§9καὶ μὴν εἴ τις ὑμῶν ταῦτα μὲν οὕτως ἔχειν ἡγεῖται, οἴεται δὲ βίᾳ καθέξειν αὐτὸν τὰ πράγματα τῷ τὰ χωρία καὶ λιμένας καὶ τὰ τοιαῦτα προειληφέναι, οὐκ ὀρθῶς οἴεται.
再者,如果你们中有人认为这些情况确实如此,但以为由于他已经预先占领了据点、港口等地方,他就能用武力维持其统治,那他就想错了。
ὅταν μὲν γὰρ ὑπʼ εὐνοίας τὰ πράγματα συστῇ καὶ πᾶσι ταὐτὰ συμφέρῃ τοῖς μετέχουσι τοῦ πολέμου, καὶ συμπονεῖν καὶ φέρειν τὰς συμφορὰς καὶ μένειν ἐθέλουσιν ἅνθρωποι· ὅταν δʼ ἐκ πλεονεξίας καὶ πονηρίας τις ὥσπερ οὗτος ἰσχύσῃ, ἡ πρώτη πρόφασις καὶ μικρὸν πταῖσμα ἅπαντʼ ἀνεχαίτισε καὶ διέλυσεν.
因为,当局势因好意而凝聚,且所有参与战争的人都有共同的利益时,人们愿意共同奋斗、承担灾难并坚持下去;但当有人像这个人一样,通过贪婪和邪恶变得强大时,第一个借口和微小的挫折就会推翻并瓦解一切。
§10οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀδικοῦντα κἀπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι, ἀλλὰ τὰ τοιαῦτʼ εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει, καὶ σφόδρα γʼ ἤνθησʼ ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ, τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ.
雅典的男子汉们,通过行不义、违誓言、撒谎来获得稳固的力量,这是不可能的,绝不可能。 因为这类手段只能维持一时和极短的时间,如果碰巧,也许会在希望中蓬勃一时,但随着时间的推移,它们就会暴露并自我崩溃。
ὥσπερ γὰρ οἰκίας, οἶμαι, καὶ πλοίου καὶ τῶν ἄλλων τῶν τοιούτων τὰ κάτωθεν ἰσχυρότατʼ εἶναι δεῖ, οὕτω καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας εἶναι προσήκει.
因为我认为,正如房屋、船只以及其他类似建筑的底部必须最牢固一样,行动的开端和基础也应当是真实和正义的。
τοῦτο δʼ οὐκ ἔνι νῦν ἐν τοῖς πεπραγμένοις Φιλίππῳ.
但在腓力目前的所作所为中,这并不存在。
§11φημὶ δὴ δεῖν ἡμᾶς τοῖς μὲν Ὀλυνθίοις βοηθεῖν, καὶ ὅπως τις λέγει κάλλιστα καὶ τάχιστα, οὕτως ἀρέσκει μοι· πρὸς δὲ Θετταλοὺς πρεσβείαν πέμπειν, ἣ τοὺς μὲν διδάξει ταῦτα, τοὺς δὲ παροξυνεῖ· καὶ γὰρ νῦν εἰσιν ἐψηφισμένοι Παγασὰς ἀπαιτεῖν καὶ περὶ Μαγνησίας λόγους ποιεῖσθαι.
因此,我认为我们必须援助奥林索斯人,而且无论谁提出最体面、最迅速的方法,我都赞同;同时,向色萨利人派遣使节,向一部分人说明这些情况,并激励另一部分人;因为事实上,他们现在已经通过决议,要求收回巴加塞,并正在就马格尼西亚问题进行讨论。
§12σκοπεῖσθε μέντοι τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μὴ λόγους ἐροῦσιν μόνον οἱ παρʼ ἡμῶν πρέσβεις, ἀλλὰ καὶ ἔργον τι δεικνύειν ἕξουσιν ἐξεληλυθότων ὑμῶν ἀξίως τῆς πόλεως καὶ ὄντων ἐπὶ τοῖς πράγμασιν, ὡς ἅπας μὲν λόγος, ἂν ἀπῇ τὰ πράγματα, μάταιόν τι φαίνεται καὶ κενόν, μάλιστα δʼ ὁ παρὰ τῆς ἡμετέρας πόλεως· ὅσῳ γὰρ ἑτοιμότατʼ αὐτῷ δοκοῦμεν χρῆσθαι, τοσούτῳ μᾶλλον ἀπιστοῦσι πάντες αὐτῷ.
然而,雅典的男子汉们,你们必须注意这点,使我们派出的使节不仅发表言论,而且还能展示一些实际行动,表明你们已经以配得上城邦的方式出征并致力于处理事务;因为如果缺少行动,所有的言论都显得空洞无物,尤其是来自我们城邦的言论;因为我们显得越是善于使用言论,所有人就越不信任它。
§13πολλὴν δὴ τὴν μετάστασιν καὶ μεγάλην δεικτέον τὴν μεταβολήν, εἰσφέροντας, ἐξιόντας, ἅπαντα ποιοῦντας ἑτοίμως, εἴπερ τις ὑμῖν προσέξει τὸν νοῦν.
