Humanitext Reader

荷马诗颂 · 荷马诗颂 4:致赫尔墨斯 §439-509

赠予里拉琴与阿波罗修好

第 7 段,共 8 段 · 希腊语

内容简介

阿波罗深受赫耳墨斯的里拉琴声与歌声打动,提出和平修好,并许诺给予他极大的荣誉。赫耳墨斯欣然将里拉琴赠予阿波罗,并换取了放牧牛群的鞭子,两人自此结下了深厚的友谊。

§439νῦν δʼ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ, §440ἦ σοί γʼ ἐκ γενετῆς τάδʼ ἅμʼ ἕσπετο θαυματὰ ἔργα §441ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων §442δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;
“但是来吧,告诉我这件事,足智多谋的迈亚之子,难道这些惊人的本领真的是自你出生起就伴随着你吗,还是说是不死诸神或凡人中的某位赠予你这高贵的礼物并教导你这神圣的歌唱?
§443θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω, §444ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τινʼ ἀνδρῶν §445οὔτε τινʼ ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσι, §446νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.
因为我听到了这奇妙的、新近发出的声音,我敢说,无论人类中的任何人,还是拥有奥林波斯居所的不死诸神,都从未学会过,除了你之外,你这个盗贼,宙斯与迈亚之子。
§447τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,
这是何等技艺? 这是何等消除无穷忧虑的缪斯?
§448τίς τρίβος;
这是何等路径?
ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν, §449εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
因为确实有三样东西同时齐备:选择欢乐、爱欲与甜美的睡眠。
§450καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός, §451τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς §452καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν· §453ἀλλʼ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν, §454οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.
因为我亦是奥林波斯缪斯们的随从,她们心系于舞蹈、歌唱的光辉道路,以及繁茂的歌声和笛子那令人向往的鸣响;然而,还从未有什么别的事物能如此打动我的心灵,就像青年们的宴席上这些灵巧的技艺那般。
§455θαυμάζω, Διὸς υἱέ, τάδʼ, ὡς ἐρατὸν κιθαρίζεις.
宙斯之子啊,我对你弹奏里拉琴时的美妙感到惊叹。
§456νῦν δʼ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας, §457ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι· §458νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι §459σοί τʼ αὐτῷ καὶ μητρί· τὸ δʼ ἀτρεκέως ἀγορεύσω· §460ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε §461κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόνʼ εἵσω §462δώσω τʼ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.
既然现在你虽年幼却懂得如此显赫的智慧,坐下吧,亲爱的,听从年长者的言语;因为如今你将在不死的神明中获得荣耀,无论是你自身还是你的母亲;我将如实告诉你:是的,凭这柄山茱萸木的标枪起誓,我必定会将你作为不死神明中荣耀而幸福的引领者安置,赠予你光辉的礼物,并且至始至终绝不欺骗你。
<milestone type="endquote"/> §463τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν· §464<milestone type="startquote"/> εἰρωτᾷς μʼ, Ἐκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι §465τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.
” <milestone type="endquote"/> 赫耳墨斯用巧妙的话语回答他: <milestone type="startquote"/> “远射者啊,您向我询问得十分详尽;但我绝不吝惜让你掌握我的技艺。
§466σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι
今天您就会知晓;我渴望在心意和言语上对您都温和友善。
§467βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντʼ εὖ οἶδας· §468πρῶτος γάρ, Διὸς υἱέ, μετʼ ἀθανάτοισι θαάσσεις, §469ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς §470ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα.
而您在心中早已洞悉一切:因为,宙斯之子啊,您在不死诸神中居于首座,既高尚又强健;充满智慧的宙斯深爱着您,顺应一切神圣的理法,并赠予您光辉的礼物。
§471καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς §472μαντείας θʼ Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντα
人们都说您从宙斯的神谕中学会了荣耀,远射者啊,从宙斯那里得到了占卜和所有的神示。
§473τῶν νῦν αὐτὸς ἐγώ σε μαλʼ ἀφνειὸν δεδάηκα· §474σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
在这些学问中,如今我自己也已了解您极其富有;在您而言,学您所渴望的,是信手拈来的。
§475ἀλλʼ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν, §476μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε §477δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε.
但既然您的心灵如此渴望弹奏里拉琴,那就尽情歌唱、弹奏并乐享光辉吧,从我这里接受它;而您,朋友,请赐予我荣耀。
§478εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην, §479καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.
手抱这声音清脆的伴侣好好歌唱吧,因为您懂得如何得体、优美且井然有序地表达。
§480εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν §481καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον §482εὐφροσύνην νυκτός τε καὶ ἤματος.
随后,心无挂碍地将它带入丰盛的宴席、迷人的舞蹈和热爱名望的狂欢之中,作为昼夜的欢娱。
ὅς τις ἂν αὐτὴν §483τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ, §484φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει §485ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν, §486ἐργασίην φεύγουσα δυήπαθον·
无论何人,只要凭着技艺与智慧,熟练地向她提问,她就会发出各种动听的声音来启发心灵,在温柔的相处中轻易地鸣响,避开痛苦艰辛的劳作。
ὃς δέ κεν αὐτὴν §487νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ, §488μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.
但若何人在懵懂无知时,起初便狂暴地去向她提问,之后她只会徒劳地发出杂乱无章的刺耳噪音。
§489σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
在您而言,学您所渴望的,是信手拈来的。
§490καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε· §491ἡμεῖς δʼ αὖτʼ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο §492βουσὶ νομούς, Ἐκάεργε, νομεύσομεν ἀγραύλοισιν.
的确,我会把她赠予您,宙斯光辉的儿子;而我们则将在山峦与养马的平原上,远射者啊,放牧那些露宿野外的牛群。
§493ἔνθεν ἅλις τέξουσι βόες ταύροις· , μιγεῖσαι §494μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ §495κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.
从那之后,母牛与公牛交配,将会繁育出充足的牛犊,雌雄混杂;即使您极具才智,也无需再如此盛怒了。
<milestone type="endquote"/> §496ὣς εἰπὼν ὤρεξʼ· ὃ δʼ ἐδέξατο Φοῖβος Ἀπόλλων, §497Ἐρμῇ δʼ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν, §498βουκολίας τʼ ἐπέτελλεν·
” <milestone type="endquote"/> 他如此说着,递出了里拉琴;福玻斯·阿波罗接了过去,并且心甘情愿地将一根闪亮的鞭子塞入赫耳墨斯手中,委派他照看牛群。
ἔδεκτο δὲ Μαιάδος υἱὸς §499γηθήσας·
迈亚之子满心欢喜地接受了。
κίθαριν δὲ λαβὼν ἐπʼ ἀριστερὰ χειρὸς §500Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων, §501πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος·
而勒托光辉的儿子,远射之王阿波罗,用拨子力道均匀地试弹。
ἣ δʼ ὑπένερθε §502σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄεισεν.
那琴弦在下方发出奇妙的声音,神明也随之优美地歌唱。
§503ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα §504ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα, §505ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο §506τερπόμενοι φόρμιγγι·
此后,他们把牛群赶往神圣的牧草地;而他们,宙斯两个极美丽的儿子,则一同转身奔向那白雪皑皑的奥林波斯,沉浸在里拉琴的欢乐中。
χάρη δʼ ἄρα μητιέτα Ζεύς, §507ἄμφω δʼ ἐς φιλότητα συνήγαγε·
充满智慧的宙斯也感到欣喜,并让两个人和睦相处。
καὶ τὰ μὲν Ἑρμῆς §508Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν, §509σήματʼ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν
自那时起,赫耳墨斯便一直深爱着勒托之子,正如今日依然,作为信物,他把里拉琴赠给了远射者。

