Humanitext Reader

狄摩西尼 · 第二奥林匹亚演说 §1-8

当前的战机与腓力欺诈手段的败露

第 1 段,共 4 段 · 希腊语

内容简介

狄摩西尼指出腓力的崛起归因于雅典人的疏忽,并通过阐明腓力过去通过欺骗获得的联盟如今正在崩溃,以此敦促雅典人采取行动。

§1ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην τῇ πόλει, οὐχ ἥκιστα δʼ ἐν τοῖς παροῦσι πράγμασι·
雅典的男子汉们,在我看来,在许多事情上,人们都可以看到神明对我们城邦的恩惠是显而易见的,而在目前的情况下尤其如此。
τὸ γὰρ τοὺς πολεμήσοντας Φιλίππῳ γεγενῆσθαι καὶ χώραν ὅμορον καὶ δύναμίν τινα κεκτημένους, καὶ τὸ μέγιστον ἁπάντων, τὴν ὑπὲρ τοῦ πολέμου γνώμην τοιαύτην ἔχοντας ὥστε τὰς πρὸς ἐκεῖνον διαλλαγὰς πρῶτον μὲν ἀπίστους, εἶτα τῆς ἑαυτῶν πατρίδος νομίζειν ἀνάστασιν, δαιμονίᾳ τινὶ καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργεσίᾳ.
因为,那些将要与腓力交战的人已经出现,他们不仅拥有邻近的领土,而且拥有一定的力量,而最重要的是,他们对这场战争持有这样的看法:他们认为与他和解首先是不可信的,其次是他们自己祖国的毁灭——这完全像是一种某种神圣和天赐的恩惠。
§2δεῖ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἤδη σκοπεῖν αὐτούς, ὅπως μὴ χείρους περὶ ἡμᾶς αὐτοὺς εἶναι δόξομεν τῶν ὑπαρχόντων, ὡς ἔστι τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων, μὴ μόνον πόλεων καὶ τόπων ὧν ἦμέν ποτε κύριοι φαίνεσθαι προϊεμένους, ἀλλὰ καὶ τῶν ὑπὸ τῆς τύχης παρασκευασθέντων συμμάχων καὶ καιρῶν.
因此,雅典的男子汉们,我们现在必须自己注意这一点,以免我们显得对自己比现有的情况还要糟糕;因为,如果不仅显得放弃了我们曾经统治的城市和地方,而且还放弃了命运所提供的盟友和时机,这将是可耻的事情之一,或者更确切地说是最可耻的事情之一。
§3τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν Φιλίππου ῥώμην διεξιέναι καὶ διὰ τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς, οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι.
因此,雅典的男子汉们,我认为详细阐述腓力的力量并用这些话来激励你们做该做的事,是不妥当的。
διὰ τί;
为什么?
ὅτι μοι δοκεῖ πάνθʼ ὅσʼ ἂν εἴποι τις ὑπὲρ τούτων, ἐκείνῳ μὲν ἔχειν φιλοτιμίαν, ἡμῖν δʼ οὐχὶ καλῶς πεπρᾶχθαι.
因为在我看来,任何人在这件事上所能说的每一句话,都是他的光荣,而对我们来说则是未能妥善处理的耻辱。
ὁ μὲν γὰρ ὅσῳ πλείονʼ ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν αὑτοῦ, τοσούτῳ θαυμαστότερος παρὰ πᾶσι νομίζεται· ὑμεῖς δʼ ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασι, τοσούτῳ πλείονʼ αἰσχύνην ὠφλήκατε.
因为,他所做出的超出他自身价值的事情越多,他在所有人中就显得越令人敬佩;而你们对待自己的事务比应有的越糟糕,你们所承受的耻辱也就越多。
§4ταῦτα μὲν οὖν παραλείψω.
因此,我将省略这些。
καὶ γὰρ εἰ μετʼ ἀληθείας τις, ὦ ἄνδρες Ἀθηναῖοι, σκοποῖτο, ἐνθένδʼ ἂν αὐτὸν ἴδοι μέγαν γεγενημένον, οὐχὶ παρʼ αὑτοῦ.
因为,雅典的男子汉们,如果有人在真理中进行审视,他就会看到,他是从这里变得伟大的,而不是由于他自己。
ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν, τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν·
因此,对于那些他应该感谢为他掌管公共事务的人,以及你们理应予以惩罚的事情,我现在看不到谈论它们的机会。
ἃ δὲ καὶ χωρὶς τούτων ἔνι, καὶ βέλτιόν ἐστιν ἀκηκοέναι πάντας ὑμᾶς, καὶ μεγάλʼ, ὦ ἄνδρες Ἀθηναῖοι, κατʼ ἐκείνου φαίνοιτʼ ἂν ὀνείδη βουλομένοις ὀρθῶς δοκιμάζειν, ταῦτʼ εἰπεῖν πειράσομαι.
但是,除了这些之外还存在的、对你们所有人来说听一听更好的、而且在那些希望正确评价的人看来,雅典的男子汉们,这些会对他是极大的谴责的事,我将努力去说。
