Humanitext Reader

狄摩西尼 · 第二反腓力辞 §10-17

腓力敌视雅典并结盟底比斯的原因

第 2 段,共 4 段 · 希腊语

内容简介

德摩斯梯尼指出,由于雅典在历史上坚持捍卫正义和希腊同胞的自由,因而为腓力所忌惮,致使腓力选择联合唯利是图的底比斯和阿哥斯;他警告称,腓力的所有部署本质上都指向打压雅典。

§10κέκρισθε γὰρ ἐκ τούτων τῶν ἔργων μόνοι τῶν πάντων μηδενὸς ἂν κέρδους τὰ κοινὰ δίκαια τῶν Ἑλλήνων προέσθαι, μηδʼ ἀνταλλάξασθαι μηδεμιᾶς χάριτος μηδʼ ὠφελείας τὴν εἰς τοὺς Ἕλληνας εὔνοιαν.
因为通过这些行为,你们在所有人中被判定为唯一不会为了任何利益而放弃希腊人的共同权利、也不会为了任何恩泽或好处而交易对希腊人的好意的人。
καὶ ταῦτʼ εἰκότως καὶ περὶ ὑμῶν οὕτως ὑπείληφε καὶ κατʼ Ἀργείων καὶ Θηβαίων ὡς ἑτέρως, οὐ μόνον εἰς τὰ παρόνθʼ ὁρῶν, ἀλλὰ καὶ τὰ πρὸ τούτων λογιζόμενος.
他理所当然地对你们抱有这样的看法,而对阿哥斯人和底比斯人则抱有相反的看法,这不仅是因为他看到了眼前的事,也是因为他考量了此前的历史。
§11εὑρίσκει γάρ, οἶμαι, καὶ ἀκούει τοὺς μὲν ὑμετέρους προγόνους, ἐξὸν αὐτοῖς τῶν λοιπῶν ἄρχειν Ἑλλήνων ὥστʼ αὐτοὺς ὑπακούειν βασιλεῖ, οὐ μόνον οὐκ ἀνασχομένους τὸν λόγον τοῦτον, ἡνίκʼ ἦλθεν Ἀλέξανδρος ὁ τούτων πρόγονος περὶ τούτων κῆρυξ, ἀλλὰ καὶ τὴν χώραν ἐκλιπεῖν προελομένους καὶ παθεῖν ὁτιοῦν ὑπομείναντας, καὶ μετὰ ταῦτα πράξαντας ταῦθʼ ἃ πάντες ἀεὶ γλίχονται λέγειν, ἀξίως δʼ οὐδεὶς εἰπεῖν δεδύνηται, διόπερ κἀγὼ παραλείψω, δικαίως (ἔστι γὰρ μείζω τἀκείνων ἔργα ἢ ὡς τῷ λόγῳ τις ἂν εἴποι), τοὺς δὲ Θηβαίων καὶ Ἀργείων προγόνους τοὺς μὲν συστρατεύσαντας τῷ βαρβάρῳ, τοὺς δʼ οὐκ ἐναντιωθέντας.
因为我想,他发现并听说,你们的祖先在只要自己顺从波斯国王就可以统治其余希腊人的情况下,不仅在这些人的祖先亚历山大作为关于此事的使者前来时,无法容忍这种提议,反而选择放弃国土并甘愿承受任何苦难,在此之后还成就了那些人人总是渴望提及、却无人能相称地加以描述的伟业,因此我也理所当然地予以略过(因为他们的功绩比任何人能用言语表达的还要伟大);而他同时也发现并听说,底比斯人和阿哥斯人的祖先,一者与异族联军并肩作战,另一者则未加抵抗。
§12οἶδεν οὖν ἀμφοτέρους ἰδίᾳ τὸ λυσιτελοῦν ἀγαπήσοντας, οὐχ ὅ τι συνοίσει κοινῇ τοῖς Ἕλλησι σκεψομένους.
因此,他知道这两者都会贪图各自的私利,而不会考虑什么才对希腊人共同有益。
ἡγεῖτʼ οὖν, εἰ μὲν ὑμᾶς ἕλοιτο, φίλους ἐπὶ τοῖς δικαίοις αἱρήσεσθαι, εἰ δʼ ἐκείνοις προσθεῖτο, συνεργοὺς ἕξειν τῆς αὑτοῦ πλεονεξίας.
所以他认为,如果他选择你们,就是选择了基于正义的友人;但如果他投靠他们,就会获得自己扩张私利的帮手。
διὰ ταῦτʼ ἐκείνους ἀνθʼ ὑμῶν καὶ τότε καὶ νῦν αἱρεῖται.
正因为这些原因,他无论在当时还是在现在,都选择他们而放弃你们。
οὐ γὰρ δὴ τριήρεις γʼ ὁρᾷ πλείους αὐτοῖς ἢ ὑμῖν οὔσας· οὐδʼ ἐν τῇ μεσογείᾳ τινʼ ἀρχὴν εὕρηκε, τῆς δʼ ἐπὶ τῇ θαλάττῃ καὶ τῶν ἐμπορίων ἀφέστηκεν· οὐδʼ ἀμνημονεῖ τοὺς λόγους οὐδὲ τὰς ὑποσχέσεις, ἐφʼ αἷς τῆς εἰρήνης ἔτυχεν.
因为他绝非看到他们的三段击桨战船比你们多,也不是因为他在内陆建立了某种统治,从而放弃了海上及贸易港口的控制权,更不是因为他忘记了自己得以达成和约的那些言辞和承诺。
§13ἀλλὰ νὴ Δίʼ, εἴποι τις ἂν ὡς πάντα ταῦτʼ εἰδώς, οὐ πλεονεξίας ἕνεκʼ οὐδʼ ὧν ἐγὼ κατηγορῶ τότε ταῦτʼ ἔπραξεν, ἀλλὰ τῷ δικαιότερα τοὺς Θηβαίους ἢ ὑμᾶς ἀξιοῦν.
