§1εἰ μὲν περὶ καινοῦ τινος πράγματος προυτίθετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτων ῥηθέντων, ἡσυχίαν ἂν ἦγον, εἰ δὲ μή, τότʼ ἂν καὐτὸς ἐπειρώμην ἃ γιγνώσκω λέγειν·
雅典的公民们,如果现在提出讨论的是某些新问题,我本会等待,直到大多数经常发言的人发表了他们的意见;如果他们的发言有合我心意的地方,我就会保持沉默,否则,到那时我自己也会尝试说出我的看法。
ἐπειδὴ δʼ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι πρότερον συμβαίνει καὶ νυνὶ σκοπεῖν, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν συγγνώμης τυγχάνειν.
但是,既然现在我们所要审议的,是这些人以前已经多次谈论过的问题,我认为即使我第一个站起来发言,理应也会获得你们的谅解。
εἰ γὰρ ἐκ τοῦ παρεληλυθότος χρόνου τὰ δέονθʼ οὗτοι συνεβούλευσαν, οὐδὲν ἂν ὑμᾶς νῦν ἔδει βουλεύεσθαι.
因为如果在过去的时间里,这些人提出了切合需要的建议,现在你们也就完全不需要再进行讨论了。
§2πρῶτον μὲν οὖν οὐκ ἀθυμητέον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς παροῦσι πράγμασιν, οὐδʼ εἰ πάνυ φαύλως ἔχειν δοκεῖ.
首先,雅典的公民们,我们绝不应该对目前的局势感到灰心,即使它看起来非常糟糕。
ὃ γάρ ἐστι χείριστον αὐτῶν ἐκ τοῦ παρεληλυθότος χρόνου, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει.
因为过去那最糟糕的一点,对于未来却是最好的兆头。
τί οὖν ἐστι τοῦτο;
那到底是什么呢?
ὅτι οὐδέν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν δεόντων ποιούντων ὑμῶν κακῶς τὰ πράγματʼ ἔχει·
那就是,因为你们没有做任何该做的事,局势才会变得如此糟糕。
ἐπεί τοι, εἰ πάνθʼ ἃ προσῆκε πραττόντων οὕτως εἶχεν, οὐδʼ ἂν ἐλπὶς ἦν αὐτὰ βελτίω γενέσθαι.
因为,如果你们在做好了所有该做的事之后,情况依然如此,那我们连情况会变好的希望都不会有了。
§3ἔπειτʼ ἐνθυμητέον καὶ παρʼ ἄλλων ἀκούουσι καὶ τοῖς εἰδόσιν αὐτοῖς ἀναμιμνῃσκομένοις, ἡλίκην ποτʼ ἐχόντων δύναμιν Λακεδαιμονίων, ἐξ οὗ χρόνος οὐ πολύς, ὡς καλῶς καὶ προσηκόντως οὐδὲν ἀνάξιον ὑμεῖς ἐπράξατε τῆς πόλεως, ἀλλʼ ὑπεμείναθʼ ὑπὲρ τῶν δικαίων τὸν πρὸς ἐκείνους πόλεμον.
其次,你们必须记住——这既可以通过听取他人的叙述,也可以通过知情者自己的回忆——就在不久以前,拉刻代蒙人拥有多么强大的力量,而你们又是如何体面地、得体地没有做出任何对不起城邦的事,反而为了正义而忍受了与他们的战争。
τίνος οὖν εἵνεκα ταῦτα λέγω;
那么,我为什么要说这些呢?
ἵνʼ ἴδητʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θεάσησθε, ὅτι οὐδὲν οὔτε φυλαττομένοις ὑμῖν ἐστιν φοβερόν, οὔτʼ, ἂν ὀλιγωρῆτε, τοιοῦτον οἷον ἂν ὑμεῖς βούλοισθε, παραδείγμασι χρώμενοι τῇ τότε ῥώμῃ τῶν Λακεδαιμονίων, ἧς ἐκρατεῖτʼ ἐκ τοῦ προσέχειν τοῖς πράγμασι τὸν νοῦν, καὶ τῇ νῦν ὕβρει τούτου, διʼ ἣν ταραττόμεθʼ ἐκ τοῦ μηδὲν φροντίζειν ὧν ἐχρῆν.
