Humanitext Reader

荷马诗颂 · 荷马诗颂 4:致赫尔墨斯 §510-580

阿波罗与赫耳墨斯立誓交好并赐予金杖

第 8 段,共 8 段 · 希腊语

内容简介

阿波罗与赫耳墨斯立誓交好,赫耳墨斯承诺不再行窃,阿波罗则赠予他黄金魔杖、掌管牲畜的权力,并向他透露了拥有占卜能力的三位蜂女(塞姆奈)的秘密,以此确立了两人牢固的友谊。

§510ἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν· §511αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην· §512συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν.
他学会了这美丽的里拉琴,并把它抱在手臂上弹奏;而赫耳墨斯自己则另辟蹊径,掌握了另一种智慧的技艺:他制成了笛声,使之能在远处被听到。
§513καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε· §514<milestone type="startquote"/> δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα, §515μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα· §516τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα
那时,勒托之子对赫耳墨斯说道: <milestone type="startquote"> “迈亚之子,传令使,机智者啊,我害怕,你会同时偷走我的里拉琴和弯弓;因为你从宙斯那里获得了在多产的大地上为人类建立相互交换的契约之荣誉。
§517θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν. §518ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι, §519ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,
但你若肯向我起誓,立下神明的大誓言,或是点头,或是凭着斯梯克斯的强力之水,那么你所做的一切都会令我的心灵愉悦且亲切。
§520πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις. <milestone type="endquote"/> §521καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε, §522μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται, §523μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων §524Λητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι, §525μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι, §526μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον §526a[αἰετὸν ἧκε πατήρ· ὁ δʼ ἐπώμοσεν· ἦ σε μάλʼ οἶον] §527<milestone type="startquote"/> σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων, §528πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα §529ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον, §530χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει §531πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων §532τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.
” <milestone type="endquote"/> 于是,迈亚之子承诺并点头,绝不偷窃远射者所拥有的一切,也绝不靠近他坚固的房屋;而阿波罗,勒托之子,也因着盟约与友谊而点头,在不死之神中绝没有其他人比赫耳墨斯更亲密,无论神明,还是宙斯所生的凡人;并且作为完美的象征,[父亲宙斯放出了鹰;而他起誓道:‘我的确要让你独自,’] <milestone type="startquote"> 成为诸神以及所有人共同的,对我心灵诚实且尊贵的信物;然后,我将赐予你一根代表福泽与财富、极美丽的魔杖,黄金的、三叶的、不朽的,它将守护你,成就一切善言和善行的事业,这些是我声明从宙斯的神谕中学会的。
§533μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις, §534οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον §535ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος·
至于你所询问的,宙斯养育的尊贵者啊,那占卜之术,神意并未命定你或是其他任何不死之神去学会它;因为只有宙斯的心思知晓它。
αὐτὰρ ἐγώ γε §536πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον, §537μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων §538ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.
而我得到了保证,点头并立下了重誓,除了我之外,永生的神明中绝无他人能够知晓宙斯深谋远虑的计划。
§539καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε §540θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.
因此,我那手持金魔杖的兄弟啊,请不要命令我去透露宽视者宙斯所策划的那些神示。
§541ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω, §542πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων.
我将使凡人中的一些人受害,使另一些人受益,让那些不可羡慕的凡人部族大受迷惑。
§543καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ §544φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν· §545οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω.
确实,若有谁顺着那些带有预兆的鸟类的鸣声与翅膀而来,他将从我的神示中受益;这样的人将从我的神示中受益,我绝不欺骗他。
§546ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι §547μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν §548ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων, §549φήμʼ, ἁλίην ὁδὸν εἶσιν.
但若有谁,听信了那些胡言乱语的鸟类,想要违背神意去探问我们的占卜,并企图比永生的神明知道得更多,我声明,他将走上徒劳的旅程。
ἐγὼ δέ κε δῶρα δεχοίμην.
但我也会收下他的礼物。
§550ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ §551καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον· §552σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι, §553παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι, §554τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά, §555οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο, §556μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ §557παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν,
我还要告诉你另一件事,荣耀的迈亚之子和披着羊皮盾的宙斯之子,诸神中带来大益的守护神:有几位庄严的,身为同胞姐妹的,处女,以敏捷的翅膀而自豪,共三位;她们的头上落满了白色的麦粉,居住在帕尔纳索斯山谷底下的居所里,她们是独立于我之外的占卜教师,这是我还是少年时在放牛时练习过的;而我的父亲当时并不在意。
§558ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη §559κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα.
从那里,她们不时在此处或彼处飞翔,以蜂巢为食,并使一切事情成就。
§560αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν, §561προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν· §562ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν, §563ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι.
当她们吃了新鲜的蜂蜜而狂欢时,便乐意诚恳地吐露真言;但若被夺去了神明的甜美食物,她们就会在彼此交错飞翔中说谎。
§564τάς τοι ἔπειτα δίδωμι· σὺ δʼ ἀτρεκέως ἐρεείνων §565σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς, §566πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.
随后我把她们赠予你;你若通过精确的询问,可以取悦你自己的心,而且如果你教导任何一个凡人,如果有机会,他会常常听从你的神示。
§567ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς §568ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.
收下这些吧,迈亚之子,照看好那些野外宿营的弯角牛、马匹和吃苦耐劳的骡子。
<milestone type="endquote"/> §568a[ὡς ἔφατʼ· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι §568bθῆκε τέλος· πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν] §569καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι §570καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών, §571πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν, §572οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι, §573ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.
” <milestone type="endquote"/> [他如此说;从天上,父亲宙斯自己用言语赋予了成就;他命令所有的鸟类]以及目光凶猛的狮子、牙齿洁白的野猪、狗和羊,所有广阔大地所哺育的一切,让光荣的赫耳墨斯统治一切牲畜,并让他独自成为通往哈得斯处的、被命定的使者,哈得斯即使不给他人赠礼,也会给赫耳墨斯不小的荣誉。
§574οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων §575παντοίῃ φιλότητι· χάριν δʼ ἐπέθηκε Κρονίων.
如此,阿波罗王爱着迈亚之子,怀着各种亲爱;克罗诺斯之子宙斯也赐予了恩惠。
§576πᾶσι δʼ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.
他与所有的凡人和不死之神交往。
§577παῦρα μὲν οὖν ὀνίνησι, τὸ δʼ ἄκριτον ἠπεροπεύει §578νύκτα διʼ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.
然而他只给极少数人带来益处,并且一直在黑暗的夜里欺骗着凡人的种族。
§579καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ· §580αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.
那么,祝你安好,宙斯与迈亚之子;而我也会记住你和另一首歌。