§5τὸ μὲν οὖν ἐπίορκον κἄπιστον καλεῖν ἄνευ τοῦ τὰ πεπραγμένα δεικνύναι λοιδορίαν εἶναί τις ἂν φήσειε κενὴν δικαίως·
如果不在指出其实际行为的情况下,就称他为背誓者和不可信者,任何人都会公正地说这是空洞的漫骂。
τὸ δὲ πάνθʼ ὅσα πώποτʼ ἔπραξε διεξιόντα ἐφʼ ἅπασι τούτοις ἐλέγχειν, καὶ βραχέος λόγου συμβαίνει δεῖσθαι, καὶ δυοῖν ἕνεχʼ ἡγοῦμαι συμφέρειν εἰρῆσθαι, τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι, καὶ τοὺς ὑπερεκπεπληγμένους ὡς ἄμαχόν τινα τὸν Φίλιππον ἰδεῖν ὅτι πάντα διεξελήλυθεν οἷς πρότερον παρακρουόμενος μέγας ηὐξήθη, καὶ πρὸς αὐτὴν ἥκει τὴν τελευτὴν τὰ πράγματʼ αὐτῷ.
但是,详细阐述他所做过的一切,并基于所有这些来揭露他,这恰好只需要简短的论述,而且我认为这在两方面是有益的:一方面,使他显现出他实际上是的那个卑劣之人,另一方面,使那些过度畏惧腓力、将其视为不可战胜之人的人,能够看到他以前用来欺骗并借此变大的一切手段都已用尽,他的局势已经走到了尽头。
§6ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρʼ ἂν ἡγούμην καὶ αὐτὸς φοβερὸν τὸν Φίλιππον καὶ θαυμαστόν, εἰ τὰ δίκαια πράττονθʼ ἑώρων ηὐξημένον·
雅典的男子汉们,因为如果我看到他是通过行正义之事而成长壮大的,我自己也会非常认为腓力是可怕而令人敬佩的。
νῦν δὲ θεωρῶν καὶ σκοπῶν εὑρίσκω τὴν μὲν ἡμετέραν εὐήθειαν τὸ κατʼ ἀρχάς, ὅτʼ Ὀλυνθίους ἀπήλαυνόν τινες ἐνθένδε βουλομένους ὑμῖν διαλεχθῆναι, τῷ τὴν Ἀμφίπολιν φάσκειν παραδώσειν καὶ τὸ θρυλούμενόν ποτʼ ἀπόρρητον ἐκεῖνο κατασκευάσαι, §7τούτῳ προσαγαγόμενον, τὴν δʼ Ὀλυνθίων φιλίαν μετὰ ταῦτα τῷ Ποτείδαιαν οὖσαν ὑμετέραν ἐξελεῖν καὶ τοὺς μὲν πρότερον συμμάχους ἀδικῆσαι, παραδοῦναι δʼ ἐκείνοις, Θετταλοὺς δὲ νῦν τὰ τελευταῖα τῷ Μαγνησίαν παραδώσειν ὑποσχέσθαι καὶ τὸν Φωκικὸν πόλεμον πολεμήσειν ὑπὲρ αὐτῶν ἀναδέξασθαι.
但是现在,通过观察和审视,我发现,起初,当某些人把想要与你们交谈的奥林索斯人从这里赶走时,他通过声称要归还安菲波利斯并策划那个曾经被传得沸沸扬扬的秘密协定,拉拢了我们的天真;在此之后,他通过夺取属于你们的波提代亚,并伤害以前的盟友,将其交还给他们,从而获得了奥林索斯人的友谊;而最近,最后,他通过承诺归还马格尼西亚并承诺为他们进行福基斯战争,拉拢了色萨利人。
ὅλως δʼ οὐδεὶς ἔστιν ὅντινʼ οὐ πεφενάκικʼ ἐκεῖνος τῶν αὐτῷ χρησαμένων·
总之,凡是与他交往的人,没有一个不被他欺骗的。
τὴν γὰρ ἑκάστων ἄνοιαν ἀεὶ τῶν ἀγνοούντων αὐτὸν ἐξαπατῶν καὶ προσλαμβάνων οὕτως ηὐξήθη.
因为,他总是通过欺骗每一个不了解他的人的愚蠢并将其拉拢,以此方式成长壮大。
§8ὥσπερ οὖν διὰ τούτων ἤρθη μέγας, ἡνίχʼ ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς ᾤοντό τι πράξειν, οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων καὶ καθαιρεθῆναι πάλιν, ἐπειδὴ πάνθʼ εἵνεχʼ ἑαυτοῦ ποιῶν ἐξελήλεγκται.
因此,正如他通过这些手段而变得伟大,当时每个人都以为他会为他们做一些有利的事情一样,现在也必须通过这些同样的手段再次将他拉下,因为他已经被证实一切都是为了他自己。
καιροῦ μὲν δή, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τοῦτο πάρεστι Φιλίππῳ τὰ πράγματα·
确实,雅典的男子汉们,腓力的形势已经到了这个关头。
ἢ παρελθών τις ἐμοί, μᾶλλον δʼ ὑμῖν δειξάτω, ἢ ὡς οὐκ ἀληθῆ ταῦτʼ ἐγὼ λέγω, ἢ ὡς οἱ τὰ πρῶτʼ ἐξηπατημένοι τὰ λοιπὰ πιστεύσουσιν, ἢ ὡς οἱ παρὰ τὴν αὑτῶν ἀξίαν δεδουλωμένοι νῦν οὐκ ἂν ἐλεύθεροι γένοιντʼ ἄσμενοι.
或者让某人走上前来,向我,或者更确切地向你们证明,要么我说的这些不是真话,要么那些起初被欺骗的人在未来还会信任他,要么那些违背自身尊严而被奴役的人现在不愿乐意获得自由。

