Humanitext Reader

狄摩西尼 · 第二反腓力辞 §1-9

腓力的扩张政策与雅典的消极不作为

第 1 段,共 4 段 · 希腊语

内容简介

发言者指出腓力的扩张政策以及雅典目前的消极无为,强调了局势的严重性,并指出选择正确行动方案的必要性。

§1ὅταν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγοι γίγνωνται περὶ ὧν Φίλιππος πράττει καὶ βιάζεται παρὰ τὴν εἰρήνην, ἀεὶ τοὺς ὑπὲρ ἡμῶν λόγους καὶ δικαίους καὶ φιλανθρώπους ὁρῶ φαινομένους, καὶ λέγειν μὲν ἅπαντας ἀεὶ τὰ δέοντα δοκοῦντας τοὺς κατηγοροῦντας Φιλίππου, γιγνόμενον δʼ οὐδὲν ὡς ἔπος εἰπεῖν τῶν δεόντων, οὐδʼ ὧν εἵνεκα ταῦτʼ ἀκούειν ἄξιον·
雅典的公民们,每当人们对腓力违反和约所做所为的强暴行径进行讨论时,我总是看到为我们辩护的言论显得既公正又仁慈,而指责腓力的人也似乎总是说出了该说的话,但实际上该做的事却几乎一件也没有做,也没有产生任何值得听取这些言论的实际效果。
§2ἀλλʼ εἰς τοῦτʼ ἤδη προηγμένα τυγχάνει πάντα τὰ πράγματα τῇ πόλει, ὥσθʼ ὅσῳ τις ἂν μᾶλλον καὶ φανερώτερον ἐξελέγχῃ Φίλιππον καὶ τὴν πρὸς ὑμᾶς εἰρήνην παραβαίνοντα καὶ πᾶσι τοῖς Ἕλλησιν ἐπιβουλεύοντα, τοσούτῳ τὸ τί χρὴ ποιεῖν συμβουλεῦσαι χαλεπώτερον.
然而,城邦的一切事务如今已陷入了这样一种境地:任何人越是充分、越是显而易见地揭露腓力违反与你们的合约并对所有希腊人图谋不轨,提出应该做什么的建议就变得越发困难。
§3αἴτιον δὲ τούτων, ὅτι πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς πλεονεκτεῖν ζητοῦντας ἔργῳ κωλύειν καὶ πράξεσιν, οὐχὶ λόγοις δέον, πρῶτον μὲν ἡμεῖς οἱ παριόντες τούτων μὲν ἀφέσταμεν καὶ γράφειν καὶ συμβουλεύειν, τὴν πρὸς ὑμᾶς ἀπέχθειαν ὀκνοῦντες, οἷα ποιεῖ δʼ, ὡς δεινά, καὶ τοιαῦτα διεξερχόμεθα· ἔπειθʼ ὑμεῖς οἱ καθήμενοι, ὡς μὲν ἂν εἴποιτε δικαίους λόγους καὶ λέγοντος ἄλλου συνείητε, ἄμεινον Φιλίππου παρεσκεύασθε, ὡς δὲ κωλύσαιτʼ ἂν ἐκεῖνον πράττειν ταῦτʼ ἐφʼ ὧν ἐστι νῦν, παντελῶς ἀργῶς ἔχετε.
产生这种情况的原因在于,雅典的公民们,尽管我们本应通过实际行动和具体作为——而非仅仅通过言辞——去阻止那些企图谋取不正当利益的人,但首先,我们这些登台发言的人因为害怕招致你们的怨恨,便回避了提出动议和建议,而只是在详细描述他所做的事情有多么可怕,以及诸如此类的话;其次,坐在这里的你们,在如何发表公正的言论以及理解别人的发言方面,比腓力准备得更好,但至于如何阻止他做他目前正在做的事情,你们却完全无所作为。
§4συμβαίνει δὴ πρᾶγμʼ ἀναγκαῖον, οἶμαι, καὶ ἴσως εἰκός· ἐν οἷς ἑκάτεροι διατρίβετε καὶ περὶ ἃ σπουδάζετε, ταῦτʼ ἄμεινον ἑκατέροις ἔχει, ἐκείνῳ μὲν αἱ πράξεις, ὑμῖν δʼ οἱ λόγοι.
