§1ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην τῇ πόλει, οὐχ ἥκιστα δʼ ἐν τοῖς παροῦσι πράγμασι·
多くの点において、アテナイの皆さん、神々からこの国家への好意が明らかになっているのを目の当たりにできるように私には思われますが、現在の状況においては特にそうです。
τὸ γὰρ τοὺς πολεμήσοντας Φιλίππῳ γεγενῆσθαι καὶ χώραν ὅμορον καὶ δύναμίν τινα κεκτημένους, καὶ τὸ μέγιστον ἁπάντων, τὴν ὑπὲρ τοῦ πολέμου γνώμην τοιαύτην ἔχοντας ὥστε τὰς πρὸς ἐκεῖνον διαλλαγὰς πρῶτον μὲν ἀπίστους, εἶτα τῆς ἑαυτῶν πατρίδος νομίζειν ἀνάστασιν, δαιμονίᾳ τινὶ καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργεσίᾳ.
というのも、フィリッポスと戦争を交えようとする人々が現れ、しかも彼らが隣接する領地とある程度の戦力を有しており、そして何よりも、この戦争について、彼との和解を第一に不信なもの、次いで自らの祖国の破滅であるとみなすような決意を抱いていることは、まったくもって神的な、そして天の恩恵に似ているからです。
§2δεῖ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτʼ ἤδη σκοπεῖν αὐτούς, ὅπως μὴ χείρους περὶ ἡμᾶς αὐτοὺς εἶναι δόξομεν τῶν ὑπαρχόντων, ὡς ἔστι τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων, μὴ μόνον πόλεων καὶ τόπων ὧν ἦμέν ποτε κύριοι φαίνεσθαι προϊεμένους, ἀλλὰ καὶ τῶν ὑπὸ τῆς τύχης παρασκευασθέντων συμμάχων καὶ καιρῶν.
それゆえ、アテナイの皆さん、今や私たちは自分たち自身で、現在の状況に比して自分たち自身に対して劣っていると見なされないように注意を払わねばなりません。 なぜなら、かつて支配していた都市や土地を失うように見えるだけでなく、運命によってもたらされた同盟国や好機をも放棄しているように見えることは、恥ずべきことであり、いやむしろ最も恥ずべきことだからです。
§3τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν Φιλίππου ῥώμην διεξιέναι καὶ διὰ τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς, οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι.
さて、アテナイの皆さん、フィリッポスの力を詳細に語り、そのような言葉によってあなた方に成すべきことをなすよう促すことは、適切ではないと私は考えます。
διὰ τί;
なぜでしょうか。
ὅτι μοι δοκεῖ πάνθʼ ὅσʼ ἂν εἴποι τις ὑπὲρ τούτων, ἐκείνῳ μὲν ἔχειν φιλοτιμίαν, ἡμῖν δʼ οὐχὶ καλῶς πεπρᾶχθαι.
これらについて語られうるすべてのことは、彼にとっては名誉であり、私たちにとってはうまく行動できなかったことを意味するように思われるからです。
ὁ μὲν γὰρ ὅσῳ πλείονʼ ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν αὑτοῦ, τοσούτῳ θαυμαστότερος παρὰ πᾶσι νομίζεται· ὑμεῖς δʼ ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασι, τοσούτῳ πλείονʼ αἰσχύνην ὠφλήκατε.
というのも、彼は自らの身の丈以上に多くのことを成し遂げれば遂げるほど、それだけ万人の間でより称賛に値するとみなされる一方、あなた方は状況をふさわしいものより悪く扱えば扱うほど、それだけ多くの不名誉を被ることになるからです。
§4ταῦτα μὲν οὖν παραλείψω.
したがって、これらのことは割愛しましょう。
καὶ γὰρ εἰ μετʼ ἀληθείας τις, ὦ ἄνδρες Ἀθηναῖοι, σκοποῖτο, ἐνθένδʼ ἂν αὐτὸν ἴδοι μέγαν γεγενημένον, οὐχὶ παρʼ αὑτοῦ.
