§2.71τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς §2.72δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς, §2.73τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες, §2.74τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη §2.75ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε. §2.76εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη· §2.77τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ §2.78χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη· §2.79νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
让我独自在痛苦的忧伤中消磨。 除非我那高贵的父亲奥德修斯,曾怀着敌意,对胫甲精美的阿开亚人做过恶事,而你们为了报复,怀着敌意对我做恶,怂恿着这些人。 但对我来说,倒不如由你们自己来吞食我的财宝和牲畜。 如果是你们吞食了它们,也许很快就会得到偿还;因为那时我们就会在城里奔走,用言语向你们诉说,讨还我们的财物,直到全部被归还。 可如今,你们却在我的心中种下了无法医治的痛苦。
” 他愤怒地这样说,并把权杖扔在了地上,泪水夺眶而出;所有的民众都心生怜悯。
§2.82ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη §2.83Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν· §2.84Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε· §2.85Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες §2.86ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
那时,其他所有人都沉默不语,没有人敢用严厉的话语回答忒勒马科斯;只有安提诺乌斯一人回答,对他说道: “大言不惭的忒勒马科斯,无法克制怒火的人,你说了什么样的话来羞辱我们;你倒想把恶名强加在我们头上。
对你来说,阿开亚人的求婚者们根本没有错,错的是你那亲爱的母亲,她精通非凡的诡计。
§2.89ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον, §2.90ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
因为已经是第三年,很快就是第四年了,自从她使阿开亚人胸中的心焦虑不安以来。
§2.91πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ §2.92ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
她给每个人以希望,并向每一个男子许诺,派人送去口信,但她的内心却在筹划着别的事情。
§2.93ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε· §2.94στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε, §2.95λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε· §2.96κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, §2.97μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος §2.98ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται, §2.99Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν §2.100μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, §2.101μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ. §2.102αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
她又在心中筹划了另一个骗局:在殿堂里立起一架巨大的织机,她在织布,织得既精细又宽大;随即她对我们说: ‘年轻的求婚者们,既然高贵的奥德修斯已经去世,请不要急于催促我的婚事,等我把这件衣服织完,免得我的线白白浪费—— 这是给英雄拉埃尔特斯的寿衣,以防哪一天带来无尽痛苦的死神之毁灭性命运将他击倒,免得民间的阿开亚妇女们对我产生怨恨,如果他这个拥有巨万家财的人,躺在那里却毫无寿衣。
§2.103ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
’ 她这样说,我们高傲的心便依从了她。
于是,她白天在那巨大的织机上织布,晚上却把火把放在身旁,将布拆掉。
§2.106ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς· §2.107ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, §2.108καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη, §2.109καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
这样,她用诡计隐瞒了三年,说服了阿开亚人;但当第四年到来、季节交替时,她身边的一位女仆,由于知道实情,便告诉了我们,于是我们当场抓到她正在拆卸那美丽的织物。
§2.110ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·
因此,她迫于无奈,违背本意地完成了它。
§2.111σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς §2.112αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί· §2.113μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι §2.114τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.
如今,求婚者们给你这样的回答,好让你自己在心中明白,也让所有的阿开亚人都知晓:送走你的母亲,命令她去嫁给她父亲所指示、且令她自己中意的人。
§2.115εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, §2.116τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη §2.117ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς §2.118κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν, §2.119τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί, §2.120Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη· §2.121τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ §2.122ᾔδη·
但如果她还要在很长一段时间里,继续折磨阿开亚人的儿子们,在心中自恃雅典娜多方赐予她的天赋—— 精湛的手艺、聪慧的头脑,以及那即便是古时的女子们也闻所未闻的狡黠,那些从前蓄着美丽发辫的阿开亚妇女,如泰罗、阿尔克墨涅和戴着华丽冠冕的迈锡尼;在她们中,没有一人的心思能与珀涅罗珀相比。
ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.
然而,在这件事情上,她确实没有想出妥当的办法。
§2.123τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται, §2.124ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν §2.125ἐν στήθεσσι τιθεῖσι θεοί.
因为只要她还抱有神明如今放在她胸中的这种心思,他们就会继续吞食你的生计和财产。
μέγα μὲν κλέος αὐτῇ §2.126ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.
她固然为自己赢得了巨大的名声,却给你留下了对巨大生计的渴求。
§2.127ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, §2.128πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.
而我们绝不会回到自己的田产去,也不会去别的地方,直到她嫁给阿开亚人中她所情愿的任何人。
§2.129τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §2.130Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι §2.131ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης, §2.132ζώει ὅ γʼ ἦ τέθνηκε·
” 对此,聪慧的忒勒马科斯回答说道: “安提诺乌斯,我无论如何不能违背我母亲的意愿,把她赶出家门,是她生我养我;而我的父亲身在异国他乡,不知是生是死。
κακὸν δέ με πόλλʼ ἀποτίνειν §2.133Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
如果我自愿送走母亲,还要向伊卡里奥斯偿付沉重的代价,这对我来说是桩恶事。
§2.134ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων §2.135δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς §2.136οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων §2.137ἔσσεται·
因为我不仅会从(她的)父亲那里遭受惩罚,而且神明也会降下其他的灾祸,因为母亲离开家门时,会祈求那可怕的复仇女神(厄里倪厄斯);而人们的怨恨也会落在我身上。
ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
因此,我绝不会说出那样的话。
§2.138ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν, §2.139ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας §2.140ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
如果你们自己的心对此感到愤慨,就请离开我的府邸,去准备其他的宴席,吃你们自己的财产,在各自的家中轮流享用。
§2.141εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
但如果你们觉得这样做更好、更妥当……