑπισχνούμενον θεωρεῖτε Φίλιππον, ἐξηπατηκότα δʼ ἤδη καὶ παρακεκρουμένον ἀπεύχεσθε, εἰ σωφρονεῖτε δή, ἰδεῖν.
而你们,”我说道,“眼看着腓力在施予和承诺,但如果你们确实明智的话,应该祈祷不要看到他已经欺骗并戏弄了你们。
ἔστι τοίνυν νὴ Δίʼ,
ἔφην ἐγώ,
παντοδαπὰ εὑρημένα ταῖς πόλεσιν πρὸς φυλακὴν καὶ σωτηρίαν, οἷον χαρακώματα καὶ τείχη καὶ τάφροι καὶ τἄλλʼ ὅσα τοιαῦτα.
诚然,指天发誓,”我说,“各个城邦为了防卫和安全,已经发明了各式各样的方法,比如篱栅、城壁、壕沟以及其他诸如此类的一切。
§24καὶ ταῦτα μέν ἐστιν ἅπαντα χειροποίητα καὶ δαπάνης προσδεῖται· ἓν δέ τι κοινὸν ἡ φύσις τῶν εὖ φρονούντων ἐν αὑτῇ κέκτηται φυλακτήριον, ὃ πᾶσι μέν ἐστʼ ἀγαθὸν καὶ σωτήριον, μάλιστα δὲ τοῖς πλήθεσι πρὸς τοὺς τυράννους.
而且这一切全都是人工建造的,并且需要费用;然而,明智之人的本性中却拥有一项共同的防护,它对所有人都是有益且能救命的,特别是对民主政体用以对抗僭主而言。
τί οὖν ἐστι τοῦτο;
那么,这是什么呢?
ἀπιστία.
警惕与不信。
ταύτην φυλάττετε, ταύτης ἀντέχεσθε· ἂν ταύτην σῴζητε, οὐδὲν μὴ δεινὸν πάθητε.
保卫它,坚持它;如果你们保有它,就绝不会遭受可怕的灾祸。
τί ζητεῖτʼ;
你们在追求什么?
ἔφην.
”我说。
§25ἐλευθερίαν;
“自由吗?
εἶτʼ οὐχ ὁρᾶτε Φίλιππον ἀλλοτριωτάτας ταύτῃ καὶ τὰς προσηγορίας ἔχοντα;
那么你们难道没看见腓力甚至连他的头衔都与此格格不入吗?
βασιλεὺς γὰρ καὶ τύραννος ἅπας ἐχθρὸς ἐλευθερίᾳ καὶ νόμοις ἐναντίος.
因为任何国王和僭主都是自由的敌人,并且与法律对立。
οὐ φυλάξεσθʼ ὅπως,
ἔφην,
μὴ πολέμου ζητοῦντες ἀπαλλαγῆναι δεσπότην εὕρητε;
难道你们不警惕吗,”我说,“以免因为想要摆脱战争,反倒找到了一个主人?
§26ταῦτʼ ἀκούσαντες ἐκεῖνοι, καὶ θορυβοῦντες ὡς ὀρθῶς λέγεται, καὶ πολλοὺς ἑτέρους λόγους παρὰ τῶν πρέσβεων καὶ παρόντος ἐμοῦ καὶ πάλιν ὕστερον, ὡς ἔοικεν, οὐδὲν μᾶλλον ἀποσχήσονται τῆς Φιλίππου φιλίας οὐδʼ ὧν ἐπαγγέλλεται.
” 尽管他们听到了这些话,并喝彩说讲得对,并且在我在场时以及后来,又从使者们那里听到了许多其他的言论,但看来他们丝毫不会因此而远离腓力的友谊,也不会远离他的承诺。
§27καὶ οὐ τοῦτʼ ἔστʼ ἄτοπον, εἰ Μεσσήνιοι καὶ Πελοποννησίων τινὲς παρʼ ἃ τῷ λογισμῷ βέλτισθʼ ὁρῶσί τι πράξουσιν, ἀλλʼ ὑμεῖς οἱ καὶ συνιέντες αὐτοὶ καὶ τῶν λεγόντων ἀκούοντες ἡμῶν, ὡς ἐπιβουλεύεσθε, ὡς περιστοιχίζεσθε, ἐκ τοῦ μηδὲν ἤδη ποιῆσαι λήσεθʼ, ὡς ἐμοὶ δοκεῖ, πάνθʼ ὑπομείναντες· οὕτως ἡ παραυτίχʼ ἡδονὴ καὶ ῥᾳστώνη μεῖζον ἰσχύει τοῦ ποθʼ ὕστερον συνοίσειν μέλλοντος.
而且这并不奇怪,如果美塞尼亚人和某些伯罗奔尼撒人的所作所为违背了他们理智上所见的最优选择;但是你们这些既靠自己明白、又听取我们诉说的人——听我们说你们是如何被阴谋对付、如何被重重包围的——在我看来,由于如今什么也不做,将会在不知不觉中默默承受一切;眼前的享乐和安逸对日后将产生裨益之事的压制,竟至如此之深。
§28περὶ μὲν δὴ τῶν ἡμῖν πρακτέων καθʼ ὑμᾶς αὐτοὺς ὕστερον βουλεύσεσθε, ἂν σωφρονῆτε· ἃ δὲ νῦν ἀποκρινάμενοι τὰ δέοντʼ ἂν εἴητʼ ἐψηφισμένοι, ταῦτʼ ἤδη λέξω.
至于我们自己该做什么,如果你们明智的话,稍后你们将在你们自己内部进行商议;但现在你们应该如何回复才能通过必要的决议,这我现在就来说。
ΑΠΟΚΡΙΣΙΣ.
ἦν μὲν οὖν δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἐνεγκόντας τὰς ὑποσχέσεις, ἐφʼ αἷς ἐπείσθητε ποιήσασθαι τὴν εἰρήνην, καλεῖν·
ΑΠΟΚΡΙΣΙΣ. 雅典的男子汉们,其实,传召那些带来了使你们被说服达成和约的承诺的人,原本才是公正的;