但是,指天发誓,可能有人会说,他虽然知道这一切,但当时做出这些事并非为了扩张利益,也不是因为我所指责他的那些原因,而是因为他认为底比斯人的诉求比你们的诉求更为公正。
ἀλλὰ τοῦτον καὶ μόνον πάντων τῶν λόγων οὐκ ἔνεστιν αὐτῷ νῦν εἰπεῖν·
但在所有的说辞中,唯独这一条是他现在绝无法说的。
ὁ γὰρ Μεσσήνην Λακεδαιμονίους ἀφιέναι κελεύων, πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτʼ εἶναι πεποιηκέναι σκήψαιτο;
因为,一个命令拉刻代蒙人放弃美塞尼亚的人,怎么可能借口说自己当时把奥尔科梅诺斯和科罗尼亚移交给底比斯人,是因为他认为这是公正的呢?
§14ἀλλʼ ἐβιάσθη νὴ Δία (ταῦτα γάρ ἐσθʼ ὑπόλοιπον) καὶ παρὰ γνώμην, τῶν Θετταλῶν ἱππέων καὶ τῶν Θηβαίων ὁπλιτῶν ἐν μέσῳ ληφθείς, συνεχώρησε ταῦτα.
但是,指天发誓,他是被迫的(因为只有这一种说辞剩下了),并且违背了自己的意愿,在被色萨利骑兵和底比斯重装步兵夹在中间时,他才妥协做出了这些让步。
καλῶς.
好极了。
οὐκοῦν φασὶ μὲν μέλλειν πρὸς τοὺς Θηβαίους αὐτὸν ὑπόπτως ἔχειν, καὶ λογοποιοῦσιν περιιόντες τινὲς ὡς Ἐλάτειαν τειχιεῖ.
于是人们确实在说他将对底比斯人怀有戒心,甚至有人到处散布谣言,说他将给埃拉提亚筑城。
§15ὁ δὲ ταῦτα μὲν μέλλει καὶ μελλήσει γʼ, ὡς ἐγὼ κρίνω, τοῖς Μεσσηνίοις δὲ καὶ τοῖς Ἀργείοις ἐπὶ τοὺς Λακεδαιμονίους συλλαμβάνειν οὐ μέλλει, ἀλλὰ καὶ ξένους εἰσπέμπει καὶ χρήματʼ ἀποστέλλει καὶ δύναμιν μεγάλην ἔχων αὐτός ἐστι προσδόκιμος.
然而,据我判断,他在筑城一事上正在拖延,而且也将会继续拖延;但他在帮助美塞尼亚人和阿哥斯人对抗拉刻代蒙人一事上却毫不拖延,反而派去了雇佣兵,送去了资金,且他本人也正被预期将亲自率领大军抵达。
τοὺς μὲν ὄντας ἐχθροὺς Θηβαίων Λακεδαιμονίους ἀναιρεῖ, οὓς δʼ ἀπώλεσεν αὐτὸς πρότερον Φωκέας νῦν σῴζει;
他一方面在消灭底比斯人现有的仇敌拉刻代蒙人,另一方面现在却去拯救自己先前毁灭的福基斯人吗?
καὶ τίς ἂν ταῦτα πιστεύσειεν;
谁会相信这些?
§16ἐγὼ μὲν γὰρ οὐκ ἂν ἡγοῦμαι Φίλιππον, οὔτʼ εἰ τὰ πρῶτα βιασθεὶς ἄκων ἔπραξεν, οὔτʼ ἂν εἰ νῦν ἀπεγίγνωσκε Θηβαίους, τοῖς ἐκείνων ἐχθροῖς συνεχῶς ἐναντιοῦσθαι, ἀλλʼ ἀφʼ ὧν νῦν ποιεῖ, κἀκεῖνʼ ἐκ προαιρέσεως δῆλός ἐστι ποιήσας, ἐκ πάντων δʼ, ἄν τις ὀρθῶς θεωρῇ, πάνθʼ ἃ πραγματεύεται κατὰ τῆς πόλεως συντάττων.
因为我认为,如果腓力当初是被被迫且违心做了那些事,或者如果他现在正要抛弃底比斯人,他绝不会一直去反对他们的敌人;相反,从他现在的所作所为来看,显而易见他当时的那些做法也是出于有意的选择,而且如果有人正确地审视,从他的一切行动中都可以看出,他所筹划的一切事务都在针对我们的城邦。
§17καὶ τοῦτʼ ἐξ ἀνάγκης τρόπον τινʼ αὐτῷ νῦν γε δὴ συμβαίνει.
而这在某种意义上,如今已成为他不可避免的必然选择。
λογίζεσθε γάρ. ἄρχειν βούλεται, τούτου δʼ ἀνταγωνιστὰς μόνους ὑπείληφεν ὑμᾶς.
因为请你们考量:他想要统治,而他认为在这一目标上,你们是他唯一的竞争对手。
ἀδικεῖ πολὺν ἤδη χρόνον, καὶ τοῦτʼ αὐτὸς ἄριστα σύνοιδεν αὑτῷ· οἷς γὰρ οὖσιν ὑμετέροις ἔχει, τούτοις πάντα τἄλλʼ ἀσφαλῶς κέκτηται·
他作恶已久,对此他自己最清楚不过;因为凭借他所占领的本属于你们的那些领地,他才能安全地保有他的其他一切领土。
εἰ γὰρ Ἀμφίπολιν καὶ Ποτείδαιαν προεῖτο, οὐδʼ ἂν οἴκοι μένειν βεβαίως ἡγεῖται.
如果他放弃阿姆菲波利斯和波提狄亚,他认为自己甚至无法安全地留守在本国。