因此,我认为产生了一种必然的、或许也是合乎情理的结果:双方各自在所花费时间和热心专注的事情上取得了更好的成效——对他而言是行动,对你们而言则是言辞。
εἰ μὲν οὖν καὶ νῦν λέγειν δικαιότερʼ ὑμῖν ἐξαρκεῖ, ῥᾴδιον, καὶ πόνος οὐδεὶς πρόσεστι τῷ πράγματι· §5εἰ δʼ ὅπως τὰ παρόντʼ ἐπανορθωθήσεται δεῖ σκοπεῖν καὶ μὴ προελθόντʼ ἔτι πορρωτέρω λήσει πάνθʼ ἡμᾶς, μηδʼ ἐπιστήσεται μέγεθος δυνάμεως πρὸς ἣν οὐδʼ ἀντᾶραι δυνησόμεθα, οὐχ ὁ αὐτὸς τρόπος ὅσπερ πρότερον τοῦ βουλεύεσθαι, ἀλλὰ καὶ τοῖς λέγουσιν ἅπασι καὶ τοῖς ἀκούουσιν ὑμῖν τὰ βέλτιστα καὶ τὰ σώσοντα τῶν ῥᾴστων καὶ τῶν ἡδίστων προαιρετέον.
因此,如果对你们来说,即便在现在,仅仅说出更公正的言论就已经足够,那这很容易,而且这件事并不需要付出任何辛劳;但如果我们必须考虑如何纠正眼下的局势,使其不至于在我们在不知觉中进一步恶化,最终失去一切,也不至于让一股我们甚至无法与之抗衡的强大力量压在我们头上,那么深思熟虑的方式就不能再像以前那样了,相反,所有发言的人以及听众席上的你们,都必须选择最有利、最能带来拯救的方案,而不是最容易、最令人愉悦的方案。
§6πρῶτον μέν, εἴ τις, ὦ ἄνδρες Ἀθηναῖοι, θαρρεῖ, ὁρῶν ἡλίκος ἤδη καὶ ὅσων κύριός ἐστι Φίλιππος, καὶ μηδένʼ οἴεται κίνδυνον φέρειν τοῦτο τῇ πόλει μηδʼ ἐφʼ ὑμᾶς πάντα παρασκευάζεσθαι, θαυμάζω, καὶ δεηθῆναι πάντων ὁμοίως ὑμῶν βούλομαι τοὺς λογισμοὺς ἀκοῦσαί μου διὰ βραχέων, διʼ οὓς τἀναντίʼ ἐμοὶ παρέστηκε προσδοκᾶν καὶ διʼ ὧν ἐχθρὸν ἡγοῦμαι Φίλιππον·
首先,雅典的公民们,如果有人在看到腓力如今已变得如此强大、支配了如此多的事物时,仍然感到高枕无忧,认为这不会给城邦带来任何危险,也认为他并非正针对你们进行全面准备,那我感到十分诧异;我恳请你们所有人同样耐心地听我简短阐述我的推论,正是这些推论使我产生了相反的预期,并使我将腓力视为敌人。
ἵνʼ, ἐὰν μὲν ἐγὼ δοκῶ βέλτιον προορᾶν, ἐμοὶ πεισθῆτε, ἂν δʼ οἱ θαρροῦντες καὶ πεπιστευκότες αὐτῷ, τούτοις προσθῆσθε.
这样,如果我看起来能看得更远、更准,你们就听从我;而如果是那些高枕无忧并信任他的人看得准,你们就支持他们。
§7ἐγὼ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, λογίζομαι· τίνων ὁ Φίλιππος κύριος πρῶτον μετὰ τὴν εἰρήνην κατέστη;
那么,雅典的公民们,我是这样推虑的:腓力在和约签订之后,首先支配了什么?
πυλῶν καὶ τῶν ἐν Φωκεῦσι πραγμάτων.
是温泉关和福基斯人的事务。
τί οὖν; πῶς τούτοις ἐχρήσατο;
那么,他是如何利用这些的?
ἃ Θηβαίοις συμφέρει καὶ οὐχ ἃ τῇ πόλει, πράττειν προείλετο.
他选择去做有利于底比斯人、而非有利于我们城邦的事。
