Humanitext Reader

荷马 · 奥德赛 §22.70-22.140

欧律马科斯战死与搬运武器

第 155 段,共 173 段 · 希腊语

内容简介

欧律马科斯冲向奥德修斯却被射杀,阿姆菲诺莫斯也被特勒马科斯刺死。特勒马科斯取来铠甲武装己方,而梅兰希奥斯则计划为求婚者们从宝库中偷运武器。

§22.70ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, §22.71ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην, §22.72οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας §22.73ἄμμε κατακτείνῃ·
“朋友们,因为这个人不会停下他那狂暴的双手的;既然他已经拿到了精磨的弓和箭袋,他就会从那光滑的门槛上射箭,直到把我们全部杀尽。
ἀλλὰ μνησώμεθα χάρμης.
所以,让我们想办法迎战吧!
§22.74φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας §22.75ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν §22.76ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων, §22.77ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο· §22.78τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
拔出你们的宝剑,把桌子挡在身前作为盾牌,以防那带来迅速死亡的飞箭;让我们大家齐心协力结成一团冲向他,如果我们能把他从门槛和门口赶走,并穿过城市,迅速发出呼救之声;这样,这个人很快就会射出他最后的一箭。
§22.79ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ §22.80χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ §22.81σμερδαλέα ἰάχων·
” 他说着,拔出了他那锐利的青铜宝剑,此剑两面开刃,他大吼一声朝他冲去。
ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς §22.82ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν, §22.83ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος·
但与此同时,高贵的奥德修斯放出一箭,射中了他乳房旁的胸部,将这支飞箭深深扎进了他的肝脏。
ἐκ δʼ ἄρα χειρὸς §22.84φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ §22.85κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε §22.86καὶ δέπας ἀμφικύπελλον·
宝剑从他的手中滑落到地上,他整个人俯倒在桌子上面,身体蜷曲着倒下,将食物泼洒在地上,双耳杯也随之落地。
ὁ δὲ χθόνα τύπτε μετώπῳ §22.87θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι §22.88λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
他在极度痛苦中用额头撞击着地面,双脚乱踢乱蹬,震动着椅子;黑暗笼罩了他的双眼。
§22.89Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο §22.90ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ, §22.91εἴ πώς οἱ εἴξειε θυράων.
随后,阿姆菲诺莫斯向着光荣的奥德修斯冲去,直直地扑向他,并拔出了锐利的宝剑,试图将他从门口逼退。
ἀλλʼ ἄρα μιν φθῆ §22.92Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ §22.93ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
但在他得逞之前,特勒马科斯从他身后用铜头长枪刺中了他的双肩之间,并穿透了他的胸膛。
§22.94δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
他重重地倒下,额头猛烈地撞击地面。
§22.95Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος §22.96αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν §22.97ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε §22.98φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
特勒马科斯跃开,将长枪留在了阿姆菲诺莫斯的体内;因为他非常害怕,担心当他拔出长枪时,会有某个阿开亚人拔剑冲上前来刺杀他,或者在他俯身时将他砍倒。
§22.99βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν, §22.100ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· §22.101ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε §22.102καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν §22.103αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ §22.104καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
于是他飞奔起来,极快地回到了他亲爱的父亲身边,紧挨着他站立,说出了长着翅膀的话语: “父亲啊,现在我这就去给您拿一面盾牌、两支长枪和一顶紧贴太阳穴的全青铜头盔;我自己也会去穿上铠甲,并给牧猪奴和牧牛奴送去铠甲;因为全副武装总是更好的。
§22.105τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §22.106οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί, §22.107μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
” 足智多谋的奥德修斯回答他说道: “快跑着去拿来吧,只要我还有防身用的箭,免得他们趁我孤身一人时,把我从门口赶走。
§22.108ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, §22.109βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
” 他这样说着,特勒马科斯听从了他亲爱的父亲,走向那存放着他那光荣铠甲的宝库。
§22.110ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ §22.111καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας· §22.112βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
他从那里拿了四面盾牌、八支长枪以及四顶带有厚厚马鬃饰带的青铜头盔;他带着这些东西,极快地回到了他亲爱的父亲身边。
§22.113αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν· §22.114ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά, §22.115ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
他自己首先在身上披挂好青铜铠甲;两个仆人也同样穿上了他们美丽的铠甲,站在聪明而多谋的奥德修斯的周围。
§22.116αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί. §22.117τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ §22.118βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
而他,只要还有防身用的箭,他就始终在自己的宅邸中瞄准并射杀一个又一个的求婚者;他们纷纷倒下,层层相叠。
§22.119αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα, §22.120τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο §22.121ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα, §22.122αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον, §22.123κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν, §22.124ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· §22.125εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
但是,当这位射箭的国王箭袋空空时,他将弓靠在建造精良的大厅的柱子上,使它立在闪闪发光的壁面前,他自己在肩膀上挂起了一面四层皮制的盾牌,在他那强壮的头上戴上了一顶做工精良的头盔,带有马鬃饰带,其上的羽冠在上方可怕地摇曳;他拿起了两支锋利的青铜枪头的强劲长枪。
§22.126ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ, §22.127ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο §22.128ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.
此时,在建好的墙壁上有一个旁门,在建造精良的大厅的最高门槛旁,有一条通往通道的道路,有贴合紧密的折叠门板将其关闭。
§22.129τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν §22.130ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.
奥德修斯命令高贵的牧猪奴守住这个旁门,让他站在它的近旁;而通往那里的通道只有一条。
§22.131τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων· §22.132ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη §22.133καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;
阿格劳斯对他们说道,将他的话表明给所有人: “朋友们,难道不能有人从这旁门爬上去,告诉人们,好让呼救之声以最快的速度传开吗?
§22.134τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
这样,这个人很快就会射出他最后的一箭。
§22.135τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· §22.136οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς §22.137αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης· §22.138καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.
” 牧羊人梅兰希奥斯回答他说道: “这是不可能的,蒙宙斯庇护的阿格劳斯;因为院子的美丽大门离这里非常近,而且通道的出口狭窄难行;哪怕只有一个勇士,也能挡住所有人。
§22.139ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι §22.140ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ
但来吧,让我去给你们拿些铠甲来穿上,从宝库里;因为我想,它们就在里面,绝不在别处,”

词汇与语法注释

  1. 22.74ἀντίσχεσθε τραπέζας ἰῶν ὠκυμόρων — 宾格 τραπέζας(桌子)是中间体命令式 ἀντίσχεσθε(举起以对抗/阻挡)的直接宾语,而属格 ἰῶν(箭)则表示要防范的对象。整个短语传达了“举起桌子作为盾牌以抵御飞箭”的双重含义。
  2. 22.78τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο — 与格指示代词 τῷ 起到副词性“因此”或“以这种方式”的作用,表示手段或结果。它与语气小词 κε 以及希求式动词 τοξάσσαιτο(无定过去中间体希求式第三人称单数)连用,表示某种潜在的或假定的结果(“在那种情况下,这个人很快就会射出他最后的一箭”)。
  3. 22.96περὶ γὰρ δίε — 前置词 περί 与动词 δίε(害怕,未完成过去时)紧密相连,在此处或者以分置(tmesis,与动词分离)的形式出现,或者作为副词性强调词使用,意为“极度地”或“非常地”。
  4. 22.126ὀρσοθύρη — 名词 ὀρσοθύρη(旁门或胁门)指位于大厅高处或后墙上的较小的门。此处的理解对于把握叙事中的战术变化至关重要,因为该门控制着通往大厅防守死角的狭窄通道。

引用这一段

荷马, 奥德赛 §22.70-22.140. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:22.70-22.140

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。