§10.1Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν §10.2Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν, §10.3πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος §10.4χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.
“我们来到了艾奥利亚岛;在那里居住着希波塔斯之子艾奥路斯,他为不死的神明所钟爱,在一座漂浮的岛上;整座岛的周围环绕着无法攻破的青铜城墙,光滑的岩壁陡峭地耸立着。
§10.5τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, §10.6ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες· §10.7ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
他的十二个孩子在馆中诞生,六个女儿,六个年轻力壮的儿子;在那里,他把女儿们赐给儿子们为妻。
§10.8οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ §10.9δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται, §10.10κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ
他们总是陪在亲爱的父亲和贤惠的母亲身旁共享宴席,在他们面前摆放着无数的美味,充满烤肉香气的馆宇,在白天里与中庭一同回荡着声音。
§10.11ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν §10.12εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
而到了夜晚,他们便在贞洁的妻子身旁,在地毯上和雕刻精致的床榻上安睡。
§10.13καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
我们确实来到了他们的城市和美丽的馆宇。
§10.14μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα, §10.15Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν· §10.16καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
他整整一个月热情地款待我,并详细地询问每一件事,询问伊利翁(特洛伊)、阿耳戈斯人的船只以及阿开亚人的归航;我确实按顺序向他诉说了这一切。
§10.17ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον §10.18πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.
但当我请求启程并促请他送行时,他也没有任何拒绝,反而为我准备了送行。
§10.19δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο, §10.20ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα· §10.21κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων, §10.22ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.
他把一个剥自九岁公牛皮制成的皮袋送给了我,在那里他捆绑锁闭了狂风的路径;因为克罗诺斯之子(宙斯)让他做了风的掌管者,无论是平息还是唤醒风,皆凭他的意愿。
§10.23νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ §10.24ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ· §10.25αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι, §10.26ὄφρα φέροι νῆάς τε καὶ αὐτούς·
他在空心的船中用一根闪亮的银绳将(那皮袋)紧紧系住,不让一丝微风漏出;但他却为我派出了西风的微风吹拂,以便带走船只和我们自己。
οὐδʼ ἄρʼ ἔμελλεν §10.27ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.
然而这却没能达成;因为由于我们自己的愚蠢,我们毁灭了。
§10.28ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, §10.29τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα, §10.30καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·
整整九天九夜,我们同样地航行着,到了第十天,祖国的田野已经显现,我们甚至在临近时看到了人们点燃的篝火。
§10.31ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, §10.32αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ §10.33δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν· §10.34οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, §10.35καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι §10.36δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.
那时,甘甜的睡意袭向了疲惫不堪的我,因为我一直亲自掌管着船的帆脚绳,没有把它交给伙伴中的任何其他人,为了让我们更快地到达祖国土地;但伙伴们却用言语互相对话,纷纷说我带着金银回家,那是来自宽宏的希波塔斯之子艾奥路斯的礼物。
§10.37ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· §10.38ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν §10.39ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.
有人看着身边的旁人这样说道: ‘天哪,这个人是多么为所有人所喜爱和重看,无论他到了谁的城市和土地!
§10.40πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ §10.41ληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες §10.42οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες· §10.43καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητι §10.44Αἴολος.
他确实从特洛伊带回了许多美丽的战利品珍宝,而我们,虽然完成了同样的旅程,却空着双手返回家园;如今艾奥路斯出于好意与友谊,又把这些赠予了他。
ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν, §10.45ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.
来吧,让我们快看看这是什么,袋子里有多少金子和银子。
’ 他们这样说,而伙伴们的恶毒主意得逞了;他们解开了皮袋,所有的风顿时一拥而出。
暴风随即卷起他们,将痛哭流涕的他们带向大海,远离了祖国的土地。
αὐτὰρ ἐγώ γε §10.50ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα, §10.51ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ, §10.52ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.
但我,醒来后,在完美的心中思量,究竟是应该从船上跳下死在海里,还是默默忍受,继续留在活人之中。
αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ §10.55αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.
船只在恶劣的暴风裹挟下,重新回到了艾奥利亚岛,伙伴们悲痛哀号。
§10.56ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ, §10.57αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
我们在那里登上陆地并汲取了水,伙伴们随即在轻快的船旁进餐。
§10.58αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος, §10.59δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον §10.60βῆν εἰς Αἰόλου κλυτὰ δώματα·
当我们尝过了食物和饮料之后,就在那时,我带上一名传令官和一名伙伴,走向艾奥路斯名闻遐迩的馆宇。
τὸν δʼ ἐκίχανον §10.61δαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.
我发现他正在妻子和孩子们身旁共享宴席。
οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο· §10.64πῶς ἦλθες, Ὀδυσεῦ;
他们心中惊异,并询问道: ‘奥德修斯,你是怎么来的?
τίς τοι κακὸς ἔχραε δαίμων;
什么恶神袭击了你?
§10.65ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιο §10.66πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.
我们明明非常周到地送你启程,为了让你能到达你的祖国、你的家园,以及任何你所钟爱的地方。
§10.67ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ· §10.68ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος §10.69σχέτλιος.
’ 他们这样说,我便心中悲痛地对他们说: ‘是恶毒的伙伴们害了我,此外还有那无情的睡眠。
ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.
但是,朋友们,求你们救救我们,因为力量就在你们手中。