Humanitext Reader

荷马诗颂 · 荷马诗颂 4:致赫尔墨斯 §80-154

宰牛献祭与赫耳墨斯返回摇篮

第 2 段,共 8 段 · 希腊语

内容简介

赫耳墨斯制作了特殊的凉鞋以隐匿足迹,将阿波罗的牛群赶往阿尔斐俄斯河,并途中警告一位老人保持沉默。他在那里发明了取火工具,宰杀了牛,将肉分成十二份献祭,在克制住食欲后销毁了证据,悄悄回到了库勒涅的摇篮中。

§80ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα, §81συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.
他编织了无法想象、无法理解的奇妙之物,将柽柳与似香桃木的枝条混合在一起。
§82τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης §83ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα §84αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης
那时他将这些新鲜茂盛的木料扎成一捆,无损地在脚底缚作轻便的凉鞋,连同叶子一起。
§85ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων, §86οἷά τʼ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.
这些是由辉煌的阿耳戈斯之杀手自庇厄里亚折下,以备旅途之需,如赶路于长途之人,巧施妙计。
§87τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν §88ἱέμενον πεδίονδε διʼ Ὀγχηστὸν λεχεποίην §89τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός· §90<milestone type="startquote"/> ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους, §91ἦ πολυοινήσεις, εὖτʼ ἂν τάδε πάντα φέρῃσι, §91a[εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι] §92καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας, §93καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.
[†] 一位正在耕作花木繁茂的果园的老人注意到了他,正穿过草木葱郁的翁刻斯托斯奔向平原;名声赫赫的迈亚之子先开口对他说道: “喂,老人家,你正弯着肩膀挖掘树苗,当这些树木全都结出果实,你必将收获丰盛的美酒,[若你听从劝告,并在心中牢记]看见也当视而不见,听见也当充耳不闻,只要你自己的东西没受损,就要保持沉默。
<milestone type="endquote"/> §94τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.
” 他说了这么多,便赶着牛群健壮的头部向前急行。
§95πολλὰ δʼ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς §96καὶ πεδίʼ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
许多阴凉的山峦、轰鸣的山谷和鲜花盛开的平野,辉煌的赫耳墨斯赶着它们穿行而过。
§97ὀρφναίη δʼ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ, §98ἡ πλείων, τάχα δʼ ὄρθρος ἐγίγνετο δημιοεργός· §99ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη, §100Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος.
暗黑而神圣的、作为帮手的夜色即将结束,其大半已逝,催人劳作的黎明即将来到;而神圣的塞勒涅刚刚登上她的新瞭望台,她是帕拉斯之女,而帕拉斯是墨伽墨得斯王之子。
§101τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς §102Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
那时,宙斯强壮的儿子将菲玻斯·阿波罗那些宽额的牛群赶到了阿尔斐俄斯河畔。
§103ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρον §104καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
牛群不知疲倦地来到了高顶的牛舍,以及那绚丽草地前的饮水槽。
§105ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους §106καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας, §107λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον· §108σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην.
在那里,当他给大声鸣叫的牛群喂饱了草料,并把聚集在一处的它们全都赶进牛舍,它们当时正嚼食着莲花与带露的莎草;他收集了许多木柴,并探索着生火的技艺。
§109δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ §110ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή·
他拿来一枝鲜亮的月桂树枝,用铁刃削去皮,使之适于掌中;那热气便喷涌而出。
§111Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε.
正是赫耳墨斯,最先发明了取火木与火。
§112πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ §113οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ §114τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.
许多干燥的木柴被他放进地上的坑中,他整捆拿来,源源不断地堆在上面;火焰开始闪耀,将那熊熊烈火的滚滚热浪送往远方。
§115ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο, §116τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε §117δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή.
当赫怀斯托斯的伟力熊熊燃烧之际,在此期间,他将两头牛角弯曲的牛拉到外面,靠近火堆;巨大的力量随他施展。
§118ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας· §119ἀγκλίνων δʼ ἐκύλινδε διʼ αἰῶνας τετορήσας.
他将两头正在喘息的牛仰面摔在地上,将它们掀翻滚地,刺穿它们的生命。
§120ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ· §121ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι §122σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα §123ἐργμένον ἐν χολάδεσσι·
他一事接一事地忙碌,切下富含油脂的肥肉,用木叉穿起来烤着:肉块、尊贵的背脊肉,以及封在肠子里的黑血。
τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης·
其余的肉则留原处。
§124ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ, §125ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι, §126δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα
他把牛皮铺在粗糙的岩石上,正如即便在经历了漫长而无尽的时间后的今天,它们依然留存在那里一般,在经历了漫长而无尽的时间后。
§127Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα §128λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας §129κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.
但在此之后,心情愉悦的赫耳墨斯拖着肥美的肉品,来到平滑的岩石上,将它们分成了十二份供抽签之用;他给每一份都配上了完整尊贵的祭礼。
§130ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς· §131ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα §132ἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ, §133καί τε μάλʼ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς.
那时,辉煌的赫耳墨斯渴望着吃肉的神圣享受;因为那香甜的气味使他备受折磨,哪怕他是个不朽的神明;但即便如此,他那高傲的心,尽管极度渴望,也未曾允准让肉穿过神圣的喉咙。
§134ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον, §135δημὸν καὶ κρέα πολλά, μετήορα δʼ αἶψʼ ἀνάειρε, §136σῆμα νέης φωρῆς·
相反,他把油脂和许多肉块放进高顶的牛舍中,随即将它们高高挂起,作为新近盗窃的标志。
ἐπὶ δὲ ξύλα κάγκανʼ ἀγείρας §137οὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ.
接着,他收集了干燥的木柴,用火的吐息将整蹄和整头烧尽。
§138αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων, §139σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην· §140ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαιναν §141παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης.
然而,当这位神明按规矩完成了所有事务后,他把凉鞋扔进了深漩的阿尔斐俄斯河中;他熄灭了炭火,把黑色的灰烬扫平,整夜都在忙碌;塞勒涅美丽的光芒正向下照耀。
§142Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηνα
随后他立刻回到了库勒涅神圣的山巅,在黎明时分。
§143ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν §144οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων, §145οὐδὲ κύνες λελάκοντο·
在漫长的旅途中,他没有遇到任何人,无论是福乐之神还是终有一死的人,连狗也没有吠叫。
Διὸς δʼ ἐριούνιος Ἑρμῆς §146δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν §147αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη.
宙斯有益的赫耳墨斯侧着身子穿过大厅的锁孔溜了进去,宛如秋日的微风,又好似浓雾。
§148ἰθύσας δʼ ἄντρου ἐξίκετο πίονα νηὸν §149ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπʼ οὔδει.
他径直走着,来到了洞穴那丰饶的内殿,轻轻地迈步,因为没有发出像踏在地上那样的声响。
§150ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς· §151σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνον §152νήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρων §153κεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων.
辉煌的赫耳墨斯急忙走向摇篮;他把襁褓裹在肩膀周围,就像一个无知的婴孩,在手中抓弄着膝盖旁的衣物玩耍,躺在那里,左手紧紧抱着他那可爱的龟琴。
§154μητέρα δʼ οὐκ ἄρʼ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον·
然而,这位神明并未能瞒过他的女神母亲,她对他开口说道:

词汇与语法注释

  1. §84αὐτοῖσιν πετάλοισι — “αὐτός + 名词与格”的句法结构,表示“连同……一起,带着……”。在此指将从庇厄里亚折下的嫩枝连同叶子(πετάλοισι)一起绑在脚上作为凉鞋。
  2. §92ἰδὼν μὴ ἰδὼν εἶναι — 现在时不定式 `εἶναι` 用作“命令性不定式(imperative infinitive)”以表达命令。短语 `ἰδὼν μὴ ἰδὼν`(看见却如同没看见)是一种习惯性的对比表述,要求老人对所见之事保密。
  3. §125τὰ μέτασσα — 一个难解词。可分析为形容词 `μέτασσος`(中间的)的中性复数形式,或表示“在那之后/其间”的副词性表达。在文脉中,它强调了自赫耳墨斯晒牛皮以来,直至漫长岁月之后的后世,这些皮依然留在岩石上的持久性。
  4. §133περῆν — 不定式 `περῆν`(穿过、咽下)作为补充不定式修饰直前的 `ἐπείθετο θυμὸς`(他高傲的心并未允准),或作为其主语。它表明尽管赫耳墨斯极度渴望吃肉,但为了维护神明的尊严和祭仪的规矩(祭肉是献给神明的,不应由自己消费),他克制了自身食欲。

引用这一段

荷马诗颂, 荷马诗颂 4:致赫尔墨斯 §80-154. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg004.humanitext-grc2:80-154

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。