Humanitext Reader

狄摩西尼 · 第三奥林匹亚演说 §31-36

批判民众依赖施舍与平等的改革主张

第 5 段,共 5 段 · 希腊语

内容简介

德摩斯梯尼批评了民众依赖政治家并满足于施舍的现状,并提议进行改革,建立一个为每个人分配角色和职责的平等组织体制。

§31νῦν δὲ τοὐναντίον κύριοι μὲν οἱ πολιτευόμενοι τῶν ἀγαθῶν, καὶ διὰ τούτων ἅπαντα πράττεται, ὑμεῖς δʼ ὁ δῆμος, ἐκνενευρισμένοι καὶ περιῃρημένοι χρήματα, συμμάχους, ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες ἐὰν μεταδιδῶσι θεωρικῶν ὑμῖν ἢ Βοηδρόμια πέμψωσιν οὗτοι, καὶ τὸ πάντων ἀνδρειότατον, τῶν ὑμετέρων αὐτῶν χάριν προσοφείλετε.
然而,现在的情况恰恰相反,政治家们主宰着一切福祉,一切事务都通过他们来操办;而你们,即广大的民众,被剥夺了力量,失去了财产和盟友,沦为了仆役和附庸的角色,只要这些人分给你们一些观剧手当或者举办法会,你们便心满意足,而且最无耻的是,你们甚至还要为了属于你们自己的东西向他们额外致谢。
οἱ δʼ ἐν αὐτῇ τῇ πόλει καθείρξαντες ὑμᾶς ἐπάγουσʼ ἐπὶ ταῦτα καὶ τιθασεύουσι χειροήθεις αὑτοῖς ποιοῦντες.
那些把你们禁锢在这座城市本身的人,正诱导着你们接受这些,并驯化你们,使你们对他们俯首贴耳。
§32ἔστι δʼ οὐδέποτʼ, οἶμαι, μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας· ὁποῖʼ ἄττα γὰρ ἂν τἀπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημʼ ἔχειν.
然而,我认为,那些做着微不足道且卑劣之事的人,绝不可能获得伟大而高尚的气魄;因为无论人们的行事如何,他们的气魄也必然同样如何。
ταῦτα μὰ τὴν Δήμητρʼ οὐκ ἂν θαυμάσαιμʼ εἰ μείζων εἰπόντι ἐμοὶ γένοιτο παρʼ ὑμῶν βλάβη τῶν πεποιηκότων αὐτὰ γενέσθαι· οὐδὲ γὰρ παρρησία περὶ πάντων ἀεὶ παρʼ ὑμῖν ἐστιν, ἀλλʼ ἔγωγʼ ὅτι καὶ νῦν γέγονεν θαυμάζω.
凭德墨忒尔起誓,如果我因说出这些话而从你们那里遭受的伤害,要大于那些制造了这些事端的人所受到的伤害,我一点也不会感到惊讶;因为在你们那里,并不是随时对所有事情都拥有言论自由的,事实上,我对即使是现在能有这样的自由也感到惊讶。
§33ἐὰν οὖν ἀλλὰ νῦν γʼ ἔτι ἀπαλλαγέντες τούτων τῶν ἐθῶν ἐθελήσητε στρατεύεσθαί τε καὶ πράττειν ἀξίως ὑμῶν αὐτῶν, καὶ ταῖς περιουσίαις ταῖς οἴκοι ταύταις ἀφορμαῖς ἐπὶ τὰ ἔξω τῶν ἀγαθῶν χρῆσθαι, ἴσως ἄν, ἴσως, ὦ ἄνδρες Ἀθηναῖοι, τέλειόν τι καὶ μέγα κτήσαισθʼ ἀγαθὸν καὶ τῶν τοιούτων λημμάτων ἀπαλλαγείητε, ἃ τοῖς παρὰ τῶν ἰατρῶν σιτίοις ἔοικε.
因此,如果你们从现在起能够摆脱这些习惯,愿意亲自出征并做出配得上你们自己的行动,将国内的这些余存财富作为争取国外利益的资金,那么,雅典的公民们,或许,仅仅是或许,你们就能获得某种完整而伟大的福祉,并摆脱这类施舍,它们就像医生给的食物一样。
καὶ γὰρ ἐκεῖνʼ οὔτʼ ἰσχὺν ἐντίθησιν οὔτʼ ἀποθνῄσκειν ἐᾷ· καὶ ταῦθʼ ἃ νέμεσθε νῦν ὑμεῖς, οὔτε τοσαῦτʼ ἐστὶν ὥστʼ ὠφέλειαν ἔχειν τινὰ διαρκῆ, οὔτʼ ἀπογνόντας ἄλλο τι πράττειν ἐᾷ, ἀλλʼ ἔστι ταῦτα τὴν ἑκάστου ῥᾳθυμίαν ὑμῶν ἐπαυξάνοντα.
