§25ταῦτα θαυμάζω, κἄτι πρὸς τούτοις, εἰ μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δύναται λογίσασθαι πόσον πολεμεῖτε χρόνον Φιλίππῳ, καὶ τί ποιούντων ὑμῶν ὁ χρόνος διελήλυθεν οὗτος.
我感到奇怪的是这些,而且除此之外,雅典的男子汉们,你们中竟然没有一个人能够算一算,你们与腓力交战了多少时间,以及在你们做什么的时候,这段时间流逝了。
ἴστε γὰρ δήπου τοῦθʼ, ὅτι μελλόντων αὐτῶν, ἑτέρους τινὰς ἐλπιζόντων πράξειν, αἰτιωμένων ἀλλήλους, κρινόντων, πάλιν ἐλπιζόντων, σχεδὸν ταὔθʼ ἅπερ νυνὶ ποιούντων, ἅπας ὁ χρόνος διελήλυθεν.
因为你们想必知道这一点:在拖延、指望其他某些人去行动、互相指责、进行审判、再次期盼、做着几乎和你们现在完全相同的事情期间,全部的时间都流逝了。
§26εἶθʼ οὕτως ἀγνωμόνως ἔχετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὥστε διʼ ὧν ἐκ χρηστῶν φαῦλα τὰ πράγματα τῆς πόλεως γέγονεν, διὰ τούτων ἐλπίζετε τῶν αὐτῶν πράξεων ἐκ φαύλων αὐτὰ χρηστὰ γενήσεσθαι;
难道你们竟然如此愚蠢,雅典的男子汉们,以至于指望通过那些使城邦事务由好变坏的同样行为,使它们由坏变好吗?
ἀλλʼ οὔτʼ εὔλογον οὔτʼ ἔχον ἐστὶ φύσιν τοῦτό γε· πολὺ γὰρ ῥᾷον ἔχοντας φυλάττειν ἢ κτήσασθαι πάντα πέφυκεν.
但这既不合理,也不符合事物的本性;因为一切事物的本性都是:守住已有的比获取新的要容易得多。
νῦν δʼ ὅ τι μὲν φυλάξομεν, οὐδέν ἐσθʼ ὑπὸ τοῦ πολέμου λοιπὸν τῶν πρότερον, κτήσασθαι δὲ δεῖ.
但现在,以前的财产中没有什么被战争留下来供我们防守,而必须去获取。
αὐτῶν οὖν ἡμῶν ἔργον τοῦτʼ ἤδη.
因此,这已经是我们自己应当承担的任务了。
§27φημὶ δὴ δεῖν εἰσφέρειν χρήματα, αὐτοὺς ἐξιέναι προθύμως, μηδένʼ αἰτιᾶσθαι πρὶν ἂν τῶν πραγμάτων κρατήσητε, τηνικαῦτα δʼ ἀπʼ αὐτῶν τῶν ἔργων κρίναντας τοὺς μὲν ἀξίους ἐπαίνου τιμᾶν, τοὺς δʼ ἀδικοῦντας κολάζειν, τὰς προφάσεις δʼ ἀφελεῖν καὶ τὰ καθʼ ὑμᾶς ἐλλείμματα·
因此我主张,应当捐纳军费,自己积极出征,在掌控局势之前不要指责任何人;那时,再根据实际行动进行判决,表彰值得称赞的人,惩罚作恶的人,并消除借口和你们自己的懈怠。
οὐ γὰρ ἔστι πικρῶς ἐξετάσαι τί πέπρακται τοῖς ἄλλοις, ἂν μὴ παρʼ ὑμῶν αὐτῶν πρῶτον ὑπάρξῃ τὰ δέοντα.
因为,除非你们自己首先尽到了应尽的职责,否则就无法严厉审视他人所做过的事。
§28τίνος γὰρ εἵνεκʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζετε τοῦτον μὲν φεύγειν τὸν πόλεμον πάντας ὅσους ἂν ἐκπέμψητε στρατηγούς, ἰδίους δʼ εὑρίσκειν πολέμους, εἰ δεῖ τι τῶν ὄντων καὶ περὶ τῶν στρατηγῶν εἰπεῖν;
雅典的男子汉们,如果确实也必须说说关于将军们的事实,你们认为,为什么你们派出的所有将军都逃避这场战争,而寻找他们自己的战争呢?
ὅτι ἐνταῦθα μέν ἐστι τἆθλʼ ὑπὲρ ὧν ἐστιν ὁ πόλεμος ὑμέτερα (Ἀμφίπολίς γʼ ἂν ληφθῇ, παραχρῆμʼ ὑμεῖς κομιεῖσθε), οἱ δὲ κίνδυνοι τῶν ἐφεστηκότων ἴδιοι, μισθὸς δʼ οὐκ ἔστιν· ἐκεῖ δὲ κίνδυνοι μὲν ἐλάττους, τὰ δὲ λήμματα τῶν ἐφεστηκότων καὶ τῶν στρατιωτῶν, Λάμψακος, Σίγειον, τὰ πλοῖʼ ἃ συλῶσιν.