なぜなら、アテナイの皆さん、もし誰かが真実に基づいて検討するならば、彼が偉大になったのは我が国のおかげであり、自分自身の力によるのではないことがわかるでしょうから。
ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν, τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν·
それゆえ、彼が自らのために政治を行った者たちに感謝すべきであり、あなた方が罰を与えるのが当然であるような、それらの事柄について、今は語るべき好機ではないと私は考えています。
ἃ δὲ καὶ χωρὶς τούτων ἔνι, καὶ βέλτιόν ἐστιν ἀκηκοέναι πάντας ὑμᾶς, καὶ μεγάλʼ, ὦ ἄνδρες Ἀθηναῖοι, κατʼ ἐκείνου φαίνοιτʼ ἂν ὀνείδη βουλομένοις ὀρθῶς δοκιμάζειν, ταῦτʼ εἰπεῖν πειράσομαι.
しかし、これらとは別に存在し、あなた方全員が耳にしている方がより良く、そしてアテナイの皆さん、正しく評価しようとする人々にとって、彼に対する大きな非難となるように見えるであろう事柄を、私は語るように努めましょう。
§5τὸ μὲν οὖν ἐπίορκον κἄπιστον καλεῖν ἄνευ τοῦ τὰ πεπραγμένα δεικνύναι λοιδορίαν εἶναί τις ἂν φήσειε κενὴν δικαίως·
さて、行われたことを示すことなしに彼を偽誓者、あるいは不信の者と呼ぶことは、中身のない罵詈雑言にすぎないと誰しも正当に言うでしょう。
τὸ δὲ πάνθʼ ὅσα πώποτʼ ἔπραξε διεξιόντα ἐφʼ ἅπασι τούτοις ἐλέγχειν, καὶ βραχέος λόγου συμβαίνει δεῖσθαι, καὶ δυοῖν ἕνεχʼ ἡγοῦμαι συμφέρειν εἰρῆσθαι, τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι, καὶ τοὺς ὑπερεκπεπληγμένους ὡς ἄμαχόν τινα τὸν Φίλιππον ἰδεῖν ὅτι πάντα διεξελήλυθεν οἷς πρότερον παρακρουόμενος μέγας ηὐξήθη, καὶ πρὸς αὐτὴν ἥκει τὴν τελευτὴν τὰ πράγματʼ αὐτῷ.
しかし、彼がこれまで行ってきたすべてのことを詳細に語ってこれらすべてに基づいて彼を告発することは、短い議論しか必要とせず、また二つの理由から、語られることが有益であると私は考えます。 第一に、彼が実際そうであるように、卑劣に見えるようにするためであり、第二に、フィリッポスを無敵の者として過度に恐れている人々が、彼が以前に人々を欺いて偉大に成長するのに用いたすべての手段が使い尽くされ、彼の形勢がまさに終焉に向かっていることを見るためです。
§6ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρʼ ἂν ἡγούμην καὶ αὐτὸς φοβερὸν τὸν Φίλιππον καὶ θαυμαστόν, εἰ τὰ δίκαια πράττονθʼ ἑώρων ηὐξημένον·
というのも、アテナイの皆さん、もし私が彼が正しいことを行うことによって成長したのを見たならば、私自身もフィリッポスを大いに恐るべき、また驚異的な者と考えたでしょう。
νῦν δὲ θεωρῶν καὶ σκοπῶν εὑρίσκω τὴν μὲν ἡμετέραν εὐήθειαν τὸ κατʼ ἀρχάς, ὅτʼ Ὀλυνθίους ἀπήλαυνόν τινες ἐνθένδε βουλομένους ὑμῖν διαλεχθῆναι, τῷ τὴν Ἀμφίπολιν φάσκειν παραδώσειν καὶ τὸ θρυλούμενόν ποτʼ ἀπόρρητον ἐκεῖνο κατασκευάσαι, §7τούτῳ προσαγαγόμενον, τὴν δʼ Ὀλυνθίων φιλίαν μετὰ ταῦτα τῷ Ποτείδαιαν οὖσαν ὑμετέραν ἐξελεῖν καὶ τοὺς μὲν πρότερον συμμάχους ἀδικῆσαι, παραδοῦναι δʼ ἐκείνοις, Θετταλοὺς δὲ νῦν τὰ τελευταῖα τῷ Μαγνησίαν παραδώσειν ὑποσχέσθαι καὶ τὸν Φωκικὸν πόλεμον πολεμήσειν ὑπὲρ αὐτῶν ἀναδέξασθαι.
