§22.1αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς, §22.2ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην §22.3ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς §22.4αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν· §22.5οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·
然而,那足智多谋的奥德修斯脱下了破烂的衣服,他跳上宽阔的门槛,手里拿着弓和装满箭的箭袋,并把那些飞快的箭倾倒在自己的脚前,对着求婚者们说道: “这决定性的胜负,如今已经结束。
§22.6νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ, §22.7εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.
现在,我将尝试另一个至今未曾有人射中的目标,看看我能否射中,但愿阿波罗赐我荣耀。
§22.8ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
” 他说着,用那支锐利的箭对准了安提诺斯。
§22.9ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε, §22.10χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα, §22.11ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
正当他要举起那精美的酒杯,那双耳的金杯,并且正用双手摆弄着它,准备饮用美酒;而他的心中根本没有想到杀戮。
§22.12μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι §22.13μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη, §22.14οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
谁能想到,在宴饮的人群之中,在众多的人里只有独自一人,哪怕他再强壮,竟会给他带来痛苦的死亡和黑色的命运?
§22.15τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ, §22.16ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.
奥德修斯瞄准了他,一箭射中了其喉咙,箭头径直穿过了他娇嫩的颈项。
§22.17ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς §22.18βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν §22.19αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν §22.20ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·
他向一旁倒下,中箭后酒杯从他的手中坠落,鼻孔里登时喷涌出粗大的人类血流;他迅速用脚把桌子踢开,将食物泼洒在地上。
§22.21σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο.
面包和烤肉都被玷污了。
τοὶ δʼ ὁμάδησαν §22.22μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα, §22.23ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα, §22.24πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους· §22.25οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.
求婚者们在大厅里喧嚷起来,一看到那人倒下,他们慌乱地从座位上跃起,在大厅内奔走,朝着建造精良的墙壁四下张望;然而,却无处可拿盾牌或强劲的标枪。
他们用愤怒的言辞责骂奥德修斯: “外乡人,你胡乱射杀人是要遭殃的!
οὐκέτʼ ἀέθλων §22.28ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
你将不再有参加其他比赛的机会;如今你必遭灭顶之灾。
§22.29καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος §22.30κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.
因为你刚才杀死的,是伊萨卡青年中最优秀的人;因此,这里的秃鹰会将你撕食。
§22.31ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα §22.32ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν, §22.33ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
” 他们每个人都这样猜测,因为他们以为他是无意中杀死了那个人;然而,这些愚蠢的家伙却没有意识到,死亡的锁链已经紧紧套在了他们所有人的身上。
§22.34τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· §22.35ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι
足智多谋的奥德修斯怒目而视,对他们说道: “恶狗们!
§22.36δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον, §22.37δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως, §22.38αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα, §22.39οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν, §22.40οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι· §22.41νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
你们以为我不会再从特洛伊人的土地上返回家园,因此你们蚕食我的家产,强占我的女仆同寝,在我尚且在世时就觊觎我的妻子,既不惧怕掌管广阔天空的神明,也不认为身后会有凡人的报应;如今,毁灭的锁链已经紧紧套在你们所有人的身上。
§22.42ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν· §22.43πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
” 他这样说着,所有人心中都升起了惨白的恐惧;每个人都四处张望,寻找如何逃脱这灭顶之灾。
§22.44Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· §22.45εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας, §22.46ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί, §22.47πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.
唯有欧律马科斯开口回答他道: “如果你真的是那返回的伊萨卡人奥德修斯,那么关于阿开亚人所做的一切,你说的都是合乎情理的,他们在你的殿堂里作恶多端,在田野里也多行不义。
§22.48ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων, §22.49Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα, §22.50οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων, §22.51ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων, §22.52ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι §22.53αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
但是那个造成这一切罪魁祸首的人已经躺在那里了,就是安提诺斯;因为是他怂恿了这些恶行,他并非那么渴望或需要这门婚事,而是另有企图——尽管克罗诺斯之子并未帮他实现—— 那就是他企图在建造精良的伊萨卡民众中称王自己,并设下埋伏杀害你的儿子。
ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, §22.56ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, §22.57τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, §22.58χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ §22.59ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
此后,我们将在民众中弥补在大厅里被喝掉和吃掉的一切,每个人带来相当于二十头公牛价值的赔偿,归还你青铜与黄金,直到你的心感到宽慰;在此之前,你的愤怒是完全可以理解的。
§22.60τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· §22.61Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε, §22.62ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε, §22.63οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο §22.64πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
” 足智多谋的奥德修斯怒目而视,对他说道: “欧律马科斯,即使你们把我父亲所有的遗产都还给我,无论是你们现在拥有的,还是你们能从别处增加的所有东西,我也绝不会停下我这杀戮的双手,直到求婚者们为他们所有的罪行付出代价。
§22.65νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι §22.66ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ· §22.67ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
如今,摆在你们面前的是当面迎战,或是逃跑——如果有人能逃脱死亡与命运的话;但我想,没有任何人能逃脱这灭顶之灾。
§22.68ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
” 他这样说着,他们的双膝和心在那一刻都瘫软了。
§22.69τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·
欧律马科斯再次对他们说道: