← デモステネス

第二弁論 オリュントス情勢 第二演説

§9-16

フィリッポスの覇権の不正と内包する脆弱性

デモステネスは、フィリッポスの覇権が不正の上に築かれた不安定なものであるとし、アテナイが実際の軍事行動を示すことで彼の同盟関係や本国の脆弱性を暴くことができると主張し、マケドニア内部の王と臣民の利害の不一致を暴露します。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9

καὶ μὴν εἴ τις ὑμῶν ταῦτα μὲν οὕτως ἔχειν ἡγεῖται, οἴεται δὲ βίᾳ καθέξειν αὐτὸν τὰ πράγματα τῷ τὰ χωρία καὶ λιμένας καὶ τὰ τοιαῦτα προειληφέναι, οὐκ ὀρθῶς οἴεται. ὅταν μὲν γὰρ ὑπʼ εὐνοίας τὰ πράγματα συστῇ1 καὶ πᾶσι ταὐτὰ συμφέρῃ τοῖς μετέχουσι τοῦ πολέμου, καὶ συμπονεῖν καὶ φέρειν τὰς συμφορὰς καὶ μένειν ἐθέλουσιν ἅνθρωποι· ὅταν δʼ ἐκ πλεονεξίας καὶ πονηρίας τις ὥσπερ οὗτος ἰσχύσῃ, ἡ πρώτη πρόφασις καὶ μικρὸν πταῖσμα ἅπαντʼ ἀνεχαίτισε καὶ διέλυσεν.

さらに、もしあなた方のうちの誰かが、これらの事態はその通りであると認めながらも、彼が要地や港などをあらかじめ占拠していることによって、武力で支配を維持するだろうと考えるなら、それは正しくありません。というのも、好意によって事態がまとまり、戦争に参加するすべての者にとって同じ利益があるときには、人々は進んでともに苦難に耐え、災厄を引き受け、踏みとどまるからです。しかし、この男のように、貪欲と不義によって力を得た場合には、最初の口実や小さなつまずきが、すべてを覆し、瓦解させてしまうのです。

§10

οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀδικοῦντα κἀπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι, ἀλλὰ τὰ τοιαῦτʼ εἰς μὲν ἅπαξ2 καὶ βραχὺν χρόνον ἀντέχει, καὶ σφόδρα γʼ ἤνθησʼ ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ, τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ. ὥσπερ γὰρ οἰκίας, οἶμαι, καὶ πλοίου καὶ τῶν ἄλλων τῶν τοιούτων τὰ κάτωθεν ἰσχυρότατʼ εἶναι δεῖ, οὕτω καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας εἶναι προσήκει. τοῦτο δʼ οὐκ ἔνι νῦν ἐν τοῖς πεπραγμένοις Φιλίππῳ.

アテナイの皆さん、不正を行い、偽誓し、欺くことによって、確固たる力を得ることは不可能なのです。不可能なのです。なぜなら、そのようなものは一度きり、あるいは短い間は持ちこたえ、もし運が良ければ希望に乗じて大いに繁栄することもありますが、時が経てば暴かれ、自ずと崩壊するからです。ちょうど家や船、あるいはその他のそのような建造物において、下部構造が最も強固でなければならないのと同様に、行動の端緒や基礎もまた、真実で正義にかなったものであるべきだからです。しかし、現在のフィリッポスの行いには、これが存在しないのです。

§11

φημὶ δὴ δεῖν ἡμᾶς τοῖς μὲν Ὀλυνθίοις βοηθεῖν, καὶ ὅπως τις λέγει κάλλιστα καὶ τάχιστα, οὕτως ἀρέσκει μοι· πρὸς δὲ Θετταλοὺς πρεσβείαν πέμπειν, ἣ τοὺς μὲν διδάξει ταῦτα, τοὺς δὲ παροξυνεῖ· καὶ γὰρ νῦν εἰσιν ἐψηφισμένοι Παγασὰς ἀπαιτεῖν καὶ περὶ Μαγνησίας λόγους ποιεῖσθαι.

それゆえ、私は我々がオリュンティオスたちを救援すべきであると主張します。そして、誰かが最も立派で最も迅速であると言う方法を、私は支持します。またテッサリア人に対しては使節を派遣し、ある人々にはこれらの事態を説明し、他の人々を奮起させるべきです。というのも、現に彼らはパガサイの返還を要求し、マグネシアについて議論することを取り決めているからです。

§12

σκοπεῖσθε μέντοι τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μὴ λόγους ἐροῦσιν μόνον οἱ παρʼ ἡμῶν πρέσβεις, ἀλλὰ καὶ ἔργον τι δεικνύειν ἕξουσιν ἐξεληλυθότων ὑμῶν ἀξίως τῆς πόλεως καὶ ὄντων ἐπὶ τοῖς πράγμασιν, ὡς ἅπας μὲν λόγος, ἂν ἀπῇ τὰ πράγματα,3 μάταιόν τι φαίνεται καὶ κενόν, μάλιστα δʼ ὁ παρὰ τῆς ἡμετέρας πόλεως· ὅσῳ γὰρ ἑτοιμότατʼ αὐτῷ δοκοῦμεν χρῆσθαι, τοσούτῳ μᾶλλον ἀπιστοῦσι πάντες αὐτῷ.

しかし、アテナイの皆さん、我が国の使節たちが言葉を語るだけでなく、あなた方が出兵して国家にふさわしい行動を示し、事態に深く関与しているという、何らかの実績をも示せるように注意を払わねばなりません。なぜなら、あらゆる言葉は、行動が伴わなければ虚しく中身のないものに見えるからであり、とりわけ我が国からの言葉はそうです。我が国は言葉を最も巧みに操ると思われる分だけ、それだけ万人が我々の言葉を信用しなくなるのです。

§13

πολλὴν δὴ τὴν μετάστασιν καὶ μεγάλην δεικτέον τὴν μεταβολήν, εἰσφέροντας, ἐξιόντας, ἅπαντα ποιοῦντας ἑτοίμως, εἴπερ τις ὑμῖν προσέξει τὸν νοῦν. κἂν ταῦτʼ ἐθελήσηθʼ ὡς προσήκει καὶ δὴ περαίνειν, οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμμαχικὰ ἀσθενῶς καὶ ἀπίστως ἔχοντα φανήσεται Φιλίππῳ, ἀλλὰ καὶ τὰ τῆς οἰκείας ἀρχῆς καὶ δυνάμεως κακῶς ἔχοντʼ ἐξελεγχθήσεται.

したがって、もし誰かがあなた方に注目するならば、軍資金を拠出し、みずから出征し、あらゆることを率先して行うという、大いなる転換と大きな変化を示さねばなりません。もしあなた方がこれらのことを当然なすべきこととして決然とやり遂げることを望むなら、アテナイの皆さん、フィリッポスの同盟関係が脆弱で不信に満ちたものであることが明らかになるだけでなく、彼自身の本国の支配権と戦力もまた不全であることが暴かれるでしょう。

§14

ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις καὶ ἀρχὴ ἐν μὲν προσθήκῃ4 μερίς ἐστί τις οὐ μικρά, οἷον ὑπῆρξέ ποθʼ ὑμῖν ἐπὶ Τιμοθέου πρὸς Ὀλυνθίους· πάλιν αὖ πρὸς Ποτείδαιαν Ὀλυνθίοις ἐφάνη τι τοῦτο συναμφότερον· νυνὶ δὲ Θετταλοῖς νοσοῦσι καὶ τεταραγμένοις ἐπὶ τὴν τυραννικὴν οἰκίαν ἐβοήθησεν· καὶ ὅποι τις ἄν, οἶμαι, προσθῇ κἂν μικρὰν δύναμιν, πάντʼ ὠφελεῖ· αὐτὴ δὲ καθʼ αὑτὴν ἀσθενὴς καὶ πολλῶν κακῶν ἐστι μεστή.

総じてマケドニアの戦力と支配権は、補助として加わる場合には、かつてティモテオスの時代にあなた方がオリュンティオスに対して共闘したときのように、少なからぬ役割を果たします。あるいは再び、ポテイダイアに対してオリュンティオスたちと共闘したときにも、この共同の力はそれなりのものに見えました。また最近では、混乱に陥り内紛に苦しむテッサリア人を助け、僭主の一族に対抗しました。このように、誰かがわずかな戦力であってもそれを加えれば、全体に益をもたらします。しかし、マケドニアそれ自体は単独では脆弱であり、多くの災厄に満ちているのです。

§15

καὶ γὰρ οὗτος ἅπασι τούτοις, οἷς ἄν τις μέγαν αὐτὸν ἡγήσαιτο, τοῖς πολέμοις καὶ ταῖς στρατείαις, ἔτʼ ἐπισφαλεστέραν ἢ ὑπῆρχε φύσει κατεσκεύακεν αὑτῷ. μὴ γὰρ οἴεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς Φίλιππόν τε χαίρειν καὶ τοὺς ἀρχομένους, ἀλλʼ ὁ μὲν δόξης ἐπιθυμεῖ καὶ τοῦτʼ ἐζήλωκε, καὶ προῄρηται πράττων καὶ κινδυνεύων, ἂν συμβῇ τι, παθεῖν, τὴν τοῦ διαπράξασθαι ταῦθʼ ἃ μηδεὶς πώποτʼ ἄλλος Μακεδόνων βασιλεὺς δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾑρημένος·5

というのも、彼は、人々が彼を偉大であるとみなす理由そのものである、これらの戦争や遠征によって、本国を生まれ持った性質よりもさらに不安定な状態に陥れてしまったからです。アテナイの皆さん、フィリッポスと臣民たちが同じことに喜びを見出していると考えてはなりません。彼は名声を熱望し、これを追い求め、もし何か起これば、マケドニアの王のうちでかつて誰も成し遂げなかったことを成し遂げたという名声を、安全に生きることの代わりに選んで、行動し危険を冒して倒れることも辞さない決意を抱いています。

§16

τοῖς δὲ τῆς μὲν φιλοτιμίας τῆς ἀπὸ τούτων οὐ μέτεστι, κοπτόμενοι δʼ ἀεὶ ταῖς στρατείαις ταύταις ταῖς ἄνω κάτω λυποῦνται καὶ συνεχῶς ταλαιπωροῦσιν, οὔτʼ ἐπὶ τοῖς ἔργοις οὔτʼ ἐπὶ τοῖς αὑτῶν ἰδίοις ἐώμενοι διατρίβειν, οὔθʼ ὅσʼ ἂν ποιήσωσιν οὕτως ὅπως ἂν δύνωνται, ταῦτʼ ἔχοντες διαθέσθαι κεκλειμένων τῶν ἐμπορίων τῶν ἐν τῇ χώρᾳ διὰ τὸν πόλεμον.

一方、臣民たちには、それによる名誉の分け前はなく、絶え間ない遠征によって常に叩きのめされ、苦しみ、絶えず困窮しています。彼らは仕事にも自分の私的な事柄にも従事することを許されず、また、戦争のために国内の交易所が閉鎖されているため、自分たちができる限りの方法で生産したものを販売することもできないのです。

構文注5 件
  1. 9ὑπʼ εὐνοίας τὰ πράγματα συστῇ

    συνίστημι の接続法過去 συστῇ は「集まる、結合する、組織される」の意。前置詞句 ὑπʼ εὐνοίας は行為の源泉を示し、「好意や善意に基づいて(同盟関係や国家体制が)組織される」という状態を指す。

  2. 10εἰς μὲν ἅπαξ

    「一度だけは」「当座は」という意味の副詞的表現。続く καὶ βραχὺν χρόνον(そして短い間は)と並列され、不正によって得た力が一時的にしか機能しないことを強調している。

  3. 12ἂν ἀπῇ τὰ πράγματα

    πράγματα はここでは抽象的な「事態」ではなく、具体的な「実際の行動」や「実行、事実」を指す。λόγος(言葉)との対比において「行動が伴わなければ」という意味になる。

  4. 14ἐν μὲν προσθήκῃ

    前置詞 ἐν が状態や役割を表し、「付加物として」「補助的な役割において」という意味を表す。マケドニア単独の力ではなく、他国と結びついたときの補助的な勢力としての有用性を説明している。

  5. 15δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾑρημένος

    ᾑρημένος(αἱρέομαι 「選ぶ」の完了分詞)が δόξαν(名声)を目的語として取り、ἀντὶ τοῦ ζῆν ἀσφαλῶς(安全に生きることの代わりに)と比較している。この分詞節全体は主格関係として主語(フィリッポス)の決意や性格を規定している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0014.tlg002.humanitext-grc2:9-16