Humanitext Reader

狄摩西尼 · 第一奥林匹亚演说 §22-28

腓力的弱点与趁势出征敌境的劝告

第 4 段,共 4 段 · 希腊语

内容简介

发言者指出腓力后方的帖撒利亚及周边民族局势动荡,敦促雅典人抓住这一良机亲自出征,在战火蔓延至本土之前在敌方领土上解决战斗。

§22ταῦτα γὰρ ἄπιστα μὲν ἦν δήπου φύσει καὶ ἀεὶ πᾶσιν ἀνθρώποις, κομιδῇ δʼ, ὥσπερ ἦν, καὶ ἔστι νῦν τούτῳ.
这些事情本来在性质上、且对所有人而言都是不可信任的,而事实上,现在对他来说也正是如此。
καὶ γὰρ Παγασὰς ἀπαιτεῖν αὐτόν εἰσιν ἐψηφισμένοι, καὶ Μαγνησίαν κεκωλύκασι τειχίζειν.
因为他们已经通过决议要求他归还帕加赛,并且阻止了他对马格尼西亚的要塞化。
ἤκουον δʼ ἔγωγέ τινων, ὡς οὐδὲ τοὺς λιμένας καὶ τὰς ἀγορὰς ἔτι δώσοιεν αὐτῷ καρποῦσθαι· τὰ γὰρ κοινὰ τὰ Θετταλῶν ἀπὸ τούτων δέοι διοικεῖν, οὐ Φίλιππον λαμβάνειν.
我本人还从一些人那里听说,他们甚至不再允许他享用他们的港口和市场;因为他们认为帖撒利亚的公共财政应该由这些收入来管理,而不是由腓力来获取。
εἰ δὲ τούτων ἀποστερήσεται τῶν χρημάτων, εἰς στενὸν κομιδῇ τὰ τῆς τροφῆς τοῖς ξένοις αὐτῷ καταστήσεται.
如果他被剥夺了这些资金,那么他给雇佣兵提供给养的状况将陷入极度的窘境。
§23ἀλλὰ μὴν τόν γε Παίονα καὶ τὸν Ἰλλυριὸν καὶ ἁπλῶς τούτους ἅπαντας ἡγεῖσθαι χρὴ αὐτονόμους ἥδιον ἂν καὶ ἐλευθέρους ἢ δούλους εἶναι· καὶ γὰρ ἀήθεις τοῦ κατακούειν τινός εἰσι, καὶ ἅνθρωπος ὑβριστής, ὥς φασιν.
再者,我们应当认为,帕伊奥尼亚人、伊利里亚人以及简而言之所有这些民族,都更愿意自主和自由,而不是充当奴隶;因为他们不习惯听从任何人的命令,而正如人们所说,那个人傲慢无礼。
καὶ μὰ Δίʼ οὐδὲν ἄπιστον ἴσως· τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται· διόπερ πολλάκις δοκεῖ τὸ φυλάξαι τἀγαθὰ τοῦ κτήσασθαι χαλεπώτερον εἶναι.
凭宙斯起誓,这恐怕并非不可信;因为对于愚蠢的人来说,获得超出配得的成功,往往会成为产生狂妄想法的温床;因此,守住已有的好运,往往显得比获得它更为困难。
§24δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἀκαιρίαν τὴν ἐκείνου καιρὸν ὑμέτερον νομίσαντας ἑτοίμως συνάρασθαι τὰ πράγματα, καὶ πρεσβευομένους ἐφʼ ἃ δεῖ καὶ στρατευομένους αὐτοὺς καὶ παροξύνοντας τοὺς ἄλλους ἅπαντας, λογιζομένους, εἰ Φίλιππος λάβοι καθʼ ἡμῶν τοιοῦτον καιρὸν καὶ πόλεμος γένοιτο πρὸς τῇ χώρᾳ, πῶς ἂν αὐτὸν οἴεσθʼ ἑτοίμως ἐφʼ ὑμᾶς ἐλθεῖν;
所以,雅典的男子汉们,你们必须把他的困境视为你们的机遇,并欣然携手应对局势,派使节前往必要的地方,亲自出征,并鼓动所有其他的人,盘算一下:如果腓力得到了这样一个针对我们的机会,并且战争逼近我们的国土,你们认为他会如何迅速地向你们袭来?
εἶτʼ οὐκ αἰσχύνεσθε, εἰ μηδʼ ἃ πάθοιτʼ ἄν, εἰ δύναιτʼ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;
那么,既然有了机会,如果你们竟然不敢对他做出那些“如果他有能力就会对你们做出的事情”,难道你们不感到羞耻吗?
§25ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μηδὲ τοῦθʼ ὑμᾶς λανθανέτω, ὅτι νῦν αἵρεσίς ἐστιν ὑμῖν πότερʼ ὑμᾶς ἐκεῖ χρὴ πολεμεῖν ἢ παρʼ ὑμῖν ἐκεῖνον.
此外,雅典的男子汉们,也不要让这一点脱离你们的视线,即现在你们拥有一个抉择:是你们应当在那里作战,还是他应当在你们这里作战。