词汇与语法注释

  1. §1τὸ γὰρ τοὺς πολεμήσοντας Φιλίππῳ γεγενῆσθαι... ἔοικεν — 冠词不定式短语(τὸ... γεγενῆσθαι 和 τὸ... ἔχοντας)充当动词 ἔοικεν 的主语。宾格的 τοὺς πολεμήσοντας 是 γεγενῆσθαι 的逻辑主语。整句结构为“……的出现以及他们持有……这完全像是……”。
  2. §2ὡς ἔστι τῶν αἰσχρῶν — 连词 ὡς 可以表示对前文义务(δεῖ... σκοπεῖν)的解释说明(“因为”),也可以表示感叹(“多么……!”)。在此语境下,将其理解为原因更为自然,后续的不定式短语(μὴ μόνον... προϊεμένους)充当 ἔστι 的实际主语。
  3. §4ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει... τούτων — 关系代词 ὧν 受到主句中指示代词(先行词)τούτων 的吸引而变为属格。τούτων 本身在短语 ὁρῶ τὸν καιρὸν τοῦ λέγειν(“我看到了谈论[这些事]的时机”)中充当修饰 λέγειν(或 καιρόν)的属格。
  4. §6εὑρίσκω τὴν μὲν ἡμετέραν εὐήθειαν... τούτω προσαγαγόμενον — 动词 εὑρίσκω(“我发现”)采用“宾格+分词”的间接陈述结构,宾语为 τὴν μὲν ἡμετέραν εὐήθειαν,分词为 προσαγαγόμενον。在 §7 中,τὴν δʼ Ὀλυνθίων φιλίαν 和 Θετταλοὺς δέ 与 εὐήθειαν 并列,并同样受到类似分词(或其省略形式)的修饰。

引用这一段

狄摩西尼, 第二奥林匹亚演说 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg002.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。