Humanitext Reader

荷马 · 奥德赛 §2.142-2.216

双鹰的凶兆与哈利特耳塞斯的预言

第 9 段,共 173 段 · 希腊语

内容简介

忒勒马科斯谴责求婚者并向神明祈祷,宙斯随即降下两只鹰作为凶兆,哈利特耳塞斯预言奥德修斯即将归来且求婚者必将灭亡,然而欧律马科斯对此嗤之以鼻,最终忒勒马科斯宣布将启程寻访父亲的音讯。

§2.142ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
如果是这样,哪怕一个人的财产要在没有偿还的情况下被毁灭,你们就尽管挥霍吧!
§2.143κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
但我将呼求永生的神明,看是否宙斯终会赐予报复的惩罚。
§2.144αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι. §2.145νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
那时,你们便在我的府邸中,在没有偿还的情况下毁灭吧。
§2.146ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς §2.147ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
” 忒勒马科斯这样说,那声音宏亮的宙斯为他派出了两只鹰,从高处、从山顶飞出。
§2.148τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο §2.149πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν· §2.150ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην, §2.151ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά, §2.152ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον· §2.153δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς §2.154δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.
它们在风的吹拂下飞行了一阵,彼此靠近,展开双翼极力飞翔;但当它们到达那人声鼎沸的集市中央时,便在那里盘旋,猛烈地拍动着浓密的羽翼,并俯视众人的头顶,预示着毁灭;它们用利爪抓破了自己的双颊和颈项,然后向右飞去,穿过众人的房屋和城市。
§2.155θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν· §2.156ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.
人们亲眼看见这些鸟,都感到惊奇,并在心中思量着那些即将发生的事。
§2.157τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης §2.158Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο §2.159ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι· §2.160ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε· §2.161κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· §2.162μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·
在他们中,老英雄、马斯托尔之子哈利特耳塞斯对众人说道;因为在同辈人中,只有他最擅长辨识鸟的征兆并宣示吉凶;他心怀善意,对众人宣示并说道: “伊塔卡人啊,现在请听我说,听我所要说的话;我尤其要对求婚者们说明并讲这些话。
§2.163τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς §2.164δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη §2.165ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει §2.166πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται, §2.167οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον.
因为大祸将降临在他们头上;奥德修斯绝不会长期远离他所爱的人,甚至可能现在他已经近在咫尺,正在给所有这些人播下杀戮和毁灭的种子;而且,这对于我们许多人来说也是灾祸,对于居住在晴朗的伊塔卡的我们。
ἀλλὰ πολὺ πρὶν §2.168φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ §2.169παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.
但在此之前,让我们尽早考虑如何阻止他们;而他们自己也该停止;因为这样做对他们也是大有裨益的。
§2.170οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς· §2.171καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα, §2.172ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον §2.173Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.
因为我并非毫无经验地预言,而是有着真知灼见;我说那个人的一切都已成真,正如当年阿耳戈斯人登船前往伊利翁,而足智多谋的奥德修斯与他们同行时,我对他的预言。
§2.174φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους, §2.175ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ §2.176οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
我说他会历经千辛万苦,失去所有的同伴,在不为任何人知晓的第二十年里,回到家中;而如今,这一切确实都在实现。
§2.177τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα· §2.178ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν §2.179οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω· §2.180ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
” 对此,波吕玻斯之子欧律马科斯回答说道: “老头子,你还是快回家给自己的孩子们预言去吧,好让他们以后免遭灾祸;在这些事情上,我比你更懂得如何预言。
§2.181ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο §2.182φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς §2.183ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ §2.184ὤφελες.
在阳光下确实有许多鸟儿在飞翔,但并非所有的鸟都有所征兆;而奥德修斯已在远方死去,你也本该和他一起死去。
οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες, §2.185οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης, §2.186σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
这样你就不会说出这么多神示,也不会这样怂恿愤怒的忒勒马科斯,期盼着他给你的家带来赏赐。
§2.187ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· §2.188αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς §2.189παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν, §2.190αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται, §2.191πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε· §2.192σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ §2.193τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
但我现在就明确告诉你,而这也必将成真:如果你这通晓许多古老事情的人,用言语欺骗一个年轻人并怂恿他动怒,那么首先对他自己来说,这会是更大的折磨,而且因为我们,他也绝不能有任何作为;而对于你,老头子,我们要对你课以罚金,让你在交纳时心疼不已;那将是你难以忍受的痛苦。
§2.194Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός· §2.195μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι· §2.196οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα §2.197πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
至于忒勒马科斯,我将当着众人的面亲自给他建议:让他命令自己的母亲回到父亲家里去;他们会为她筹办婚礼,并准备极为丰厚的聘礼,那些适合随同亲爱女儿一同带去的东西。
§2.198οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν §2.199μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης, §2.200οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα, §2.201οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ, §2.202μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.
因为我想,阿开亚人的儿子们在达成目的前,绝不会停止这艰难的求婚,因为我们根本不怕任何人,不管是忒勒马科斯,哪怕他极其能言善辩,还是你这老头子所说那些毫无结果的神示,我们完全不在乎,只会更平添对你的厌恶。
§2.203χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα §2.204ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς §2.205ὃν γάμον·
而他的财产仍会被无情地吞食,并且绝不会有任何偿还,只要她一天还在阿开亚人面前拖延她的婚事。
ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα §2.206εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας §2.207ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.
而我们日复一日地等待,为了她的美德而相互竞争,却不去寻找别的女人,而那些女人本是我们每个人都适合迎娶的。
§2.208τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §2.209Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί, §2.210ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω· §2.211ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
” 对此,聪慧的忒勒马科斯回答说道: “欧律马科斯以及其他所有人,高傲的求婚者们,关于这些事,我不再央求你们,也不再多说什么;因为神明和所有的阿开亚人都已经知道了。
§2.212ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους, §2.213οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
但请给我一艘快船和二十名同伴,好让他们能伴随我往返于旅途。
§2.214εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα §2.215νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο, §2.216ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω
因为我要去斯巴达和多沙的皮洛斯,去打听那离家已久的父亲的归期,看是否有什么凡人能告诉我,或者我能听到什么传闻

词汇与语法注释

  1. 2.142ἔμμεναι — 承接前一句(2.141)的条件从句,作主语补足语的不定式。ἔμμεναι(εἶναι 的史诗形式)与 ὀλέσθαι(ἀπόλλυμι 的第二不定过去时中动不定式,作不及物使用)并列,意为“如果你们认为……一个人的财产在没有偿还的情况下被毁灭(ὀλέσθαι)是(ἔμμεναι)更好的”。
  2. 2.153δρυψαμένω — 双数中动分词。表示撕裂它们自己(或彼此)的双颊和颈部。中动语态在此作直接反身或相互解,这种自残行为被视为不祥未来的征兆。
  3. 2.171κείνῳ — 代词 ἐκεῖνος 的阳性单数与格,指奥德修斯。在此作为利益与格(“对他而言,一切都已成真”)或关系与格(“关于他”)。
  4. 2.183ὤφελες — ὀφείλω 的第二不定过去时 ὤφελον 的第二人称单数,后接不定式 καταφθίσθαι。表示过去未能实现的强烈愿望或违背事实的懊悔:“你要是也和他一起死掉(καταφθίσθαι)就好了”。

引用这一段

荷马, 奥德赛 §2.142-2.216. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:2.142-2.216

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。