雅典的公民们,是为了让你们看清并领悟:只要你们保持警惕,就没有什么可怕的;但如果你们掉以轻心,任何事情都不会如你们所愿。 你们可以把当时拉刻代蒙人的强大(由于你们专注于国事而战胜了它)和现在这个人的狂妄(由于我们对该做的事不闻不问而导致了我们的混乱)作为前车之鉴。
§4εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δυσπολέμητον οἴεται τὸν Φίλιππον εἶναι, σκοπῶν τό τε πλῆθος τῆς ὑπαρχούσης αὐτῷ δυνάμεως καὶ τὸ τὰ χωρία πάντʼ ἀπολωλέναι τῇ πόλει, ὀρθῶς μὲν οἴεται, λογισάσθω μέντοι τοῦθʼ, ὅτι εἴχομέν ποθʼ ἡμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Πύδναν καὶ Ποτείδαιαν καὶ Μεθώνην καὶ πάντα τὸν τόπον τοῦτον οἰκεῖον κύκλῳ, καὶ πολλὰ τῶν μετʼ ἐκείνου νῦν ὄντων ἐθνῶν αὐτονομούμενα κἀλεύθερʼ ὑπῆρχε, καὶ μᾶλλον ἡμῖν ἐβούλετʼ ἔχειν οἰκείως ἢ ʼκείνῳ.
雅典的公民们,如果你们当中有人看到腓力现有的庞大兵力,以及我们城邦失去了所有的据点,因而认为他是个难以对付的对手,这种想法确实没错。 然而,请他考虑一下这一点:雅典的公民们,我们曾经占领过皮德纳、波提狄亚、美索内以及这周围的所有地区,作为我们自己的领土;而现在依附于他的许多部族,当时也是自治和自由的,并且更希望与我们友好相处,而不是与他。
§5εἰ τοίνυν ὁ Φίλιππος τότε ταύτην ἔσχε τὴν γνώμην, ὡς χαλεπὸν πολεμεῖν ἐστιν Ἀθηναίοις ἔχουσι τοσαῦτʼ ἐπιτειχίσματα τῆς αὑτοῦ χώρας ἔρημον ὄντα συμμάχων, οὐδὲν ἂν ὧν νυνὶ πεποίηκεν ἔπραξεν οὐδὲ τοσαύτην ἐκτήσατʼ ἂν δύναμιν.
因此,如果当时腓力也持有这种想法,认为与拥有如此多威胁他国土的要塞的雅典人作战是困难的,而他自己又缺乏同盟者,那么他现在所做的一切事情,当时连一件也做不成,也无法获得如此庞大的力量。
ἀλλʼ εἶδεν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο καλῶς ἐκεῖνος, ὅτι ταῦτα μέν ἐστιν ἅπαντα τὰ χωρίʼ ἆθλα τοῦ πολέμου κείμενʼ ἐν μέσῳ, φύσει δʼ ὑπάρχει τοῖς παροῦσι τὰ τῶν ἀπόντων, καὶ τοῖς ἐθέλουσι πονεῖν καὶ κινδυνεύειν τὰ τῶν ἀμελούντων.
但是,雅典的公民们,他非常清楚地看到了这一点:所有这些地方都是摆在中间的战争奖品,自然规律决定了缺席者的财产属于在场的人,而懈怠者的财产属于那些愿意付出辛劳和冒着危险的人。
§6καὶ γάρ τοι ταύτῃ χρησάμενος τῇ γνώμῃ πάντα κατέστραπται καὶ ἔχει, τὰ μὲν ὡς ἂν ἑλών τις ἔχοι πολέμῳ, τὰ δὲ σύμμαχα καὶ φίλα ποιησάμενος·
事实上,正是凭借这种信念,他征服并占领了所有地方,有的是像通过战争夺取那样占领的,有的是通过将它们变成同盟和友好力量来实现的。
καὶ γὰρ συμμαχεῖν καὶ προσέχειν τὸν νοῦν τούτοις ἐθέλουσιν ἅπαντες, οὓς ἂν ὁρῶσι παρεσκευασμένους καὶ πράττειν ἐθέλοντας ἃ χρή.
因为,所有人都愿意与那些他们看到做好了准备、并愿意履行职责的人结盟并给予关注。