ἐὰν μὲν γὰρ ἀντέχῃ τὰ τῶν Ὀλυνθίων, ὑμεῖς ἐκεῖ πολεμήσετε καὶ τὴν ἐκείνου κακῶς ποιήσετε, τὴν ὑπάρχουσαν καὶ τὴν οἰκείαν ταύτην ἀδεῶς καρπούμενοι· ἂν δʼ ἐκεῖνα Φίλιππος λάβῃ, τίς αὐτὸν κωλύσει δεῦρο βαδίζειν;
因为如果奥林索斯人的局势能够坚持住,你们就可以在那里作战并打击他的领土,同时无忧无虑地享用你们这片现有的家园;但如果腓力占领了那些地方,谁能阻止他进军到这里来?
Θηβαῖοι;
底比斯人吗?
§26μὴ λίαν πικρὸν εἰπεῖν ᾖ— καὶ συνεισβαλοῦσιν ἑτοίμως.
但愿这不会说得太刺耳 ―― 他们甚至会乐意一同参与入侵。
ἀλλὰ Φωκεῖς;
那么福基斯人吗?
οἱ τὴν οἰκείαν οὐχ οἷοί τε ὄντες φυλάττειν, ἐὰν μὴ βοηθήσηθʼ ὑμεῖς.
那些如果你们不施以援手就无法保卫自己国土的人吗?
ἢ ἄλλος τις;
还是别的什么人?
ἀλλʼ, ὦ τᾶν, οὐχὶ βουλήσεται.
但是,我的朋友,他难道会不想进来吗?
τῶν ἀτοπωτάτων μέντἂν εἴη, εἰ ἃ νῦν ἄνοιαν ὀφλισκάνων ὅμως ἐκλαλεῖ, ταῦτα δυνηθεὶς μὴ πράξει.
如果他现在顶着愚蠢的恶名依然大肆宣称的那些事,在有了能力之后却不去实行,那才将是最荒谬的事情之一。
§27ἀλλὰ μὴν ἡλίκα γʼ ἐστὶν τὰ διάφορʼ ἐνθάδʼ ἢ ἐκεῖ πολεμεῖν, οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι.
然而,在这里作战还是在那里作战,其间的差距有多么巨大,我认为根本不需要多言。
εἰ γὰρ ὑμᾶς δεήσειεν αὐτοὺς τριάκονθʼ ἡμέρας μόνας ἔξω γενέσθαι, καὶ ὅσʼ ἀνάγκη στρατοπέδῳ χρωμένους τῶν ἐκ τῆς χώρας λαμβάνειν, μηδενὸς ὄντος ἐν αὐτῇ πολεμίου λέγω, πλείονʼ ἂν οἶμαι ζημιωθῆναι τοὺς γεωργοῦντας ὑμῶν ἢ ὅσʼ εἰς ἅπαντα τὸν πρὸ τοῦ πόλεμον δεδαπάνησθε.
因为如果你们自己必须在国外仅仅呆上三十天,并以出征军队的身份,从这片土地的产物中获取必需的物资 ―― 我是说,即使这片土地上没有一个敌人 ―― 我想,你们当中从事农耕的人所蒙受的损失,也会比你们在之前整个战争中付出的全部花费还要多。
εἰ δὲ δὴ πόλεμός τις ἥξει, πόσα χρὴ νομίσαι ζημιώσεσθαι;
但是,如果真的有某种战争降临,我们必须认为会蒙受多少损失?
καὶ πρόσεσθʼ ἡ ὕβρις καὶ ἔθʼ ἡ τῶν πραγμάτων αἰσχύνη, οὐδεμιᾶς ἐλάττων ζημίας τοῖς γε σώφροσιν.
而且还会伴随着敌人的凌辱,以及局势带来的耻辱,而对明智的人来说,这绝不亚于任何财产上的损失。
§28πάντα δὴ ταῦτα δεῖ συνιδόντας ἅπαντας βοηθεῖν καὶ ἀπωθεῖν ἐκεῖσε τὸν πόλεμον, τοὺς μὲν εὐπόρους, ἵνʼ ὑπὲρ τῶν πολλῶν ὧν καλῶς ποιοῦντες ἔχουσι μίκρʼ ἀναλίσκοντες τὰ λοιπὰ καρπῶνται ἀδεῶς, τοὺς δʼ ἐν ἡλικίᾳ, ἵνα τὴν τοῦ πολεμεῖν ἐμπειρίαν ἐν τῇ Φιλίππου χώρᾳ κτησάμενοι φοβεροὶ φύλακες τῆς οἰκείας ἀκεραίου γένωνται, τοὺς δὲ λέγοντας, ἵνʼ αἱ τῶν πεπολιτευμένων αὐτοῖς εὔθυναι ῥᾴδιαι γένωνται, ὡς ὁποῖʼ ἄττʼ ἂν ὑμᾶς περιστῇ τὰ πράγματα, τοιοῦτοι κριταὶ καὶ τῶν πεπραγμένων αὐτοῖς ἔσεσθε.
因此,所有人看清这一切后,都应当施以援助并将战争推向那里:富裕的人,以便为了能无忧无虑地享用幸而拥有的丰厚财产,而付出微小的代价;适龄服役的人,以便在腓力的领土上积累战争经验,从而成为自身无损国土的令敌人畏惧的守护者;政治家们,以便他们所从事的政治行为能够轻松通过审查,因为无论你们的局势如何发展,你们都将成为他们所作所为的相应裁判者。
χρηστὰ δʼ εἴη παντὸς εἵνεκα.
愿一切为了所有人的利益而向好。

词汇与语法注释

  1. §22δώσοιεν — 间接引语中的斜格祈愿式(optative of oblique discourse),由过去时主句动词(ἤκουον)触发。在直接引语中,该词本为将来直陈式。
  2. §23ἥδιον ἂν καὶ ἐλευθέρους ἢ δούλους εἶναι — 依赖于非人称动词 `χρή` 的宾格与不定式结构。潜在祈愿式(ἂν εἶεν)在此转化为不定式(ἂν εἶναι),宾格的 `αὐτονόμους...` 作其逻辑主语。
  3. §24πῶς ἂν αὐτὸν οἴεσθʼ ἑτοίμως ἐφʼ ὑμᾶς ἐλθεῖν; — 小词 `ἂν` 修饰的是不定式 `ἐλθεῖν` 而非动词 `οἴεσθε`,从而构成一个相当于潜在祈愿式 `πῶς ἂν ἔλθοι;` 的不定式结构。
  4. §26μὴ λίαν πิกρὸν εἰπεῖν ᾖ — 独立子句中带 `μὴ` 的担忧虚拟式(subjunctive of apprehension),表达一种委婉、谨慎的断言或担忧(“只怕是太刺耳……”)。
  5. §28τοὺς μὲν εὐπόρους — 部分同位语(partitive apposition)的宾格,用以具体说明 `δεῖ ... βοηθεῖν` 结构中作为总主语的宾格 `ἅπαντας`,将其细分为不同的群体(富人、适龄青年、政治家)。

引用这一段

狄摩西尼, 第一奥林匹亚演说 §22-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg001.humanitext-grc2:22-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。