Humanitext Reader

荷马诗颂 · 荷马诗颂 2:致德墨忒尔 §74-145

赫利俄斯的告知与得墨忒耳抵埃勒乌西斯

第 2 段,共 7 段 · 希腊语

内容简介

赫利俄斯向得墨忒耳透露,是哈得斯顺从宙斯的旨意劫走了珀耳塞福涅。愤怒而悲伤的得墨忒耳离开奥林波斯,化身为一个老妇人来到埃勒乌西斯,并在井边遇到了克莱奥斯的女儿们,她编造了自己的身世并向她们寻求一份家务工作。

§74ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ· §75<milestone type="startquote"/>Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα, §76εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω §77ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ·
他如此说道;许珀里翁之子用言语回答她: “秀发的瑞亚之女,得墨忒耳女王啊,你会知道真相;因为我非常敬重你,并怜悯你为那纤踝的孩子而悲伤。
οὐδέ τις ἄλλος §78αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς, §79ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν §80αὐτοκασιγνήτῳ·
不死众神中没有别人应当负责,唯有聚云的宙斯,他将她送给自己的兄弟艾德斯,称其为他丰盈的妻子。
ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα §81ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
艾德斯夺走了她,乘着马车将她带走,降入阴暗的幽冥,当时她正大声哀号。
§82ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ §83μὰψ αὔτως ἄπλητον ἔχειν χόλον·
但是,女神啊,请平息你的大恸;你大可不必如此徒然地怀着无法平息的怒火。
οὔ τοι ἀεικὴς §84γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς, §85αὐτοκασίγνητος καὶ ὁμόσπορος·
对你而言,统治众人的艾德斯作为不死神明中的女婿并非不相配,他是你同胞的兄弟,流着相同的血液。
ἀμφὶ δὲ τιμὴν §86ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη, §87τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι. <milestone type="endquote"/>
至于尊荣,在最初三分天下、划分领地的时候,他便得到了他应得的份额,居住在被分封由他统治的子民之中。
§88ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς §89ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί.
” 他如此说罢,便对马匹发出呼喊;在呼喊之下,它们如展翅的飞鸟,迅速拉着疾驰的战车而去。
§90Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν· §91χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι §92νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον §93ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα §94εἶδος ἀμαλδύνουσα πολὺν χρόνον·
然而,更可怕、更锥心的痛苦袭上了她的心头;随后,她对黑云密布的克罗诺斯之子无比愤怒,避开了众神的集会和高耸的奥林波斯,走向人类的城镇和肥沃的田野,在漫长的岁月里改变并隐藏着自己的容貌。
οὐδέ τις ἀνδρῶν §95εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν, §96πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα, §97ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
男子中没有一人,束着宽腰带的女子中也没有一人在见到她时认出她来,直到她来到了聪慧的克莱奥斯的府邸,他当时正是香气四溢的埃勒乌西斯的统治者。
§98ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ, §99Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται, §100ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
饱受哀伤折磨的她,在路旁少女之泉边坐下,市民们常在此汲水,她坐在阴凉处,头顶上方生长着一丛茂密的橄榄树。
§101γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο §102εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης, §103οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων §104παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
她的模样宛如一位风烛残年的老妇,已被剥夺了生育的能力以及喜爱花冠的阿佛洛狄忒所赐予的欢愉礼物,正如那些司掌法律的君王的子嗣之乳母,或是那些回音缭绕的宫室中的女管家。
§105τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες §106ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν §107κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός, §108τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι, §109Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα §110Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
埃勒乌西斯人克莱奥斯的女儿们见到了她,她们正走来汲取清凉的水,以便用青铜的水罐,将水运往她们心爱的父亲的府邸—— 她们共有四人,宛如女神,正值青春岁月的华茂,卡丽狄刻、克勒西狄刻、温婉的得摩,以及卡丽托埃,她是她们所有人中最年长的一位。
§111οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
她们没有认出她;因为神明对于凡人来说是难以窥见的。
§112ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων· §113<milestone type="startquote"/>τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
她们站在近旁,用轻捷的话语对她说道: “老人家,你是远古人类中的哪一位,来自何方?
§114τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι §115πίλνασαι;
你为何远离城邦,不肯走近那些住宅呢?
ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα §116τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν, §117αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ. <milestone type="endquote"/>
在那些阴凉的宅邸里,有着像你这般年纪的妇人,也有更年轻的人,她们会在言语和行动上热忱地接待你。
§118ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων· §119<milestone type="startquote"/>τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων, §120χαίρετʼ·
” 她们如此说道;而这位高贵的女神用言语回答她们: “心爱的孩子们,无论你们是哪些凡间女子,祝你们安好。
ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς §121ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
我会向你们诉说;对你们这些发问的人吐露实情,决非不合时宜之事。
§122Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
多索是我的名字;因为我高贵的母亲如此称呼我。
§123νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης §124ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ §125ἄνδρες ληιστῆρες ἀπήγαγον.
如今,我越过宽阔的海背从克里特岛来到这里,并非出自自愿,而是被海盗们用强力和无可抗拒的命运强行带走。
οἳ μὲν ἔπειτα §126νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες §127ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί, §128δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
随后,他们乘着疾驰的船只靠岸在托里科斯,在那里的陆地上女人们聚集在一起,他们自己也是如此,在靠近船缆的地方准备着晚餐。
§129ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός· §130λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης §131φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με §132ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
然而我的内心并不渴望那甘美的晚餐;我悄悄地穿过黑色的内陆逃走,逃离了那些傲慢的主子,免得他们没花分文就将我变卖,从而在我的价值中谋取私利。
§133οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα, §134ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
我就是这样流浪着来到这里,却不知道这究竟是何方土地,住着什么样的人。
§135ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες §136δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι, §137ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι.
愿所有居住在奥林波斯宅邸的神明赐予你们如意的丈夫,并让你们生育儿女,正如父母们所期盼的那样;但请怜悯我,姑娘们。
§137aτοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι, §138προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι §139ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι §140πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
请向我明确指点,好让我知道,亲爱的孩子们,我应该热忱地去往谁家,无论是男主人还是女主人,好让我为他们热忱地劳作,做那些适合上了年纪的妇人的工作。
§141καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα §142καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι §143καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων §144δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας. <milestone type="endquote"/>
我可以将新生的婴儿抱在怀里,悉心地照料,并照看屋舍,也可以在建造精良的卧室深处为主人铺好床铺,还可以指点女仆们做工。
§145φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής,
” 女神如此说道;未嫁的少女随即回答她:

