§5.427εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·
若不是明眸女神雅典娜将(这想法)放入他的心中。
§5.428ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης, §5.429τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
他猛冲上前,用双手紧紧抓住岩石,他呻吟着紧抓不放,直到巨浪过去。
§5.430καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις §5.431πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
这样他确实避开了这波浪,但退潮的巨浪再次朝他猛冲并打在他身上,将他远远抛回大海。
§5.432ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο §5.433πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται, §5.434ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν §5.435ῥινοὶ ἀπέδρυφθεν·
正如当章鱼被从它的巢穴拉出时,许多小石子粘在它的吸盘上一样,在岩石的作用下,他那有力的双手上皮肉被撕裂开来。
τὸν δὲ μέγα κῦμα κάλυψεν.
随后巨浪将他淹没。
在那里,不幸的奥德修斯本会超越命运而毁灭,若不是明眸女神雅典娜赐予他智慧。
§5.438κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε, §5.439νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι §5.440ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
他从涌向陆地的波涛中浮出,顺着岸边游去,目视着陆地,看看能否找到平缓的沙滩和海洋的港湾。
§5.441ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο §5.442ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος, §5.443λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο, §5.444ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν· §5.445κλῦθι, ἄναξ, ὅτις ἐσσί·
但当他游到一条流水平缓的美丽河流的河口时,在那里,那地方似乎对他最为适宜,没有岩石,十分平坦,且有避风之所,他认出了那流动的河水,便在心中祈祷: “请听我祈求,主宰,无论您是谁。
πολύλλιστον δέ σʼ ἱκάνω, §5.446φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
我带着无数祈求来到您这里,逃离了大海,逃离了波塞冬的威胁。
§5.447αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
即使对于不死的神明来说,也是值得敬重的,那流浪而来的凡人。
§5.448ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν §5.449σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.
如同我现在这样,历经重重磨难,来到您的溪流和您的双膝之下。
§5.450ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.
但请怜悯我,主宰;我自荐作为您的求助者。
§5.451ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα, §5.452πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν §5.453ἐς ποταμοῦ προχοάς.
” 他这样说着,河神立刻停止了溪流的奔涌,平息了波浪,在他面前化为平静,拯救了他,引导他进入河口。
ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε §5.454χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
于是奥德修斯双膝弯曲,垂下了有力的双手;因为他的心已被大海折服。
§5.455ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ §5.456ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος §5.457κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
他的全身皮肤红肿,大量的海水从口鼻中喷涌而出;他毫无气息,也无法言语,软弱地躺着,可怕的疲惫席卷了他。
§5.458ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, §5.459καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
但当他终于缓过气来,心灵恢复了神智时,正是在那时,他从身上解下了女神的面纱。
§5.460καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν, §5.461ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ §5.462δέξατο χερσὶ φίλῃσιν·
他将其放回流向大海的河流中,巨浪顺流将它带回,伊诺立刻用她亲切的双手接住了它。
ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς §5.463σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
而他则离开河流,躺在芦苇丛中,亲吻着赐予谷物的土地。
他叹息着,对自我的伟大心灵说道: “哎呀,我该怎么办?
τί νύ μοι μήκιστα γένηται;
最后我会有怎样的结局?
§5.466εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω, §5.467μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση §5.468ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν· §5.469αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
如果我在这河床里度过这痛苦的夜晚,我担心有害的严霜与寒冷的露水会一起因我的虚脱而摧毁我奄奄一息的灵魂;况且黎明前河上正吹着寒凉的微风。
§5.470εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην §5.471θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη §5.472ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ, §5.473δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
但如果我爬上斜坡,进入阴暗的森林,躺在茂密的灌木丛中入睡,即使寒冷与疲惫离我而去,甜美的睡眠降临,我又担心自己会成为野兽的猎物和食粮。
§5.474ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι· §5.475βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν §5.476ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους, §5.477ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
” 在他思索时,这似乎对他更为有利;他走向森林;他发现它就在水边,视野开阔的地方;他钻进了两丛灌木之下,它们从同一个地方长出,一丛是野生奥利弗,一丛是奥利弗。
§5.478τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων, §5.479οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, §5.480οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ §5.481ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς·
穿过它们,既没有吹着湿气的狂风的威力,也没有闪耀的太阳曾用光线照射,雨水也无法渗透过去;它们长得如此茂密,彼此交错交叠。
οὓς ὑπʼ Ὀδυσσεὺς §5.482δύσετʼ.
在其下方,奥德修斯钻了进去。
ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν §5.483εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή, §5.484ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι §5.485ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
他立刻用双手为自己扫出了一张宽大的床;因为那里有极多的落叶,足以在冬季保护两三个男人,即使天气非常严酷。
§5.486τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς, §5.487ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.
看到这些,备尝艰辛的高贵奥德修斯十分高兴,他躺在中间,把落叶盖在自己身上。
§5.488ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ §5.489ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι, §5.490σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι, §5.491ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη §5.492ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα §5.493δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.
正如有人在田野边际,在没有其他邻居的地方,将火把藏在黑色的灰烬中,保存火种,以免需要从别处点燃一样;奥德修斯就这样用落叶盖住自己;而雅典娜将睡眠倾注在他的眼睛上,好让他能尽快从痛苦的疲惫中解脱,盖住了他亲爱的双眼。