§9.287ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ, §9.288ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε, §9.289σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ §9.290κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
我这样说,而他并没有以无情的心回答我任何话,反而跳起来,向我的同伴们伸出双手,猛地抓住其中两个,像小狗一样往地上摔了过去;脑浆流淌在地上,浸湿了泥土。
§9.291τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον· §9.292ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν, §9.293ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
他把他们肢解,准备了自己的晚餐;他像一只山林里长大的狮子一样吞食着,毫不留情,无论是内脏、肌肉,还是含有骨髓的骨头。
§9.294ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας, §9.295σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.
我们流着泪向宙斯高举双手,目睹这惨绝人寰的一幕,心中一片绝望。
§9.296αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν §9.297ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων, §9.298κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.
然而,当独眼巨人填饱了他巨大的肚子,吃饱了人肉,又喝下了纯净的鲜奶,他便在洞穴里、在羊群中伸展身体躺了下来。
§9.299τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν §9.300ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, §9.301οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι, §9.302χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.
我下定决心,在自己高贵的心中,走近他,从大腿旁拔出锋利的宝剑,刺向他的胸口,就是横隔膜托住肝脏的位置,用手摸索着;然而,另一个念头阻止了我。
§9.303αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον· §9.304οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων §9.305χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
因为我们在那里也会落得悲惨灭亡的下场;因为我们根本无力用双手将他堵在高大门口的那块沉重巨石推开。
§9.306ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
因此,在那个时候,我们叹息着等待着神圣的黎明。
§9.307ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §9.308καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα, §9.309πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
当那早生的、玫瑰色手指的黎明破晓时,那时他也点燃了火,给奇妙的羊群挤奶,一切按部就班,并把小羊送回各自的母亲怀下。
§9.310αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, §9.311σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.
当他忙碌地做完了他的这些工作后,接着他又抓起两个同伴,准备了自己的饭食。
§9.312δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα, §9.313ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα §9.314ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.
吃过饭后,他将肥壮的羊群赶出洞外,轻松地挪开了巨大的门石;接着他又重新堵上,就像是给箭袋盖上盖子一样。
§9.315πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα §9.316Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων, §9.317εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
独眼巨人吹着响亮的哨子,将肥羊赶往山间;而我留在了后面,在心底暗中策划着复仇,如果我能以某种方式惩罚他,愿雅典娜赐予我荣耀。
§9.318ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
在我心中,这似乎是最好的计划。
§9.319Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ, §9.320χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη §9.321αὐανθέν.
在羊圈旁放着独眼巨人的一根巨大木棒,是未干的橄榄木;这是他砍下来,准备等晒干后随身携带的。
τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες §9.322ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης, §9.323φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα· §9.324τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
看着它,我们觉得它足有一艘二十桨的黑色宽大货船的桅杆那么大,那是跨越大洋的宽大商船;看起来,它就是有那么长、那么粗。
§9.325τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς §9.326καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα· §9.327οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς §9.328ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
我站在它旁边,砍下大约一寻长的一段,放在同伴们面前,命令他们把它削平整;他们把它削得光滑,而我站在旁边,把一头削尖,紧接着拿起来,在熊熊烈火中烤硬。
§9.329καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ, §9.330ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·
我把它完好地藏在粪堆下面,那些粪便在洞穴里堆得厚厚的一大片。
§9.331αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον, §9.332ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας §9.333τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
然后我命令其余的人抓阄,看谁敢和我一起抬起这根木棒,在他沉沉入睡的时候,戳进他的眼睛里并旋转它。
§9.334οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι, §9.335τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
抓中阄的人正是我自己也最希望挑选的那些人,一共有四个,而我自己作为第五个加入了他们。
§9.336ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
傍晚时分,他赶着毛色优美的羊群回来了。
§9.337αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα §9.338πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς, §9.339ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
他立刻把肥壮的羊群全部赶进宽敞的洞里,一头也没有留在深围墙的外面,也许是他预感到了什么,或者是某位神明如此命令的。
§9.340αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας, §9.341ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας, §9.342πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
接着他把一块巨大的门石高高举起并堵上,他坐下来,给绵羊和咩咩叫的山羊挤奶,一切按部就班,并把小羊送回各自的母亲怀下。
§9.343αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, §9.344σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
当他忙碌地做完了他的这些工作后,接着他又抓起两个同伴,准备了自己的晚餐。
§9.345καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς, §9.346κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο· §9.347Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα, §9.348ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει §9.349ἡμετέρη.
就在那时,我走上前去靠近独眼巨人,对他说道,手里拿着一个盛满深色葡萄酒的常春藤木杯: “独眼巨人,拿去,喝点酒,既然你已经吃了人肉,好让你知道我们那艘船上装的是什么样的好饮。
σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας §9.350οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.
我原本把它带来献祭给你,希望你怜悯我,送我回家;而你的狂暴已到了让人无法忍受的地步。