因为在这里,作为战争目的的奖赏属于你们(如果夺回安菲波利斯,你们将立即收回它),而危险则属于指挥官们自己,且没有报酬;但在那里,危险较小,而收益属于指挥官和士兵——兰普萨科斯、西盖翁以及他们所劫掠的船只。
ἐπʼ οὖν τὸ λυσιτελοῦν αὑτοῖς ἕκαστοι χωροῦσιν.
因此,他们各自都奔向对自己有利的地方。
§29ὑμεῖς δʼ, ὅταν μὲν εἰς τὰ πράγματʼ ἀποβλέψητε φαύλως ἔχοντα, τοὺς ἐφεστηκότας κρίνετε, ὅταν δὲ δόντες λόγον τὰς ἀνάγκας ἀκούσητε ταύτας, ἀφίετε.
而你们,每当看到局势恶化时,就审判指挥官;但每当他们进行辩白,而你们听到这些无可奈何的境况时,就把他们无罪释放。
περίεστι τοίνυν ὑμῖν ἀλλήλοις ἐρίζειν καὶ διεστάναι, τοῖς μὲν ταῦτα πεπεισμένοις, τοῖς δὲ ταῦτα, τὰ κοινὰ δʼ ἔχειν φαύλως.
因此,留给你们的只有互相争吵和分裂,一些人相信这,另一些人相信那,而公共事务则处于糟糕的状态。
πρότερον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, κατὰ συμμορίας εἰσεφέρετε, νυνὶ δὲ πολιτεύεσθε κατὰ συμμορίας.
因为以前,雅典的男子汉们,你们是按税区(辛莫里亚)来缴纳税款的,但现在你们是按派系(辛莫里亚)来进行政治活动的。
ῥήτωρ ἡγεμὼν ἑκατέρων, καὶ στρατηγὸς ὑπὸ τούτῳ καὶ οἱ βοησόμενοι, οἱ τριακόσιοι· οἱ δʼ ἄλλοι προσνενέμησθε οἱ μὲν ὡς τούτους, οἱ δʼ ὡς ἐκείνους.
每一派都有一位演说家作为领袖,其下有一位将军,以及负责呐喊的人,即那三百人;而你们中的其余人则被分配,有的归于这一边,有的归于那一边。
§30δεῖ δὴ ταῦτʼ ἐπανέντας καὶ ὑμῶν αὐτῶν ἔτι καὶ νῦν γενομένους κοινὸν καὶ τὸ βουλεύεσθαι καὶ τὸ λέγειν καὶ τὸ πράττειν ποιῆσαι.
你们确实必须放弃这些做法,甚至在现在重新掌控你们自己,使商议、发言和行动成为大家共同的事。
εἰ δὲ τοῖς μὲν ὥσπερ ἐκ τυραννίδος ὑμῶν ἐπιτάττειν ἀποδώσετε, τοῖς δʼ ἀναγκάζεσθαι τριηραρχεῖν, εἰσφέρειν, στρατεύεσθαι, τοῖς δὲ ψηφίζεσθαι κατὰ τούτων μόνον, ἄλλο δὲ μηδʼ ὁτιοῦν συμπονεῖν, οὐχὶ γενήσεται τῶν δεόντων ἡμῖν οὐδὲν ἐν καιρῷ· τὸ γὰρ ἠδικημένον ἀεὶ μέρος ἐλλείψει, εἶθʼ ὑμῖν τούτους κολάζειν ἀντὶ τῶν ἐχθρῶν ἐξέσται.
因为如果你们允许一些人像僭主统治一样对你们施加命令,而强迫另一些人去装备三列桨战船、纳税、出征,而另一些人则仅仅对这些人投票通过决议,却不共同承担任何其他劳苦,那么我们的任何应尽职责都不会在适当时机完成;因为受到不公对待的部分总是会玩忽职守,结果你们将不得不惩罚这些人,而不是敌人。
§31λέγω δὴ κεφάλαιον, πάντας εἰσφέρειν ἀφʼ ὅσων ἕκαστος ἔχει τὸ ἴσον· πάντας ἐξιέναι κατὰ μέρος, ἕως ἂν ἅπαντες στρατεύσησθε· πᾶσι τοῖς παριοῦσι λόγον διδόναι, καὶ τὰ βέλτισθʼ ὧν ἂν ἀκούσηθʼ αἱρεῖσθαι, μὴ ἃν ὁ δεῖνʼ ἢ ὁ δεῖνʼ εἴπῃ.
我说一个要点:所有人根据各自拥有的财产平等地捐纳;所有人轮流出征,直到大家全部参加过战争;给所有上台发言的人发言的机会,并选择你们所听到的最好的建议,而不是某某人所说的话。
κἂν ταῦτα ποιῆτε, οὐ τὸν εἰπόντα μόνον παραχρῆμʼ ἐπαινέσεσθε, ἀλλὰ καὶ ὑμᾶς αὐτοὺς ὕστερον, βέλτιον τῶν ὅλων πραγμάτων ὑμῖν ἐχόντων.
如果你们这样做,你们不仅会立即称赞说话的人,而且以后也会称赞你们自己,因为你们的整体事务将会处于更好的状态。