词汇与语法注释

  1. 83οὔ τοι ἀεικὴς — 形容词 `ἀεικὴς`(不相配的、不体面的)省略了系动词(`ἐστί`)。此处通过双重否定(缓和陈述法)来强调肯定的语气,意为“爱多纽斯作为神明中的女婿,对你而言绝非不相配”。
  2. 87τοῖς μεταναιετάειν — 关系代名词 `τοῖς` 代替了被省略的先行词(“与之共同生活的人”),并与紧随其后的不定式 `μεταναιετάειν` 连用,表示“为了与他们共同生活”。这是理清接下来的整个关系从句结构的关键点。
  3. 117αἵ κέ σε φίλωνται — 史诗中的语气小词 `κέ` 与虚拟语气 `φίλωνται` 结合。它表示一种潜在的可能性,或带有一种对未来的温和肯定:“(如果你去的话)她们定会友好地接待你”。
  4. 131ἀποναίατο — 动词 `ἀπονίναμαι`(获取利益、享受)的第三人称复数祈愿语气中动词的史诗/爱奥尼亚方言形式(其中 `-ατο` 相当于 `-ντο`)。受引导目的从句的 `ὄφρα` 支配,并接属格 `ἐμῆς τιμῆς`(我的身价/卖得的价格),表示“免得他们无偿卖掉我,从而从我的身价中获取利益”。

引用这一段

荷马诗颂, 荷马诗颂 2:致德墨忒尔 §74-145. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg002.humanitext-grc2:74-145

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。