§22.141τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
(那里是)奥德修斯和他那光荣的儿子存放铠甲的地方。
他说着,牧羊人梅兰希奥斯便登了上去,通过大厅的通道,前往奥德修斯的宝库。
§22.144ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα §22.145καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας· §22.146βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
他从那里拿了十二面盾牌,以及同等数量的长枪,和同等数量的、带有厚厚马鬃饰带的青铜头盔;他带着这些东西回去,极快地把它们交给了求婚者。
§22.147καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, §22.148ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα §22.149μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
那时,奥德修斯的双膝和亲爱的心都瘫软了,当他看到他们穿上铠甲,并在手中挥舞着长枪时;这在他看来是一件艰巨的任务。
§22.150αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· §22.151Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν §22.152νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
他立刻对特勒马科斯说出了长着翅膀的话: “特勒马科斯,大厅里的某个女人,或者梅兰希奥斯,一定正在煽动针对我们的这场灾难性的战斗。
§22.153τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §22.154ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος §22.155αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν §22.156κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
” 聪明聪慧的特勒马科斯回答他道: “父亲,是我自己在这件事上犯了错——没有别人该受责备——是我把宝库那扇紧闭的门留了半开;而他们的哨兵比我更警觉。
§22.157ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο §22.158καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει, §22.159ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
但去吧,高贵的尤麦奥斯,关上宝库的门,看看到底是哪个女人在做这件事,或者是多里奥斯之子梅兰希奥斯,我怀疑是他。
§22.160ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §22.161βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν, §22.162οἴσων τεύχεα καλά.
” 他们就这样互相说着这样的话,牧羊人梅兰希奥斯再次前往宝库,去拿美丽的铠甲。
νόησε δὲ δῖος ὑφορβός, §22.163αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· §22.164διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §22.165κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί, §22.166ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες, §22.167ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι, §22.168ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ §22.169πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
但高贵的牧猪奴发现了他,立刻对守在近旁的奥德修斯说: “宙斯所生的拉厄耳忒斯之子,足智多谋的奥德修斯,那个带来毁灭的家伙,正是我们所怀疑的那个人,又去宝库了;但请确切地告诉我,如果我能战胜他,是杀了他,还是把他带到你这里来,好让他为他在你屋里策划的许多暴行付出代价。
§22.170τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §22.171ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς §22.172σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.
” 足智多谋的奥德修斯回答他说道: “我和特勒马科斯肯定会把那些傲慢的求婚者挡在大厅之内,无论他们如何疯狂地反抗。
§22.173σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν §22.174ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε, §22.175σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε §22.176κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν, §22.177ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·
你们俩要把他的脚和手反绑在身后,把他扔进宝库,在身后关紧并拴好门板;在他身上系上一根编织的绳子,顺着高高的柱子把它拉上去,使他靠近房梁,让他长久地活着,承受痛苦的折磨。
§22.178ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, §22.179βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
” 他这样说着,他们便听从并顺从了他的话,走向宝库,而里面的人并没有察觉到他们。
§22.180ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα, §22.181τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
他正在宝库的最深处搜寻铠甲,他们两人站在门框两侧等待着。
§22.182εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, §22.183τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν, §22.184τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ, §22.185Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε· §22.186δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων· §22.187τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω §22.188κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ, §22.189σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ §22.190εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν §22.191υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς· §22.192σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε §22.193κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
当牧羊人梅兰希奥斯跨过门槛时,他一只手拿着一顶精美的头盔,另一只手拿着一面沾满污垢的、古老宽大的盾牌,那是英雄拉厄耳忒斯年轻时常带的;但那时它早已被废弃在旧处,皮带的缝线也已经散落;于是他们两人冲上去抓住了他,将他拖进里面,揪着他的头发,把他摔倒在地,使他心中哀伤,并用痛苦的绳索将他的脚和手绑在一起,彻底地反绑着,正如命令的那样,拉厄耳忒斯之子,备受折磨的高贵奥德修斯所下达的命令;在他身上系上一根编织的绳子,他们顺着高高的柱子把它拉上去,使他靠近房梁。
§22.194τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα· §22.195νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις, §22.196εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν· §22.197οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων §22.198λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς §22.199αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
于是你嘲笑并对他说,牧猪奴尤麦奥斯: “现在,梅兰希奥斯,你真的要看守整夜了,躺在适合你的舒适软床上;黎明女神从大洋河边升起,金色的宝座,也不会在你不知不觉中到来,那时你要牵来山羊,在宅邸中为求婚者准备宴席。
§22.200ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
” 就这样,他被留在了那里,被捆在毁灭性的绳索中。
§22.201τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν, §22.202βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
他们两人穿上铠甲,关上明亮的门,走向聪明而多谋的奥德修斯。
§22.203ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ §22.204τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
他们站在那里,呼吸着怒火,门槛上有四人,而屋内的求婚者众多且强悍。
§22.205τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη, §22.206Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
宙斯的女儿雅典娜来到了他们身旁,外貌和声音都像门托尔。
§22.207τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε· §22.208Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο, §22.209ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.
奥德修斯见她到来,心中十分欢喜,便说道: “门托尔,挡住灾难吧,记住你亲密的同伴,他曾对你行善;而且你与我同龄。
§22.210ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
” 他这样说着,虽然他已经猜到她是鼓舞众军的雅典娜。
§22.211μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·
而另一边的求婚者在大厅里大声威胁着;