词汇与语法注释

  1. §10μηδενὸς ἂν κέρδους — 语气词 ἂν 作用于不定式 προέσθαι(προΐημι 的第二不定过去时)和 ἀνταλλάξασθαι,在间接引语中表示某种潜在或虚拟语气(“你们绝不会为了任何利益而放弃……”)。属格 μηδενὸς κέρδους 表示代价或交换。
  2. §11ἐξὸν — 非人称动词 ἔξεστι 的中性单数分词,构成宾格绝对(accusative absolute)结构,在此表示让步(“尽管他们本可以统治其余的希腊人”)。
  3. §12εἰ μὲν ὑμᾶς ἕλοιτο, φίλους ἐπὶ τοῖς δικαίοις αἱρήσεσθαι — 间接引语中的条件句,依存于过去时动词 ἡγεῖτο。在直接引语中这本是一个混合条件句:“如果他选择你们(希求过去时 ἕλοιτο),他将会选择(直说未来时 αἱρήσεται)”。在间接引语中,主句变为未来不定式(αἱρήσεσθαι),而条件从句保持希求法。
  4. §16οὐκ ἂν ἡγοῦμαι ... ἐναντιοῦσθαι — 语气词 ἂν 并不修饰主句动词 ἡγοῦμαι,而是作用于不定式 ἐναντιοῦσθαι,表示间接引语中的潜在可能(“我不认为腓力会持续反对”,相当于直接引语的 ἐναντιοῖτο ἄν)。
  5. §17οἷς γὰρ οὖσιν ὑμετέροις ἔχει — 关系代词 οἷς 因受其先行词 τούτοις(与格)的格位支配而产生格同化(相当于 τούτοις ἃ ὑμέτερα ὄντα ἔχει,即“凭借他所占领的、本属于你们的那些东西”)。分词 οὖσιν 在关系从句中与 ὑμετέροις 保持性、数、格的一致,起表语(叙述性)作用。

引用这一段

狄摩西尼, 第二反腓力辞 §10-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg006.humanitext-grc2:10-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。