Humanitext Reader

荷马诗颂 · 荷马诗颂 2:致德墨忒尔 §146-215

入克莱奥斯宫邸与伊阿姆贝的宽慰

第 3 段,共 7 段 · 希腊语

内容简介

克莱奥斯之女卡丽狄刻热忱接待了得墨忒耳,列举了埃勒乌西斯的领袖,并提议她担任母亲梅塔内拉幼子的乳母。得墨忒耳进入宫殿时展露的神圣威容令梅塔内拉心生敬畏,虽然她长久沉浸在悲痛与沉默中,但在伊阿姆贝的玩笑下展露笑颜并接受了麦水饮料。

§146Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη· §147<milestone type="startquote"/>μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ §148τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
凯里狄刻,克莱奥斯诸女中容貌最美的一位说道: “老人家,神明的赐予,即便我们悲痛,也必须因无可奈何而承受;因为他们确实比我们强大得多。
§149ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω §150ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς §151δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος §152εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν· §153ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου §154ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο §155καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο, §156τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
我会向你明确指点这些,并说出此地拥有崇高权力与尊荣的男子之名,他们在民众中出类拔萃,并以其智慧和公正的审判守护着城市的城防:聪慧的特里普托勒莫斯、迪奥克勒斯、波吕克塞诺斯、无可指摘的埃乌莫尔波斯、多利科斯,以及我们高贵的父亲(克莱奥斯),他们所有人的妻子都在内室中操持家务。
§157τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν §158εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν, §159ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
在她们之中,决没有一人会在初次见到你时,因蔑视你的容貌而将你赶出家门,反而她们会热忱接待你;因为你确实宛如神明。
§160εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς §161ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ §162εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ §163ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
但如果你愿意,请在此稍候,以便我们回到父亲的府邸,将这一切详尽地告诉我们束着宽腰带的母亲梅塔内拉,期盼着她能吩咐你前往我们的家中,而无需再去寻找别人的住处。
§164τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ §165ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
她有一个在晚年才生下的独子,正养育在建造精良的内室中,备受祈盼与钟爱。
§166εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, §167ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων §168ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη. <milestone type="endquote"/>
如果你能将他抚育成人,使他达到青春的年纪,凡是见到你的女子,都定会轻易地羡慕你,因为母亲会给你如此丰厚的养育报酬。
§169ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ §170πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
” 她如此说罢,女神点头表示赞同;而她们将闪亮的水罐装满水,兴高采烈地抬了回去。
§171ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ §172ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον.
她们迅速回到了父亲高大的府邸,并快步向母亲述说了她们的所见所闻。
ἣ δὲ μάλʼ ὦκα §173ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.
母亲便非常迅速地吩咐她们以无尽的报酬去召请她来。
§174αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ §175ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ, §176ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων §177ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται §178ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
她们犹如春季里的鹿群或牛犊,在饱食了牧草之后,在草地上欢快地跳跃,她们也同样提着美丽衣裳的褶皱,在凹陷的车道上疾驰;她们那如同藏红花般金黄的秀发在肩头飞舞。
§179τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ §180κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς §181ἡγεῦνθʼ·
她们在路旁找到了这位高贵的女神,正是先前她们离开她的地方;随后她们向父亲那心爱的府邸引路。
ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ §182στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος §183κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
女神怀着忧伤的心情跟在后面,蒙着头,她那深蓝色的披风在女神纤细的脚边飘动。
§184αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο, §185βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ §186ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο §187παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν §188ἔδραμον·
她们很快来到了受神明抚育的克莱奥斯的府邸,穿过门廊,在那里她们高贵的母亲正坐在建造坚固的屋顶立柱旁,怀里抱着新生的幼子;姑娘们快步跑到她身边。
ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου §189κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
女神跨过门槛,她的头顶触及了屋梁,整座门户都洒满了神圣的光辉。
§190τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν· §191εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
敬畏、崇敬以及惨白的惊恐攫住了母亲;她让出了自己的座椅,并请女神就座。
§192ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος, §193ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ, §194ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα, §195πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα §196πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας.
但司掌季节、赐予辉煌礼物的得墨忒耳不愿坐在那闪亮的座椅上,而是默默地等待着,垂下她美丽的双眼,直到聪慧的伊阿姆贝为她搬来一张精制的木椅,并在上面铺上了银白色的羊皮。
§197ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην· §198δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου, §199οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ, §200ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος §201ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός, §202πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα §203πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν, §204μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν· §205ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
女神坐下后,双手拉起面纱遮住面庞;她长久地默默无语,忧伤地坐在长凳上,对任何人都未在言语或行动上表示亲近,而是不苟言笑,不沾一星半点的食物和饮料,因思念她那束着宽腰带的女儿而日渐消瘦,直到聪慧的伊阿姆贝,通过许多玩笑和打趣,才打动了这位庄严神圣的女神,使她露出了微笑,发出笑声,并释怀了心情;此后,她确实在女神忧郁的情绪中取悦了她。
§206τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου §207πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε §208πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ §209δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
梅塔内拉为她递上一杯装满的甘美甜酒;但女神摇头拒绝,说对自己而言饮用红葡萄酒是不合圣法的;她吩咐将大麦和水混合,并加入柔嫩的薄荷,调制后给她饮用。
§210ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε· §211δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
梅塔内拉便调制好大麦饮,依照吩咐交给了女神;伟大的得摩为了仪式的神圣性而接受了它。
§212τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα· §213<milestone type="startquote"/>χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων §214ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
在她们之中,束着宽腰带的梅塔内拉开始说道: “祝你安好,妇人,因为我不认为你出身于卑微的父母,而是出自高贵的门第;在你的眼中洋溢着庄重与优雅,正如那些司掌法律的君王一般。
§215καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.

词汇与语法注释

  1. 147θεῶν μὲν δῶρα — 字面意思是“神明的赐予”,但在此处指的是神明分配给凡人的“命运”或伴随而来的“不可避免的苦难与考验”。它反映了凡人即便在悲痛中(ἀχνύμενοί περ)也必须甘受神明所施加的负担的宿命。
  2. 162αἴ κέ σʼ ἀνώγῃ — 连接词 `αἴ`(荷马方言中的 `εἰ`)与语气词 `κέ` 连用,支配虚拟语气 `ἀνώγῃ`(`ἀνώγω` 的现在时第三人称单数虚拟语气),形成一个表示期待的从句,意为“期盼她能吩咐你”或“看看她是否会要求你”。
  3. 188κῦρε κάρη — 动词 `κυρέω`(“触及”、“碰撞”)支配着第188行开头的属格 `μελάθρου`。当女神跨过门槛时头部触及屋梁的描写,是一个文学常套(topos),用来通过超自然的高大身材来展现神明显现(epiphany)。
  4. 205εὔαδεν ὀργαῖς — 过去不定时动词 `εὔαδεν`(源自 `ἁνδάνω`,“取悦”)支配着间接宾语与格 `οἱ`(指得墨忒耳)以及表示情绪、性情的复数与格 `ὀργαῖς`。其含义为“(伊阿姆贝)通过顺应或抚慰她(得墨忒耳)的心境而使她感到喜悦”。

引用这一段

荷马诗颂, 荷马诗颂 2:致德墨忒尔 §146-215. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg002.humanitext-grc2:146-215

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。