§29οὔτε γὰρ αὐτὸς ἄν ποθʼ ὑπέμεινα πρεσβεύειν, οὔτʼ ἂν ὑμεῖς οἶδʼ ὅτι ἐπαύσασθε πολεμοῦντες, εἰ τοιαῦτα πράξειν τυχόντʼ εἰρήνης Φίλιππον ᾤεσθε·
因为,如果你们当时认为腓力在获得和平后会做出这样的事,我既绝不会甘愿出任使者,你们也(我很清楚)绝不会停止战争;然而当时人们所说的话,与这些事情相去甚远。
ἀλλʼ ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα. καὶ πάλιν γʼ ἑτέρους καλεῖν.
而且确实,还应该传召另外一些人。
τίνας;
谁呢?
τοὺς ὅτʼ ἐγὼ γεγονυίας ἤδη τῆς εἰρήνης ἀπὸ τῆς ὑστέρας ἥκων πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους, αἰσθόμενος φενακιζομένην τὴν πόλιν, προὔλεγον καὶ διεμαρτυρόμην καὶ οὐκ εἴων προέσθαι Πύλας οὐδὲ Φωκέας, §30λέγοντας ὡς ἐγὼ μὲν ὕδωρ πίνων εἰκότως δύστροπος καὶ δύσκολός εἰμί τις ἄνθρωπος, Φίλιππος δʼ, ἅπερ εὔξαισθʼ ἂν ὑμεῖς, ἂν παρέλθῃ, πράξει, καὶ Θεσπιὰς μὲν καὶ Πλαταιὰς τειχιεῖ, Θηβαίους δὲ παύσει τῆς ὕβρεως, Χερρόνησον δὲ τοῖς αὑτοῦ τέλεσιν διορύξει, Εὔβοιαν δὲ καὶ τὸν Ὠρωπὸν ἀντʼ Ἀμφιπόλεως ὑμῖν ἀποδώσει·
当和约已经达成、我从负责宣誓的第二次使团归来时,察觉到城邦正受蒙蔽,因而预先警告、极力申诉、不容许放弃皮莱和福基斯人时,那些人说,我因为只喝水,理所当然是个脾气古怪、难以相处的人;而腓力一旦通过关隘,就会做你们所祈求的一切:他将筑起塞斯皮埃和普拉提亚的城墙,制止底比斯人的狂妄,用他自己的费用凿通赫罗尼索斯,并将优波亚和奥罗波斯还给你们以代替安菲波利斯。
ταῦτα γὰρ ἅπαντʼ ἐπὶ τοῦ βήματος ἐνταῦθα μνημονεύετʼ οἶδʼ ὅτι ῥηθέντα, καίπερ ὄντες οὐ δεινοὶ τοὺς ἀδικοῦντας μεμνῆσθαι.
因为这所有的话,我确信你们都还记得是在这里的讲坛上说过的,尽管你们并不擅长记住那些伤害你们的人。
§31καὶ τὸ πάντων αἴσχιστον, καὶ τοῖς ἐκγόνοις πρὸς τὰς ἐλπίδας τὴν αὐτὴν εἰρήνην εἶναι ταύτην ἐψηφίσασθε· οὕτω τελέως ὑπήχθητε.
而且最可耻的是,你们甚至决议让这同一和约也伴随着这些希望延续给子孙后代;你们就是被如此彻底地诱骗了。
τί δὴ ταῦτα νῦν λέγω καὶ καλεῖν φημὶ δεῖν τούτους;
那么,为什么我现在说这些,并说应该传召这些人呢?
ἐγὼ νὴ τοὺς θεοὺς τἀληθῆ μετὰ παρρησίας ἐρῶ πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι· §32οὐχ ἵνʼ εἰς λοιδορίαν ἐμπεσὼν ἐμαυτῷ μὲν ἐξ ἴσου λόγον παρʼ ὑμῖν ποιήσω, τοῖς δʼ ἐμοὶ προσκρούσασιν ἐξ ἀρχῆς καὶ νῦν παράσχω πρόφασιν τοῦ πάλιν τι λαβεῖν παρὰ Φιλίππου, οὐδʼ ἵνʼ ὡς ἄλλως ἀδολεσχῶ· ἀλλʼ οἴομαί ποθʼ ὑμᾶς λυπήσειν ἃ Φίλιππος πράττει μᾶλλον ἢ τὰ νυνί·
指天发誓,我将毫无保留地向你们说明真相,绝不隐瞒:这并非为了让我落入相互谩骂之中、从而在你们面前争取到与他们同等的发言权,也不是为了给那些从一开始就与我冲突的人提供如今再次从腓力那里拿取好处的借口,更不是为了进行无聊的闲扯;而是因为我认为,腓力现在的所作所为,总有一天会比眼前的事情更令你们痛苦。
§33τὸ γὰρ πρᾶγμʼ ὁρῶ προβαῖνον, καὶ οὐχὶ βουλοίμην ἂν εἰκάζειν ὀρθῶς, φοβοῦμαι δὲ μὴ λίαν ἐγγὺς ᾖ τοῦτʼ ἤδη.
