Humanitext Reader

荷马 · 奥德赛 §2.1-2.70

特勒马科斯召集集会并控诉求婚者

第 7 段,共 173 段 · 希腊语

内容简介

拂晓时分,特勒马科斯召集集会。老英雄埃急普提奥斯指出,自奥德修斯离去后便未曾开过集会;在此契机下,特勒马科斯登台控诉求婚者对其家产的肆意蚕食。

§2.1ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §2.2ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς §2.3εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ, §2.4ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, §2.5βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
当黎明那早生且有着玫瑰色手指的晓神显现时,奥德修斯的爱子便从床榻上起身,穿上衣服,并在肩上挎起锋利的宝剑,在润泽的双脚上系上美观的凉鞋,宛如神明一般,他从卧室中走了出来。
§2.6αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε §2.7κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
他随即命令声音嘹亮的传令官们去召集蓄长发的阿开亚人前往广场集会。
§2.8οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
传令官们发出了号召,人们便极迅速地聚集起来。
§2.9αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, §2.10βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος, §2.11οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
待到众人齐聚、集会成型之后,他手握青铜长枪,走向集会广场,他并非独自一人,两只矫健的猎犬伴他同行。
§2.12θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη. §2.13τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο· §2.14ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
雅典娜在他身上洒下神奇的神采,所有的民众都注视着走上前来的他,赞叹不已;他坐在父亲的座位上,长者们纷纷让路。
§2.15τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν, §2.16ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
此时,英雄埃急普提奥斯首先在他们中发言,他已因年迈而驼背,却见识极广。
§2.17καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι §2.18Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν, §2.19Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ §2.20ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.
他的爱子、长枪手安提福斯曾与神一样的奥德修斯一道,乘坐空心的战船前往以产马闻名的伊利翁;但粗野的库克罗普斯杀死了他,在幽深的洞穴里,并把它当作了最后一顿晚宴。
§2.21τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει, §2.22Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.
他还有另外三个儿子,其中欧律诺莫斯与求婚者们混在一起,另外两个则始终照管着父亲的产业。
§2.23ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.
即便如此,他仍无法忘记死去的长子,整日悲叹。
§2.24τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε· §2.25κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
他为那孩子流着泪,在集会上发言说道: “伊萨卡的民众啊,现在请听我说。
§2.26οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος §2.27ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
自从高贵的奥德修斯乘坐空心战船离去以来,我们的集会与席位便从未召开过一次。
§2.28νῦν δὲ τίς ὧδʼ ἤγειρε;
而如今,是谁这样召集了我们?
τίνα χρειὼ τόσον ἵκει §2.29ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;
又是谁面临着如此急迫的需求,无论是年轻人还是长辈?
§2.30ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο, §2.31ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
他是否听到了关于归来军队的某些消息,既然他先得知了,便能清楚地告诉我们?
§2.32ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;
还是他要宣告并讨论其他什么公共事务?
§2.33ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος.
在我看,他是个高尚且蒙福的人。
εἴθε οἱ αὐτῷ §2.34Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.
愿宙斯为他实现他心中所期盼的一切善事。
§2.35ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός, §2.36οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν, §2.37στῆ δὲ μέσῃ ἀγορῇ·
” 他这样说,奥德修斯的爱子便因这吉言而喜悦;他不再久坐,而是渴望发言,站到了集会广场的中央。
σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ §2.38κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
通晓睿智心思的传令官培塞诺尔把权杖交到了他的手中。
§2.39πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν· §2.40ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός, §2.41ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.
随后,他首先向这位老人家搭话说道: “老人家,那个人并不远——你很快自己就会知道—— 正是我召集了民众;而最深重的痛苦正降临在我的身上。
§2.42οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο, §2.43ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην, §2.44οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω, §2.45ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ §2.46δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν §2.47τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν· §2.48νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα §2.49πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.
我并非听到了关于归来军队的某些消息,既然我先得知了,便能清楚地告诉你们,我也不是要宣告并讨论其他什么公共事务,而是我个人的急需,因为灾难落在了我的家里,它是双重的:一方面,我失去了我那高贵的父亲,他曾在这里在你们中间统治,且温和如父;而如今,另一方面,则是更深重的灾难,它很快就会将我整个家室彻底摧毁,使我的生计完全破灭。
§2.50μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, §2.51τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι, §2.52οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι §2.53Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα, §2.54δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·
求婚者们缠着我那违背本意的母亲,他们正是此地最尊贵的人们的爱子,他们却害怕去到她父亲伊卡里奥斯的府邸,好让他亲自为女儿安排聘礼,并把她嫁给任何他所情愿、且令她中意的人。
§2.55οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, §2.56βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας §2.57εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον §2.58μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται.
然而他们天天跑到我们家里,宰杀牛羊和肥壮的母山羊,纵情宴乐,狂饮红亮的烈酒,肆无忌惮;我们的大部分财物都已被耗尽。
οὐ γὰρ ἔπʼ ἀνήρ, §2.59οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
因为这里没有像奥德修斯那样的人,来为家室驱除灾殃。
§2.60ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα §2.61λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
我们自己无力驱除它;确实,此后我们也将是软弱无能、不习武艺的。
§2.62ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
只要我有一丝力量,我一定会自卫。
§2.63οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς §2.64οἶκος ἐμὸς διόλωλε.
因为令人无法容忍的行径已经被做出,我的家园已被无情毁灭。
νεμεσσήθητε καὶ αὐτοί, §2.65ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους, §2.66οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν, §2.67μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
你们自己应当感到愤慨,应当尊重我们周围的其他邻人,那些住在四周的人;并且畏惧神明的震怒,免得他们因你们的恶行而发怒,反过来惩罚你们。
§2.68λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, §2.69ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει· §2.70σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ
我奉奥林匹斯的宙斯以及忒弥斯之名恳求你们,她主管着人间集会的解散与召开:停手吧,朋友们,让我一个人独自承受这痛苦的忧伤

词汇与语法注释

  1. 2.2ἐξ εὐνῆφιν — 名词后缀 `-φιν`(一种古风夺格/属格词尾)在此处介词 `ἐξ` 之后充当夺格(属格)的作用。
  2. 2.43εἴπω, ὅτε πρότερός γε πυθοίμην — 关系从句中的虚拟语气 `εἴπω`(带有 `κε`)表示目的或预期,而时间从句中的祈愿语气 `πυθοίμην` 则在主句潜能/条件语境的影响下表示某种主观设想或条件。
  3. 2.53ὥς κʼ αὐτὸς ἐεδνώσαιτο — 关系词/连词 `ὡς` 与助词 `κε` 连用并搭配祈愿语气 `ἐεδνώσαιτο`,构成了史诗希腊语中表达预期或条件性目的的目的从句。
  4. 2.60οὔ νύ τι τοῖοι ἀμυνέμεν — 指示形容词 `τοῖοι`(此类人)之后接不定式 `ἀμυνέμεν`(`ἀμύνειν` 的史诗形式),表示结果或能力的用法(“我们并非是能够驱除它的人”)。

引用这一段

荷马, 奥德赛 §2.1-2.70. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:2.1-2.70

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。