因为那种食物既不能增强体力,也不让人死去;而你们现在所分得的这些东西,既没有多到能产生持久的帮助,也不至于让你们彻底放弃它去另谋他路,而只是在不断加剧你们每个人的怠惰。
§34οὐκοῦν σὺ μισθοφορὰν λέγεις;
“那么,你指的是有偿军役制吗?
φήσει τις.
”有人会问。
καὶ παραχρῆμά γε τὴν αὐτὴν σύνταξιν ἁπάντων, ὦ ἄνδρες Ἀθηναῖοι, ἵνα τῶν κοινῶν ἕκαστος τὸ μέρος λαμβάνων, ὅτου δέοιθʼ ἡ πόλις, τοῦθʼ ὑπάρχοι.
是的,而且是立即为所有人建立同一组织体制,雅典的公民们,以便每个人在从公共财产中领取份额时,能随时承担城邦所需要的职责。
ἔξεστιν ἄγειν ἡσυχίαν· οἴκοι μένων βελτίων, τοῦ διʼ ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν ἀπηλλαγμένος.
如果允许保持和平,那么留在家里的人境况会更好,免于因贫困而被迫做出可耻之事的境地。
συμβαίνει τι τοιοῦτον οἷον καὶ τὰ νῦν· στρατιώτης αὐτὸς ὑπάρχων ἀπὸ τῶν αὐτῶν τούτων λημμάτων, ὥσπερ ἐστὶ δίκαιον ὑπὲρ τῆς πατρίδος.
如果发生了像现在这样的状况,那么就作为士兵亲自上阵,凭借这同样的一份收入,正如为祖国而战是正当的一样。
ἔστι τις ἔξω τῆς ἡλικίας ὑμῶν· ὅσʼ οὗτος ἀτάκτως νῦν λαμβάνων οὐκ ὠφελεῖ, ταῦτʼ ἐν ἴσῃ τάξει λαμβάνων πάντʼ ἐφορῶν καὶ διοικῶν ἃ χρὴ πράττεσθαι.
如果你们中有人超过了服役年龄,那么他现在无秩序地领取却毫无贡献的那些份额,可以在均等秩序下领取,用来监督和管理所有应当办理的内政事务。
§35ὅλως δʼ οὔτʼ ἀφελὼν οὔτε προσθείς, πλὴν μικρῶν, τὴν ἀταξίαν ἀνελὼν εἰς τάξιν ἤγαγον τὴν πόλιν, τὴν αὐτὴν τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ δικάζειν, τοῦ ποιεῖν τοῦθʼ ὅ τι καθʼ ἡλικίαν ἕκαστος ἔχοι καὶ ὅτου καιρὸς εἴη, τάξιν ποιήσας.
总之,在没有减少也没有增加的情况下,我排除了无秩序,将城邦带入秩序之中,建立了一个将领取、出征、审判、以及根据每个人的年龄和时机去做该做之事全部统一起来的秩序。
οὐκ ἔστιν ὅπου μηδὲν ἐγὼ ποιοῦσι τὰ τῶν ποιούντων εἶπον ὡς δεῖ νέμειν, οὐδʼ αὐτοὺς μὲν ἀργεῖν καὶ σχολάζειν καὶ ἀπορεῖν, ὅτι δʼ οἱ τοῦ δεῖνος νικῶσι ξένοι, ταῦτα πυνθάνεσθαι· ταῦτα γὰρ νυνὶ γίγνεται.
我绝对没有在任何地方说过要把行动者的份额分配给无所事事的人,也没有说过你们应当闲散怠惰、无所事事,最后陷入困境,只去打听“某某人的雇佣军是否获胜”;因为这些正是现在正在发生的事情。
§36καὶ οὐχὶ μέμφομαι τὸν ποιοῦντά τι τῶν δεόντων ὑπὲρ ὑμῶν, ἀλλὰ καὶ ὑμᾶς ὑπὲρ ὑμῶν αὐτῶν ἀξιῶ πράττειν ταῦτʼ ἐφʼ οἷς ἑτέρους τιμᾶτε, καὶ μὴ παραχωρεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς τάξεως, ἣν ὑμῖν οἱ πρόγονοι τῆς ἀρετῆς μετὰ πολλῶν καὶ καλῶν κινδύνων κτησάμενοι κατέλιπον.
我并不是在指责那些替你们履行必要职责的人,而是要求你们为了自己,亲自去践行那些你们以此来表彰他人的行动,雅典的公民们,不要放弃你们的先辈在经历了许多光荣危险、以德行赢得并留给你们的阵地。
σχεδὸν εἴρηχʼ ἃ νομίζω συμφέρειν· ὑμεῖς δʼ ἕλοισθʼ ὅ τι καὶ τῇ πόλει καὶ ἅπασι συνοίσειν ὑμῖν μέλλει.
我所认为有益的话差不多说完了;愿你们做出既有利于城邦也有利于你们所有人的选择。