τί δήποτε;
究竟是为什么?
ὅτι πρὸς πλεονεξίαν, οἶμαι, καὶ τὸ πάνθʼ ὑφʼ αὑτῷ ποιήσασθαι τοὺς λογισμοὺς ἐξετάζων, καὶ οὐχὶ πρὸς εἰρήνην οὐδʼ ἡσυχίαν οὐδὲ δίκαιον οὐδέν, §8εἶδε τοῦτʼ ὀρθῶς, ὅτι τῇ μὲν ἡμετέρᾳ πόλει καὶ τοῖς ἤθεσι τοῖς ἡμετέροις οὐδὲν ἂν ἐνδείξαιτο τοσοῦτον οὐδὲ ποιήσειεν, ὑφʼ οὗ πεισθέντες ὑμεῖς τῆς ἰδίας ἕνεκʼ ὠφελείας τῶν ἄλλων τινὰς Ἑλλήνων ἐκείνῳ προοῖσθε, ἀλλὰ καὶ τοῦ δικαίου λόγον ποιούμενοι, καὶ τὴν προσοῦσαν ἀδοξίαν τῷ πράγματι φεύγοντες, καὶ πάνθʼ ἃ προσήκει προορώμενοι, ὁμοίως ἐναντιώσεσθε, ἄν τι τοιοῦτʼ ἐπιχειρῇ πράττειν, ὥσπερ ἂν εἰ πολεμοῦντες τύχοιτε.
我认为,因为他在权衡自己的计划时,考虑的是扩张利益以及将一切置于自己的控制之下,而不是为了和平、安宁或任何正义;他正确地看出了这一点,即:对于我们的城邦和我们的品性,他无论开出多么优厚的条件或做出什么样的事情,都绝不可能说服你们为了自身的私利而向他出卖任何其他希腊人;相反,你们会顾及正义,逃避随之而来的恶名,并预见到一切合宜的事,如果他企图做出任何此类事情,你们就会像正处于战争状态中一样起而反对。
§9τοὺς δὲ Θηβαίους ἡγεῖτο, ὅπερ συνέβη, ἀντὶ τῶν ἑαυτοῖς γιγνομένων τὰ λοιπὰ ἐάσειν ὅπως βούλεται πράττειν ἑαυτόν, καὶ οὐχ ὅπως ἀντιπράξειν καὶ διακωλύσειν, ἀλλὰ καὶ συστρατεύσειν, ἂν αὐτοὺς κελεύῃ.
另一方面,他认为底比斯人——事实也正如所发生的那样——会为了自身所获得的利益而容许他随心所欲地处置其余的事,不仅不会反对和阻止,甚至只要他下令,还会随他一同出征。
καὶ νῦν τοὺς Μεσσηνίους καὶ τοὺς Ἀργείους ταὔθʼ ὑπειληφὼς εὖ ποιεῖ.
如今,由于对美塞尼亚人和阿哥斯人也作了同样的设想,他正给他们施以恩典。
ὃ καὶ μέγιστόν ἐστι καθʼ ὑμῶν ἐγκώμιον, ὦ ἄνδρες Ἀθηναῖοι·
而这,雅典的公民们,也是对你们的最大赞美;

词汇与语法注释

  1. §1ὧν — 关系代词 `ὧν` 受到省略的先行词 `τούτων` 的影响,由本应作为 `πράττει` 和 `βιάζεται` 宾语的宾格同化为属格。
  2. §1δοκοῦντας — 这是现在分词的复数宾格,在此作宾语补足语,与其逻辑主语 `τοὺς κατηγοροῦντας` 一致,两者均受主句动词 `ὁρῶ`(我看见)支配。
  3. §3δέον — 非人称动词 `δεῖ` 的分词中性单数宾格,在此作宾格绝对(accusative absolute)使用,意为“虽然理应……”或“在应当……的时候”。
  4. §8ὥσπερ ἂν εἰ — 这是 `ὥσπερ ἂν ἐναντιωθεῖτε εἰ`(“正如你们会起而反对,如果……”)的省略表达。质词 `ἂν` 属于被省略的潜在希求法主句,而 `εἰ` 则引导条件从句。

引用这一段

狄摩西尼, 第二反腓力辞 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg006.humanitext-grc2:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。