しかし今、検討し考察してみると、私は次のことを見出すのです。 最初は、我が国の愚かさを、すなわち、かつてオリュンティオスたちがあなた方と話し合うことを望んでここから追い払われたとき、彼がアンフィポリスを引き渡すと言い、かつて噂されたあの「秘密の合意」を準備することによって、これを利用して引き入れ、その後には、あなた方の領有であったポテイダイアを奪い取って、以前の同盟者たちを不当に扱い、彼らに引き渡すことによって彼らの友好を手に入れ、さらに最近では最後として、マグネシアを引き渡すと約束し、彼らのためにフォキス戦争を戦うことを引き受けることによってテッサリア人を味方に引き入れたということを。
ὅλως δʼ οὐδεὶς ἔστιν ὅντινʼ οὐ πεφενάκικʼ ἐκεῖνος τῶν αὐτῷ χρησαμένων·
総じて、彼と関わった人々の中で、彼が騙さなかった者は一人もいません。
τὴν γὰρ ἑκάστων ἄνοιαν ἀεὶ τῶν ἀγνοούντων αὐτὸν ἐξαπατῶν καὶ προσλαμβάνων οὕτως ηὐξήθη.
なぜなら、彼は常に自分を知らない個々の人々の無知を欺き、それを利用することによって、このようにして偉大に成長したからです。
§8ὥσπερ οὖν διὰ τούτων ἤρθη μέγας, ἡνίχʼ ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς ᾤοντό τι πράξειν, οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων καὶ καθαιρεθῆναι πάλιν, ἐπειδὴ πάνθʼ εἵνεχʼ ἑαυτοῦ ποιῶν ἐξελήλεγκται.
それゆえ、かつて個々の人々が、彼が自分たちのために何か益になることをしてくれると考えていた時に、彼がこれらを通じて偉大に高められたのと同様に、彼は自らのためにのみすべてのことを行っていることが暴かれた以上、まさにこれら同じ手段を通じて再び引き下ろされるべきです。
καιροῦ μὲν δή, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τοῦτο πάρεστι Φιλίππῳ τὰ πράγματα·
アテナイの皆さん、まさにそのような段階に、フィリッポスの形勢は至っているのです。
ἢ παρελθών τις ἐμοί, μᾶλλον δʼ ὑμῖν δειξάτω, ἢ ὡς οὐκ ἀληθῆ ταῦτʼ ἐγὼ λέγω, ἢ ὡς οἱ τὰ πρῶτʼ ἐξηπατημένοι τὰ λοιπὰ πιστεύσουσιν, ἢ ὡς οἱ παρὰ τὴν αὑτῶν ἀξίαν δεδουλωμένοι νῦν οὐκ ἂν ἐλεύθεροι γένοιντʼ ἄσμενοι.
さもなければ、誰か前に進み出て、私に対して、いやむしろあなた方に対して示してみせるがよい。 私が言っていることが真実ではないということ、あるいは、最初に欺かれた人々が今後も彼を信頼するであろうということ、あるいは、自らの尊厳に反して奴隷化された人々が、今や喜んで自由になろうとはしないであろうということを。