- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg002.humanitext-grc2:25-31
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
デモステネスはアテナイ市民に対し、これまでの怠慢と政治の分裂(シュンモリア制度の派閥化)がフィリッポスとの戦争の長期化と失敗を招いたことを指摘し、各自が平等に応分の負担をして共同で行動することを求めている。
ταῦτα θαυμάζω, κἄτι πρὸς τούτοις, εἰ μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δύναται λογίσασθαι πόσον πολεμεῖτε χρόνον Φιλίππῳ, καὶ τί ποιούντων ὑμῶν1 ὁ χρόνος διελήλυθεν οὗτος. ἴστε γὰρ δήπου τοῦθʼ, ὅτι μελλόντων αὐτῶν,2 ἑτέρους τινὰς ἐλπιζόντων πράξειν, αἰτιωμένων ἀλλήλους, κρινόντων, πάλιν ἐλπιζόντων, σχεδὸν ταὔθʼ ἅπερ νυνὶ ποιούντων, ἅπας ὁ χρόνος διελήλυθεν.
私はこれらを不思議に思いますし、さらにこれらに加えて、アテナイの皆さん、あなた方のうちの誰も、フィリッポスとどれほど長い時間戦争をしているのか、また、あなた方が何をしている間にこの時間が過ぎ去ってしまったのかを考えることができないのを不思議に思います。というのも、あなた方はおそらくこのこと、すなわち、自らが躊躇し、誰か他の者が行動してくれるのを期待し、互いに非難し合い、裁判にかけ、再び期待するという、およそ現在行っているのと全く同じことをしている間に、すべての時間が過ぎ去ってしまったということを知っているからです。
εἶθʼ οὕτως ἀγνωμόνως ἔχετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὥστε διʼ ὧν ἐκ χρηστῶν φαῦλα τὰ πράγματα τῆς πόλεως γέγονεν, διὰ τούτων ἐλπίζετε τῶν αὐτῶν πράξεων ἐκ φαύλων αὐτὰ χρηστὰ γενήσεσθαι;3 ἀλλʼ οὔτʼ εὔλογον οὔτʼ ἔχον ἐστὶ φύσιν τοῦτό γε· πολὺ γὰρ ῥᾷον ἔχοντας φυλάττειν ἢ κτήσασθαι πάντα πέφυκεν. νῦν δʼ ὅ τι μὲν φυλάξομεν, οὐδέν ἐσθʼ ὑπὸ τοῦ πολέμου λοιπὸν τῶν πρότερον, κτήσασθαι δὲ δεῖ. αὐτῶν οὖν ἡμῶν ἔργον τοῦτʼ ἤδη.
そのうえで、アテナイの皆さん、あなた方はこれほど愚かであり、国家の情勢が良好な状態から劣悪な状態に陥る原因となったまさにその同じ行動によって、劣悪な状態から良好な状態にそれが変化すると期待しているのですか。しかし、このようなことは筋が通っておらず、自然の理にもかないません。なぜなら、すべてのものは、手に入れることよりも、手に入れているものを維持することの方がはるかに容易であるのが自然だからです。しかし今や、以前のもののうち、戦争によって残された、我々が維持すべきものは何もなく、新たに手に入れなければなりません。したがって、これはすでに我々自身のなすべき仕事なのです。
φημὶ δὴ δεῖν εἰσφέρειν χρήματα, αὐτοὺς ἐξιέναι προθύμως, μηδένʼ αἰτιᾶσθαι πρὶν ἂν τῶν πραγμάτων κρατήσητε,4 τηνικαῦτα δʼ ἀπʼ αὐτῶν τῶν ἔργων κρίναντας τοὺς μὲν ἀξίους ἐπαίνου τιμᾶν, τοὺς δʼ ἀδικοῦντας κολάζειν, τὰς προφάσεις δʼ ἀφελεῖν καὶ τὰ καθʼ ὑμᾶς ἐλλείμματα· οὐ γὰρ ἔστι πικρῶς ἐξετάσαι τί πέπρακται τοῖς ἄλλοις, ἂν μὴ παρʼ ὑμῶν αὐτῶν πρῶτον ὑπάρξῃ τὰ δέοντα.