词汇与语法注释

  1. §31περιῃρημένοι χρήματα, συμμάχους — 动词 περιαιρέω(剥夺)在主动语态中支配双宾格(“剥夺某人的某物”)。当变为被动语态(如处的被动分词 περιῃρημένοι)时,人成为主语,而被剥夺的物(χρήματα, συμμάχους)则保留为宾格(保留宾格)。
  2. §32μείζων εἰπόντι ἐμοὶ γένοιτο παρʼ ὑμῶν βλάβη τῶν πεποιηκότων αὐτὰ γενέσθαι — 属格 τῶν πεποιηκότων 在比较级形容词 μείζων 之后用作比较属格。不定词 γενέσθαι 与主句中的 γένοιτο 相呼应,补充了比较句的后半部分,即“要大于那些制造了这些事端的人(所产生的)伤害”。
  3. §34ἵνα τῶν κοινῶν ἕκαστος τὸ μέρος λαμβάνων, ὅτου δέοιθʼ ἡ πόλις, τοῦθʼ ὑπάρχοι. — 这是 ἵνα 从句内部的结构。分词短语 τῶν κοινῶν ἕκαστος τὸ μέρος λαμβάνων 作为前提,主句为 τοῦθʼ ὑπάρχοι。其中 ὅτου 是包含先行词的关系代词,用作 δέοιτο 的属格宾语,修饰主句的主语 τοῦτο,整句意为“以便在领取公款份额时,每个人都能随时承担城邦所需要的那种职责”。
  4. §35οὐκ ἔστιν ὅπου μηδὲν ἐγὼ ποιοῦσι τὰ τῶν ποιούντων εἶπον ὡς δεῖ νέμειν — 这是紧接在 οὐκ ἔστιν ὅπου(“没有任何地方……”)之后的间接陈述从句。核心结构是 ἐγὼ εἶπον ὡς δεῖ νέμειν(“我说过应当分配”)。其中与格的间接宾语是 μηδὲν ποιοῦσι(“给无所事事的人”),宾格的直接宾语是 τὰ τῶν ποιούντων(“行动者的份额”)。

引用这一段

狄摩西尼, 第三奥林匹亚演说 §31-36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg003.humanitext-grc2:31-36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。