Humanitext Reader

荷马诗颂 · 荷马诗颂 2:致德墨忒尔 §1-73

珀耳塞福涅被劫与德墨忒尔的搜寻

第 1 段,共 7 段 · 希腊语

内容简介

哈得斯在宙斯的默许下劫走了珀耳塞福涅,母亲德墨忒尔悲痛欲绝地寻找女儿,最终在赫卡忒的陪伴下审问太阳神赫利俄斯以探求真相。

§1Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν, §2αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς §3ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς, §4νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
我开始歌唱秀发的德墨忒尔,庄严的女神,歌唱她以及她那纤足的女儿,她被哀多纽斯劫走,而声音隆隆、目光深远的宙斯将她许配给了他,避开了手持金剑、果实辉煌的德墨忒尔。
§5παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις §6ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ §7λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον §8νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ §9Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, §10θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι §11ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
当时女儿正与大洋神胸襟宽阔的女儿们一起,采摘着花朵——玫瑰、藏红花和美丽的紫罗兰,在柔软的草地上,还有鸢尾花和风信子,以及水仙花,这是大地(盖亚)遵照宙斯的旨意,为了给那含苞待放的少女设下陷阱而培育出的,以取悦那款待众多宾客者,它是那般令人惊奇地闪耀,在所有人眼中—— 无论是永生的神明还是凡人——都是一件令人敬畏的奇观。
§12τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει· §13κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν §14γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
从它的根部生长出一百个花头,伴随着它最甜美的香气,上方整个辽阔的天空、整个大地以及盐涩的海浪都露出了微笑。
§15ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω §16καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια §17Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
她惊奇万分,伸出双手去拿那美丽的玩具;然而宽阔的大地裂开了,在尼西亚平原上,那款待众多宾客的君主,骑着他不朽的骏马,克洛诺斯那拥有众多名字的儿子,冲了出来。
§18ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. §19ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν §20ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ, §21κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
他强行将违背意愿的她掠上金色战车,带走了哭泣的她;她用尖锐的声音大声呼喊,呼唤着她的父亲,至高且最善的克洛诺斯之子。
§22οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων §23ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι†
然而,永生神明中没有一人,凡人中也没有一人听到她的声音,那些果实辉煌的橄榄树也没有†。
§24εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα §25ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, §26Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός, §27κούρης κεκλομένης πατέρα Κρονίδην·
唯有波耳塞俄斯的女儿,那温柔体贴的、在洞穴中听到的,戴着明亮头巾的赫卡忒,以及赫利俄斯君主,许珀里翁光辉的儿子,听到了少女呼唤她的父亲克洛诺斯之子。
ὃ δὲ νόσφιν §28ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, §29δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
而他(宙斯)却独自一人远离神明,坐在供奉着无数祈祷的庙宇中,接受着凡人献上的美丽祭品。
§30τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι §31πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων, §32ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
违背她的意愿,遵照宙斯的旨意将她带走的,正是她父亲的兄弟,统治众多者、款待众多者,骑着他不朽的骏马,克洛诺斯那拥有众多名字的儿子。
§33ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα §34λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα §35αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν §36ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων, §37τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
只要女神还能看见大地、繁星闪烁的天空,鱼群汇聚、奔流不息的海洋,以及太阳的光芒,并且还希冀着能看见慈爱的母亲和永生神明的族群,那么即便她满心悲伤,希望依然抚慰着她伟大的心灵。
§38ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου §39φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ.
然而山峰和海洋的深渊都回响着她那不朽的声音,她那尊贵的母亲听到了。
§40ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις §41ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι, §42κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων, §43σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν §44μαιομένη·
锐利的痛苦攫住了她的心,在她的不朽秀发周围,她用自己的双手撕碎了头巾,在双肩上披上了一件深色的斗篷,她像一只鸟儿一样,在陆地和海洋上搜寻着。
τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι §45ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, §46οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
然而,没有一个人愿意对她吐露真情,无论是神明还是凡人,鸟类中也没有一个作为真实的使者来到她身边。
§47ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ §48στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα, §49οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο §50πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
于是整整九天,尊贵的得奥在土地上徘徊,手里拿着燃烧的松明,在悲痛中,她从未尝过仙馔和甜美的仙酿,也没有用沐浴之水洗涤身体。
§51ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς, §52ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα §53καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε· §54<milestone type="startquote"/>πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε, §55τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων §56ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
但当第十个明亮的黎明来临时,赫卡忒与她相遇,手里拿着火光,为了向她报信,开口说道: <milestone type="startquote"/>“尊贵的德墨忒尔,带给万物季节者,施予辉煌礼物者,天上的神明或凡人中,是谁抢走了珀耳塞福涅,让你亲爱的心蒙受痛苦?
§57φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν, §58ὅστις ἔην·
因为我听到了声音,但没有用眼睛看到是谁。
σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.
我将迅速向你说明一切真相。
<milestone type="endquote"/> §59ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ §60Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ §61ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
”<milestone type="endquote"/> 赫卡忒这样说道;而那秀发蓬松的瑞亚的女儿(德墨忒尔)没有用言语回答她,而是迅速与她一起,手里拿着燃烧的松明急奔而去。
§62Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν, §63στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων· §64<milestone type="startquote"/>ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ §65ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
她们来到了赫利俄斯,神明与人类的监视者面前,站在他的骏马前,女神中最高贵的她(德墨忒尔)问道: <milestone type="startquote"/>“赫利俄斯啊,请尊重我这位女神,如果我曾几何时用言语或行动温暖了你的心和精神。
§66κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν, §67τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο §68ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
我所生育的女儿,甜美的嫩枝,容貌高贵的她,我透过那荒芜的大气听到了她尖锐的呼喊声,仿佛她正在遭受强暴,但我没有用眼睛看到。
§69ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον §70αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι, §71νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας, §72ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ §73οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
但是,既然你从神圣的大气中用你的光芒俯瞰着整片大地和海洋,请向我如实吐露我那亲爱的孩子,如果你在什么地方见过她,是谁在违背她意愿的情况下,强行将她从我身边夺走并离去了,不管是神明还是凡人。
<milestone type="endquote"/>
”<milestone type="endquote"/>

词汇与语法注释

  1. §2ἣν Ἀιδωνεὺς — 关系代词 ἣν 指代先行词 θύγατρα(女儿),同时作为后续两个动词 ἥρπαξεν(劫走)和 δῶκεν(给予)的宾语。在 δῶκεν 中,它兼作给予哈得斯的直接宾语。
  2. §8δόλον — 作为动词 φῦσε(使生长)之宾语的同格成分(或结果宾语),表示为了诱捕少女而“作为陷阱”。
  3. §43τραφερήν τε καὶ ὑγρὴν — 阴性形容词 τραφερή(干燥的、陆地的)与 ὑγρή(潮湿的、海洋的)作名词性使用,省略了名词 χθών(或 γῆ)与 θάλασσα(或 ἅλς),这是希腊史诗中典型的公式化表达。
  4. §67ὥστε βιαζομένης — 连词 ὥστε 与属格分词 βιαζομένης(被强迫)结合,表示比喻(“仿佛被强暴一般”)。该属格与修饰女儿哭喊声的 ὄψ(声音)或属格关系代词 τῆς 相一致。

引用这一段

荷马诗颂, 荷马诗颂 2:致德墨忒尔 §1-73. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0013.tlg002.humanitext-grc2:1-73

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。