そこで私は、資金を拠出し、自ら進んで出征し、事態を掌握するまでは誰も非難しないことを強く主張します。そのときこそ、まさにその事績に基づいて判断し、称賛に値する人々は称え、不正を行う人々は処罰すべきであり、また、口実やあなた方自身の怠慢を取り除くべきです。あなた方自身の側からまずなすべきことが果たされない限り、他者が何を行ったかを厳しく糾弾することはできないからです。
τίνος γὰρ εἵνεκʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζετε τοῦτον μὲν φεύγειν τὸν πόλεμον πάντας ὅσους ἂν ἐκπέμψητε στρατηγούς, ἰδίους δʼ εὑρίσκειν πολέμους, εἰ δεῖ τι τῶν ὄντων καὶ περὶ τῶν στρατηγῶν εἰπεῖν; ὅτι ἐνταῦθα μέν ἐστι τἆθλʼ ὑπὲρ ὧν ἐστιν ὁ πόλεμος ὑμέτερα (Ἀμφίπολίς γʼ ἂν ληφθῇ, παραχρῆμʼ ὑμεῖς κομιεῖσθε), οἱ δὲ κίνδυνοι τῶν ἐφεστηκότων ἴδιοι, μισθὸς δʼ οὐκ ἔστιν· ἐκεῖ δὲ κίνδυνοι μὲν ἐλάττους, τὰ δὲ λήμματα τῶν ἐφεστηκότων καὶ τῶν στρατιωτῶν, Λάμψακος, Σίγειον, τὰ πλοῖʼ ἃ συλῶσιν. ἐπʼ οὖν τὸ λυσιτελοῦν αὑτοῖς ἕκαστοι χωροῦσιν.
アテナイの皆さん、将軍たちのことについて実情を少し語らねばならないとするなら、あなた方が派遣するすべての将軍がなぜこの戦争から逃れ、独自の戦争を見つけ出しているとあなた方はお思いですか。それは、この戦争の目的である報奨があなた方のものだからです(もしアンフィポリスが奪還されれば、あなた方は直ちにそれを手に入れるでしょう)。しかし危険は指揮官たち個人のものであり、報酬はありません。一方、あちらでは危険はより少なく、指揮官たちや兵士たちの利益は、ランプサコスやシゲイオン、彼らが略奪する船などにあるからです。それゆえ、彼らはそれぞれ自らにとって利益のある方へと赴くのです。
ὑμεῖς δʼ, ὅταν μὲν εἰς τὰ πράγματʼ ἀποβλέψητε φαύλως ἔχοντα, τοὺς ἐφεστηκότας κρίνετε, ὅταν δὲ δόντες λόγον τὰς ἀνάγκας ἀκούσητε ταύτας, ἀφίετε. περίεστι τοίνυν ὑμῖν ἀλλήλοις ἐρίζειν καὶ διεστάναι, τοῖς μὲν ταῦτα πεπεισμένοις, τοῖς δὲ ταῦτα, τὰ κοινὰ δʼ ἔχειν φαύλως. πρότερον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, κατὰ συμμορίας εἰσεφέρετε, νυνὶ δὲ πολιτεύεσθε κατὰ συμμορίας. ῥήτωρ ἡγεμὼν ἑκατέρων, καὶ στρατηγὸς ὑπὸ τούτῳ καὶ οἱ βοησόμενοι, οἱ τριακόσιοι· οἱ δʼ ἄλλοι προσνενέμησθε οἱ μὲν ὡς τούτους, οἱ δʼ ὡς ἐκείνους.
しかしあなた方は、事態が劣悪な状態にあることを見ると指揮官たちを裁判にかけますが、彼らが弁明を行い、これらのやむを得ない事情を語るのを聞くと無罪にします。その結果、あなた方に残されたのは、互いに争い、分裂し、ある者はこれを信じ、別の者はあれを信じ、一方で国政は劣悪な状態に放置されることだけです。かつてアテナイの皆さん、あなた方は徴税分課(シュンモリア)ごとに納税していましたが、今や徴税分課ごとに政治を行っているのです。双方に指導者たる弁論家がおり、その下に将軍が従い、その声を張り上げる者たち、すなわち三百人の市民がいます。そして他の者たちは、ある者は彼らの側に、ある者はあちらの側にと割り振られているのです。
δεῖ δὴ ταῦτʼ ἐπανέντας5 καὶ ὑμῶν αὐτῶν ἔτι καὶ νῦν γενομένους κοινὸν καὶ τὸ βουλεύεσθαι καὶ τὸ λέγειν καὶ τὸ πράττειν ποιῆσαι. εἰ δὲ τοῖς μὲν ὥσπερ ἐκ τυραννίδος ὑμῶν ἐπιτάττειν ἀποδώσετε, τοῖς δʼ ἀναγκάζεσθαι τριηραρχεῖν, εἰσφέρειν, στρατεύεσθαι, τοῖς δὲ ψηφίζεσθαι κατὰ τούτων μόνον, ἄλλο δὲ μηδʼ ὁτιοῦν συμπονεῖν, οὐχὶ γενήσεται τῶν δεόντων ἡμῖν οὐδὲν ἐν καιρῷ· τὸ γὰρ ἠδικημένον ἀεὶ μέρος ἐλλείψει, εἶθʼ ὑμῖν τούτους κολάζειν ἀντὶ τῶν ἐχθρῶν ἐξέσται.
