Humanitext Reader

荷马 · 奥德赛 §5.357-5.426

木筏碎裂与望见法埃亚克斯之境

第 37 段,共 173 段 · 希腊语

内容简介

奥德修斯决定听从伊诺的建议,脱去衣物,在木筏破碎后开始游泳。在雅典娜的帮助下风浪平息,他望见法埃亚克斯人的陆地,但陡峭无港的岩壁又使他面临新的危机。

§5.357ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
“(这是)不死的神明之一,因为她命令我离开木筏。
§5.358ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν §5.359γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
但我绝不愿现在就听从,因为用我的眼睛我看见那土地还在远方,而她曾说那里是我脱险的地方。
§5.360ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον· §5.361ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ, §5.362τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων· §5.363αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ, §5.364νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
但我最好还是这样做,这在我看来是最妥当的:只要木料还在接合处紧紧连结着,我就留在木筏上,忍受着痛苦并坚持下去;而一旦波浪彻底冲散了我的木筏,我就游泳,因为再没有比这更好的办法了。
§5.365ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, §5.366ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων, §5.367δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.
” 当他在脑海和心灵中思忖这些的时候,大地的震动者波塞冬掀起了一排巨大的波浪,可怕、沉重、铺天盖地,朝他直打过来。
§5.368ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ §5.369καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ· §5.370ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ.
正如狂风吹散一堆干燥的麦秸,把它们卷向四面八方;波浪也同样卷散了木筏的长木料。
αὐτὰρ Ὀδυσσεὺς §5.371ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων, §5.372εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
然而奥德修斯骑在单根木料上,就像骑着一匹奔跑的赛马,并脱掉了高贵的卡吕普索赠予他的衣物。
§5.373αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν, §5.374αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας, §5.375νηχέμεναι μεμαώς.
他立刻把那条不朽的面纱系在胸膛下方,自己则面朝下纵身跳入海中,张开双臂,奋力游去。
ἴδε δὲ κρείων ἐνοσίχθων, §5.376κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· §5.377οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον, §5.378εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
大地的震动者、主宰看到了他,摇了摇头,对自己的心灵说: “你就这样吃尽苦头,在海里漂泊吧,直到你和那群由宙斯抚育的人们相遇。
§5.379ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
但即便如此,我想你也不会嫌自己的苦头吃得太少。
§5.380ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους, §5.381ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.
” 他这样说着,鞭打着他那美丽鬃毛的骏马,回到了他那拥有辉煌宫殿的埃盖。
§5.382αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.
然而宙斯的女儿雅典娜另有想法。
§5.383ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους, §5.384παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας· §5.385ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν, §5.386ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη §5.387διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
她确实阻断了其余风的道路,命令它们全部停息、平伏下去;她唤醒了急促的北风,击碎了前方的波浪,好让流着宙斯血液的奥德修斯在逃过死亡和死神之后,能够到达那群喜爱划桨的法埃亚克斯人那里。
§5.388ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ §5.389πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.
于是在那墨绿色的波涛中,他漂流了两夜两天,他的心多次预感到毁灭。
§5.390ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, §5.391καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη §5.392ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν §5.393ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
但是当秀发的美丽黎明带走第三天时,风确实停息了,海面变成了一片无风的宁静;他被大浪推举起来,敏锐地向前眺望,看见陆地已经近在咫尺。
§5.394ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ §5.395πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων, §5.396δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων, §5.397ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν, §5.398ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη, §5.399νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
正如对于孩子们来说,父亲的生命是令人欣喜的,他卧病在床,承受着剧烈的痛苦,长期消瘦,受着可憎神明的折磨,但神明终于欣然解除了他的灾难;奥德修斯眼中的陆地和树林也是如此令人欣喜,他急忙游泳,渴望能踏上大陆。
§5.400ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας, §5.401καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης· §5.402ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο §5.403δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ· §5.404οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί. §5.405ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·
但当他距离陆地只有一个人大声呼喊能听到的距离时,他听到了波涛拍打礁石的巨响;因为巨大的海浪在干枯的陆地上狂暴地咆哮着、喷吐着,一切都被海水的飞沫所笼罩;因为这里没有容纳船只的港湾,也没有避风的港湾,只有突出的峭壁、暗礁和悬崖。
§5.406καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, §5.407ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· §5.408ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι §5.409Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα, §5.410ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε· §5.411ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα §5.412βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη, §5.413ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι §5.414στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα· §5.415μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ §5.416κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
这时奥德修斯的双膝和亲爱的心灵都软弱了,他叹息着,对自我的伟大心灵说道: “哎呀,既然宙斯让我看到了这出乎意料的陆地,而我也确实穿越并斩断了这片深渊,可从这灰白的海中上岸的出口却无处显现;因为外面是锋利的礁石,周围波浪咆哮轰鸣,而光滑的峭壁直立升起,水深及岸,双脚根本无法站稳以逃避灾难;我害怕在我上岸时,大浪会将我卷去,拍打在坚硬的岩石上,而我的努力就会落空。
§5.417εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω §5.418ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης, §5.419δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα §5.420πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα, §5.421ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων §5.422ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη· §5.423οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.
但如果我继续向前游去,看看能否找到平缓的沙滩和海洋的港湾,我又害怕暴风会再次将我卷走,带到鱼群出没的大海上,让我沉痛地呻吟,或者哪位神明会从海中放出巨大的海怪来袭击我,就像名声显赫的安菲特里忒所孕育的无数怪物那样;因为我知道,名声显赫的大地震动者对我有多么愤怒。
§5.424ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, §5.425τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.
” 当他在脑海和心灵中思忖这些的时候,一排巨浪正将他推向粗糙的海岸。
§5.426ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,
在那里,他的皮肉将被撕裂,骨头也会被撞碎,

词汇与语法注释

  1. 5.357ἀθανάτων — 承接前一行(第356行)的 `μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε`(恐怕又是谁在对我编织诡计),此处的属格充当部分属格,意为“不死的神明中的某个人(在对我施加诡计,命令我离开木筏)”。
  2. 5.361ὄφρʼ ἂν μέν κεν — 时间连词 `ὄφra`(在……期间)与语气助词 `ἄν` 和 `κεν` 重叠使用的荷马特有句法。动词 `ἀρήρῃ` 为虚拟语气,表示未来不确定时间的持续(只要木料还结合在一起)。
  3. 5.371κέληθʼ ὡς ἵππον ἐλαύνων — `κέλης` 指的是“单骑乘马”或“赛马”。这一比喻将奥德修斯骑在单根木料上的姿态比作骑马者,在战车为主导的英雄时代,这是来自当时实际生活(赛马竞技)的一种罕见直喻。
  4. 5.379ὀνόσσεσθαι κακότητος — 动词 `ὀνόζομαι`(轻视、低估)带属格 `κακότητος`(灾难、痛苦),表示“低估……”。此处带有双重否定的讽刺意味(波塞冬嘲讽道:“我想你不会觉得自己的痛苦受得太少”,即“你已经受够了苦头”)。
  5. 5.394ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος — 一个著名的长篇直喻,由 `ὡς δʼ ὅτʼ ἂν`(正如当……时)引导,与第398行的 `ὣς`(同样地)相呼应。将孩子们看到奄奄一息的父亲奇迹般康复时的喜悦,比作奥德修斯望见陆地与森林时的宽慰与狂喜。

引用这一段

荷马, 奥德赛 §5.357-5.426. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:5.357-5.426

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。