Humanitext Reader

荷马诗颂 · 荷马诗颂 4:致赫尔墨斯 §1-79

赫耳墨斯的诞生、发明里拉琴与盗牛

第 1 段,共 8 段 · 希腊语

内容简介

叙述了赫耳墨斯的诞生,详细描绘了他出生首日便用乌龟壳发明里拉琴,随后设计通过反转足迹偷走阿波罗不朽牛群的狡黠过程。

§1Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν, §2Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου, §3ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
缪斯啊,歌唱宙斯与迈亚之子赫耳墨斯吧,他统治着库勒涅与羊群繁茂的阿耳卡狄亚,他是神明有益的使者。
§4νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα, §5αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθʼ ὅμιλον,
迈亚生下了他,这位秀发美丽的仙女,在与宙斯的爱中结合,她是端庄的;她避开了福乐之神的集会,居住在一个阴影深沉洞穴中。
§6ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων §7νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, §8ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην, §9λήθων ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους.
在那里,克罗诺斯之子在黑夜的深处与秀发美丽的仙女结合,趁着甘甜的睡眠捉住白臂的赫拉之时,避开了不死的神明和终有一死的人类。
§10ἀλλʼ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο, §11τῇ δʼ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο, §12εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο·
但是,当伟大的宙斯的意旨终于完成,对她而言第十个月已在天空中固定下来时,他将他带到了光明之中,奇异的奇迹已经成就。
§13καὶ τότʼ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην, §14ληιστῆρʼ, ἐλατῆρα βοῶν, ἡγήτορʼ ὀνείρων, §15νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχʼ ἔμελλεν §16ἀμφανέειν κλυτὰ ἔργα μετʼ ἀθανάτοισι θεοῖσιν.
那时她生下了一个多谋、机智的孩子,盗贼、赶牛者、梦境的先导、黑夜的看守、门户的卫士,他很快就要在不死的神明中显现出辉煌的业绩。
§17ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν, §18ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος §19τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.
他清晨出生,中午便开始弹奏里拉琴,傍晚他偷走了远射者阿波罗的牛群,就在尊贵的迈亚生下他的那个月的第四天。
§20ὃς καί, ἐπειδὴ μητρὸς ἀπʼ ἀθανάτων θόρε γυίων, §21οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ, §22ἀλλʼ ὅ γʼ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος §23οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.
他在从母亲那不死的身体中跳出之后,没有在神圣的摇篮中躺卧太久,而是跳起来去寻找阿波罗的牛群,迈步跨过了高耸屋顶的洞穴门槛。
§24ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον· §25Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατʼ ἀοιδόν·
在那里,他发现了一只乌龟,并获得了无穷的财富;因为赫耳墨斯最先将乌龟制成了歌者。
§26ἥ ῥά οἱ ἀντεβόλησεν ἐπʼ αὐλείῃσι θύρῃσι §27βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην, §28σαῦλα ποσὶν βαίνουσα·
这只乌龟在庭院的门口与他相遇,正在屋前啃食着茂盛的青草,双脚摇晃着行走。
Διὸς δʼ ἐριούνιος υἱὸς §29ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε· §30<milestone type="startquote"/>σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω.
宙斯有益的儿子看着它,笑了起来,随即便对它说: “这已经对我是一个大有裨益的征兆;我绝不轻视。
§31χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη, §32ἀσπασίη προφανεῖσα·
你好,体态可爱的、舞蹈的伴奏者、宴会的伴侣、令人欣喜的显现!
πόθεν τόδε καλὸν ἄθυρμα §33αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
这美丽的玩具是从哪里来的,这斑驳的甲壳,你这生活在山中的乌龟?
§34ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ, §35οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις
但我要把你抱进屋去;你对我会有所用处,我绝不冷落你;你首先会让我受益。
§36οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν· §37ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα §38ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.
留在屋里更好,因为外面是有害的;如果你活着,你将能抵御多灾的巫术;但如果你死了,那么你定能唱出极美的歌声。
<milestone type="endquote"/> §39ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας §40ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.
” 他这样说着,用双手将它抱起,转身走回屋里,抱着这可爱的玩具。
§41ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου §42αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.
在那里,他用灰色铁凿掏空,挖出了山中乌龟的生命。
§43ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ §44ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι, §45ἢ ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί, §46ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.
犹如当一个敏捷的思想掠过胸膛,那被重重忧虑纠缠的人的胸膛,或者是当眼中的闪光转动时,辉煌的赫耳墨斯就这样同时谋划着言语和行动。
§47πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο §48πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.
他按尺寸切下芦苇的茎管,穿过龟甲的背部将它们固定住。
§49ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι §50καὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν, §51ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς.
他用他的智慧在周围蒙上牛皮,并安上琴臂,在两臂上架起琴横梁,并拉紧了七根母羊的琴弦。
§52αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα, §53πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς §54σμερδαλέον κονάβησε·
可是,当他制成了这可爱的玩具时,他用拨子依次测试琴弦;在手下它发出了宏亮的鸣声。
θεὸς δʼ ὑπὸ καλὸν ἄειδεν §55ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι §56ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν, §57ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον, §58ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι, §59ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων· §60ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης §61καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας.
神明伴着它唱起优美的歌,尝试着即兴的曲调,就像年轻人在宴会上互相说些戏谑嘲讽的话,歌唱克罗诺斯之子宙斯和穿着美丽鞋子的迈亚,歌唱他们昔日如何在友爱的深情中幽会,宣扬他自己那名声显赫的出身;他还赞美了女仆和仙女那辉煌的住所,以及屋里的三脚架和充足的釜。
§62καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.
他虽然唱着这些,心里却在谋划着别的事情。
§63καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ, §64φόρμιγγα γλαφυρήν· ὃ δʼ ἄρα κρειῶν ἐρατίζων §65ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο §66ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες §67φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.
他把这空心的里拉琴抱去放回神圣的摇篮里,但他自己,渴望着肉食,从芬芳的大厅跳到了瞭望之地,在心中思索着深沉的诡计,就像那些盗贼们在黑夜的时刻所行的一样。
§68ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε §69αὐτοῖσίν θʼ ἵπποισι καὶ ἅρμασιν·
太阳和它的马匹与战车一起,向着大地之下的俄刻阿诺斯西沉。
αὐτὰρ ἄρʼ Ἑρμῆς §70Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα, §71ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον §72βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς.
然而赫耳墨斯奔跑着来到了庇厄里亚阴暗的山林,在那里,福乐之神的不朽牛群有着它们的牛舍,它们在未被收割的、迷人的草地上吃草。
§73τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης, §74πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.
那时迈亚之子,目光敏锐的阿耳戈斯之杀手,从牛群中分出了五十头大声鸣叫的牛。
§75πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον §76ἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνης §77ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν, §78τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε.
他赶着它们在沙地上迷途前行,使它们的足迹逆向;他没有忘记狡诈的技巧,将它们的蹄印反转,把前面的放在后面,后面的放在前面;而他自己则倒退着走。
§79σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν,
他立刻在海滩的沙地上系上了灌木编成的凉鞋,