因此,如果有人要关注你们,就必须展现出巨大的转变和显著的变化:捐纳军费、亲自出征、随时做好一切准备。
κἂν ταῦτʼ ἐθελήσηθʼ ὡς προσήκει καὶ δὴ περαίνειν, οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμμαχικὰ ἀσθενῶς καὶ ἀπίστως ἔχοντα φανήσεται Φιλίππῳ, ἀλλὰ καὶ τὰ τῆς οἰκείας ἀρχῆς καὶ δυνάμεως κακῶς ἔχοντʼ ἐξελεγχθήσεται.
如果你们愿意如其所应地贯彻并完成这些事情,雅典的男子汉们,不仅腓力的同盟关系会显得软弱和不可信,而且他本土的统治和力量也将被证实处于糟糕的状态。
§14ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις καὶ ἀρχὴ ἐν μὲν προσθήκῃ μερίς ἐστί τις οὐ μικρά, οἷον ὑπῆρξέ ποθʼ ὑμῖν ἐπὶ Τιμοθέου πρὸς Ὀλυνθίους· πάλιν αὖ πρὸς Ποτείδαιαν Ὀλυνθίοις ἐφάνη τι τοῦτο συναμφότερον· νυνὶ δὲ Θετταλοῖς νοσοῦσι καὶ τεταραγμένοις ἐπὶ τὴν τυραννικὴν οἰκίαν ἐβοήθησεν·
总的来说,马其顿的力量和统治在作为辅助成分时,是具有不小重要性的一部分,正如昔日蒂莫修斯时期你们对抗奥林索斯人时它对你们的作用一样;又如,在对抗波提代亚时,这种联合力量对奥林索斯人来说也显得有些分量;而最近,他帮助了那些处于内乱和混乱中的色萨利人对抗僭主家族。
καὶ ὅποι τις ἄν, οἶμαι, προσθῇ κἂν μικρὰν δύναμιν, πάντʼ ὠφελεῖ· αὐτὴ δὲ καθʼ αὑτὴν ἀσθενὴς καὶ πολλῶν κακῶν ἐστι μεστή.
我想,无论在什么地方,只要加入哪怕是一点微小的力量,它都能在各方面提供帮助;但它自身单独来看却是软弱的,并且充满了许多弊病。
§15καὶ γὰρ οὗτος ἅπασι τούτοις, οἷς ἄν τις μέγαν αὐτὸν ἡγήσαιτο, τοῖς πολέμοις καὶ ταῖς στρατείαις, ἔτʼ ἐπισφαλεστέραν ἢ ὑπῆρχε φύσει κατεσκεύακεν αὑτῷ.
因为,正是通过所有这些人们可能认为他伟大的事情——那些战争和远征——他使自己的本土统治变得比其自然状态更加不稳定。
μὴ γὰρ οἴεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς Φίλιππόν τε χαίρειν καὶ τοὺς ἀρχομένους, ἀλλʼ ὁ μὲν δόξης ἐπιθυμεῖ καὶ τοῦτʼ ἐζήλωκε, καὶ προῄρηται πράττων καὶ κινδυνεύων, ἂν συμβῇ τι, παθεῖν, τὴν τοῦ διαπράξασθαι ταῦθʼ ἃ μηδεὶς πώποτʼ ἄλλος Μακεδόνων βασιλεὺς δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾑρημένος·
雅典的男子汉们,不要以为腓力和他的臣民在同样的事情中获得快乐;他渴望荣耀并以此为志向,他选择去行动和冒险,并在发生任何事情时甘愿承受,宁愿选择因完成任何其他马其顿国王都未曾做过的事而获得的名声,也不愿选择安全地活着。
§16τοῖς δὲ τῆς μὲν φιλοτιμίας τῆς ἀπὸ τούτων οὐ μέτεστι, κοπτόμενοι δʼ ἀεὶ ταῖς στρατείαις ταύταις ταῖς ἄνω κάτω λυποῦνται καὶ συνεχῶς ταλαιπωροῦσιν, οὔτʼ ἐπὶ τοῖς ἔργοις οὔτʼ ἐπὶ τοῖς αὑτῶν ἰδίοις ἐώμενοι διατρίβειν, οὔθʼ ὅσʼ ἂν ποιήσωσιν οὕτως ὅπως ἂν δύνωνται, ταῦτʼ ἔχοντες διαθέσθαι κεκλειμένων τῶν ἐμπορίων τῶν ἐν τῇ χώρᾳ διὰ τὸν πόλεμον.
但对臣民们来说,他们无法分享这些事情带来的荣耀,并且在这些无休止的远征中不断受到折磨,他们感到痛苦并持续受难,既不被允许从事自己的生计,也不被允许处理私人事务,而且由于战争导致该地区的贸易市场关闭,他们也无法以自己能够做到的方式去销售自己所生产的东西。