因为我看到事态正在向前推进,我虽不愿自己料事如神,但我担心这已经迫在眉睫了。
ὅταν οὖν μηκέθʼ ὑμῖν ἀμελεῖν ἐξουσία γίγνηται τῶν συμβαινόντων, μηδʼ ἀκούηθʼ ὅτι ταῦτʼ ἐφʼ ὑμᾶς ἐστιν ἐμοῦ μηδὲ τοῦ δεῖνος, ἀλλʼ αὐτοὶ πάντες ὁρᾶτε καὶ εὖ εἰδῆτε, ὀργίλους καὶ τραχεῖς ὑμᾶς ἔσεσθαι νομίζω.
因此,当你们再也没有余地去忽视正在发生的事,也不再是从我或某人口中听说这些事是针对你们的、而是你们自己全都亲眼看见并且确知时,我认为你们将会变得愤怒而严厉。
§34φοβοῦμαι δὴ μή, τῶν πρέσβεων σεσιωπηκότων ἐφʼ οἷς αὑτοῖς συνίσασι δεδωροδοκηκότες, τοῖς ἐπανορθοῦν τι πειρωμένοις τῶν διὰ τούτους ἀπολωλότων τῇ παρʼ ὑμῶν ὀργῇ περιπεσεῖν συμβῇ· ὁρῶ γὰρ ὡς τὰ πόλλʼ ἐνίους οὐκ εἰς τοὺς αἰτίους, ἀλλʼ εἰς τοὺς ὑπὸ χεῖρα μάλιστα τὴν ὀργὴν ἀφιέντας.
所以我担心,在使者们因自知收受贿赂而保持沉默时,那些试图挽救因这些人而遭受之损失的人,反而会沦为你们怒气的牺牲品;因为我看到,在大多数情况下,有些人宣泄怒火并非针对罪魁祸首,而是针对最触手及的人。
§35ἕως οὖν ἔτι μέλλει καὶ συνίσταται τὰ πράγματα καὶ κατακούομεν ἀλλήλων, ἕκαστον ὑμῶν καίπερ ἀκριβῶς εἰδόθʼ ὅμως ἐπαναμνῆσαι βούλομαι, τίς ὁ Φωκέας πείσας καὶ Πύλας προέσθαι, ὧν καταστὰς ἐκεῖνος κύριος τῆς ἐπὶ τὴν Ἀττικὴν ὁδοῦ καὶ τῆς εἰς Πελοπόννησον κύριος γέγονεν, καὶ πεποίηχʼ ὑμῖν μὴ περὶ τῶν δικαίων μηδʼ ὑπὲρ τῶν ἔξω πραγμάτων εἶναι τὴν βουλήν, ἀλλʼ ὑπὲρ τῶν ἐν τῇ χώρᾳ καὶ τοῦ πρὸς τὴν Ἀττικὴν πολέμου, ὃς λυπήσει μὲν ἕκαστον, ἐπειδὰν παρῇ, γέγονεν δʼ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
因此,当危险尚在未来、事态正在积聚,而我们还能倾听彼此发言时,尽管你们每一个人都心知肚明,我仍想提醒大家:是谁说服你们放弃福基斯人和皮莱的? 那个家伙掌握了这些之后,便成为了通往阿提卡之路以及进入伯罗奔尼撒之路的支配者,并使得你们的审议既非关乎正义,也非关乎外部事务,而是关乎本土内部的事务,以及针对阿提卡的战争——这场战争一旦降临就会令你们每一个人感到痛苦,但它正是在那一天播下祸根的。
§36εἰ γὰρ μὴ παρεκρούσθητε τόθʼ ὑμεῖς, οὐδὲν ἂν ἦν τῇ πόλει πρᾶγμα· οὔτε γὰρ ναυσὶ δήπου κρατήσας εἰς τὴν Ἀττικὴν ἦλθεν ἄν ποτε στόλῳ Φίλιππος, οὔτε πεζῇ βαδίζων ὑπὲρ τὰς Πύλας καὶ Φωκέας, ἀλλʼ ἢ τὰ δίκαιʼ ἂν ἐποίει καὶ τὴν εἰρήνην ἄγων ἡσυχίαν εἶχεν, ἢ παραχρῆμʼ ἂν ἦν ἐν ὁμοίῳ πολέμῳ διʼ ὃν τότε τῆς εἰρήνης ἐπεθύμησεν.
因为如果你们当时没有受骗,城邦就根本不会有任何麻烦;因为,腓力既不可能在海上获胜、率领舰队来到阿提卡,也不可能由陆路跨越皮莱和福基斯,他要么会行事公正、遵守和约而保持平静,要么会立刻陷入同样的战争之中——正是那场战争使他当时极度渴望和平。
§37ταῦτʼ οὖν, ὡς μὲν ὑπομνῆσαι, νῦν ἱκανῶς εἴρηται, ὡς δʼ ἂν ἐξετασθείη μάλιστʼ ἀκριβῶς, μὴ γένοιτʼ, ὦ πάντες θεοί·
因此,就提醒你们而言,这些话现在已经说得足够了;但是,愿它绝不要以最严酷的方式得到检验,噢,诸位神明啊!
οὐδένα γὰρ βουλοίμην ἔγωγʼ ἄν, οὐδʼ εἰ δίκαιός ἐστʼ ἀπολωλέναι, μετὰ τοῦ πάντων κινδύνου καὶ τῆς ζημίας δίκην ὑποσχεῖν.
因为,哪怕某人罪有应得、死不足惜,我也不希望他受惩罚时要伴随着所有人的危险与损失。