词汇与语法注释

  1. §8κατὰ ... ἔχοι — 这是分离(tmesis)的修辞结构,介词 κατὰ 与动词 ἔχοι 分开排列,共同构成复合动词 κατέχω(捉住、使陷入)。在引导目的从句的连词 ὄφρα 之后,使用了祈愿式(optative)以对应主句的历史时态。
  2. §36οἴκοι βέλτερον εἶναι — 非人称句 βέλτερόν [ἐστι](……是更好的)中系动词的省略结构。不定式 εἶναι 作为主语短语(“留在家里更好”),与后半句的主语短语 τὸ θύρηφιν(“在室外”)形成直接的对比。
  3. §43ὡς δʼ ὁπότʼ — 此引入了典型的荷马式比喻(simile)结构。由 ὡς ὁπότε(正如当……之时)引导的从句一直延续到第45节,最后由第46节的关联副词 ὣς(那样地)来承接主句,用以形容赫耳墨斯神速的思维与行动。
  4. §77τὰς πρόσθεν ὄπισθεν — 一种高度省略的宾格对比结构。阴性复数定冠词 τὰς 指代前文的“蹄印(ὁπλάς)”,与后半句的 τὰς δʼ ὄπιθεν πρόσθεν 构成平行对比,意为“使前蹄印向后,后蹄印向前”,以此形象地描述他反转足迹的欺骗技巧。

引用这一段

荷马诗颂, 荷马诗颂 4:致赫尔墨斯 §1-79. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg004.humanitext-grc2:1-79

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。