词汇与语法注释

  1. 449ἑλέσθαι — 不定式 ἑλέσθαι 被解释为与第448行的“三样东西齐备”(τρία πάντα)同格,用以具体说明其内容,或是表示结果的副词性用法。这“三样东西”指第449行所列的“欢乐”(εὐφροσύνην)、“爱欲”(ἔρωτα)和“甜美的睡眠”(ἥδυμον ὕπνον)。
  2. 461εἵσω — εἵσω 是动词 ἵημι(发送、安放、安置)的将来时主动直说语气单数第一人称。在此处,它表达了阿波罗将赫耳墨斯“安置”或“引导”至不死神明之中尊贵地位的坚定意图。
  3. 483ἐξερεείνῃ — 里拉琴被女性代词 αὐτήν(第482行)指代,并被拟人化地表述为被“询问”(ἐξερεείνῃ)。在第483-485行中,熟练弹奏者的互动是用一般性条件句(虚拟语气 ἂν... ἐξερεείνῃ 搭配现在直说语气 διδάσκει)来描述的,而在第486-488行中,不熟练弹奏者的情况则用潜在希求语气(κεν... θρυλλίζοι)进行对比。

引用这一段

荷马诗颂, 荷马诗颂 4:致赫尔墨斯 §439-509. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg004.humanitext-grc2:439-509

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。