まさにこれらのことをやめ、今や再びあなた方自身を取り戻し、熟議すること、語ること、行動することを共同のものとすべきです。もしあなた方が、一部の者にはまるで僭主政治のように命令する権限を与え、他の者には三段櫂船の建造維持費を負担し、税を納め、従軍することを義務づけ、また他の者にはこれらの者たちに対してただ決議することのみを許し、その他の労苦を一切共にしないようにするなら、我々にとってなすべきことの何一つとして好機に果たされることはないでしょう。なぜなら、不当に扱われた部分がつねに義務を怠ることになり、その結果、あなた方は敵の代わりに身内の者たちを処罰せざるを得なくなるからです。
λέγω δὴ κεφάλαιον, πάντας εἰσφέρειν ἀφʼ ὅσων ἕκαστος ἔχει τὸ ἴσον· πάντας ἐξιέναι κατὰ μέρος, ἕως ἂν ἅπαντες στρατεύσησθε· πᾶσι τοῖς παριοῦσι λόγον διδόναι, καὶ τὰ βέλτισθʼ ὧν ἂν ἀκούσηθʼ αἱρεῖσθαι, μὴ ἃν ὁ δεῖνʼ ἢ ὁ δεῖνʼ εἴπῃ. κἂν ταῦτα ποιῆτε, οὐ τὸν εἰπόντα μόνον παραχρῆμʼ ἐπαινέσεσθε, ἀλλὰ καὶ ὑμᾶς αὐτοὺς ὕστερον, βέλτιον τῶν ὅλων πραγμάτων ὑμῖν ἐχόντων.
要点を言いましょう。全員が、各自が所有している額に応じて等しく拠出すること。全員が、全員が出征し終えるまで交代で出征すること。演壇に立つ者全員に発言の機会を与え、誰々が言ったからということではなく、聞いたことの中から最善のものを選択すること。もしこれらを行うなら、単にその発言者を直ちに称賛するだけでなく、後にはあなた方自身をも称賛することになるでしょう。国家の情勢全体がより良い状態になるのですから。
- 25τί ποιούντων ὑμῶν
疑問代名詞 τί を伴う属格独立構文。「あなた方が何をしている間に(時間が経過したのか)」という、付帯状況または時を表す用法。
- 25μελλόντων αὐτῶν
属格独立。代名詞 αὐτῶν(彼ら)は文脈上アテナイ人自身を指している。直前の ὑμῶν から三人称へと切り替わることで、自らの行動を客観的・批判的に描写する効果を持つ。
- 26ὥστε διʼ ὧν ... ἐλπίζετε ... γενήσεσθαι
ὥστε(結果節)の中に、関係代名詞 ὧν(後続の διὰ τούτων ... τῶν αὐτῶν πράξεων に対応し、前置詞 διά の目的語として属格になったもの)があり、さらに結果節の動詞 ἐλπίζετε に導かれる対格不定詞構文 αὐτὰ ... γενήσεσθαι が続く複雑な構造。
- 27πρὶν ἂν τῶν πραγμάτων κρατήσητε
πρίν + ἂν + 接続法(アオリスト)の構文。主節が否定的な意味(「誰も非難するな」μηδένʼ αἰτιᾶσθαι)を伴うため、未来における条件・限界(〜するまでは…ない)を示す。
- 30δεῖ δὴ ταῦτʼ ἐπανέντας
非人称動詞 δεῖ に導かれる対格不定詞構文。不定詞 ποιῆσαι の意味上の主語(アテナイ人全体)が、対格分詞 ἐπανέντας および γενομένους として表現されている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