词汇与语法注释

  1. §516τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα θήσειν — 将来时不定式 θήσειν 作名词 τιμήν 的同格语,具体解释赫耳墨斯从宙斯那里获得的荣誉内容,即在人间确立商品交换与交易的职能。
  2. §525μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι — 这是依赖于动词 κατένευσεν(§524)的“对格加不定式”结构(主语为 τινα... ἄλλον,动词为 ἔσεσθαι)。使用否定词 μή 是因为该句表达了具有誓言和承诺性质的庄严保证。
  3. §531ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων τῶν ἀγαθῶν — 现在分词 ἐπικραίνουσα(阴性单数)修饰前文中的黄金魔杖(ῥάβδον, §529),说明其成就一切事务的功能。属格 τῶν ἀγαθῶν 同时修饰 ἐπέων 与 ἔργων,意为“所有善言与善行”。
  4. §543ὃς τις ἂν ἔλθῃ φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν — 这是一个由 ὅς τις ἄν 引导的带有虚拟语气 ἔλθῃ 的泛指条件关系从句。与格 φωνῇ 和 πτερύγεσσι 表示手段或伴随,字面意思是“顺着那些吉兆之鸟的声音与羽翼而来的任何人”,指遵循鸟占兆头前来求神谕的人。
  5. §565καὶ εἰ βροτὸν ἄνδρα δαείῃς — 连词 εἰ 加上希求法动词 δαείῃς(第二人称单数过去被动,此处作主动/及物意“教导”)表示可能性较低的假设或温和的条件(“如果你万一教导了凡人”)。

引用这一段

荷马诗颂, 荷马诗颂 4:致赫尔墨斯 §510-580. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg004.humanitext-grc2:510-580

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。