§19.405τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·
对此,奥托吕科斯回答并对她说道: “我的女婿和女儿啊,请给孩子取我将要说的这个名字。
§19.406γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω· §19.407πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω, §19.408ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν· §19.409τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον·
因为我由于对许多人怀着愤怒(或被许多人憎恨)而来到这里,无论是在那孕育万物的土地上的男人还是女人;因此,让他以‘奥德修斯’作为这个名字。
αὐτὰρ ἐγώ γε, §19.410ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα §19.411ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι, §19.412τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
至于我,每当他长大成人,来到外祖父在帕尔纳索斯的宽敞府邸,也就是我的财产所在的地方时,我将从这些财产中分给他一部分,并让他高高兴兴地回去。
§19.413τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
” 正是为了这些,奥德修斯才前往那里,以便外祖父能送他辉煌的礼物。
§19.414τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο §19.415χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· §19.416μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ §19.417κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
奥托吕科斯和奥托吕科斯的儿子们用双手拥抱他,并用温和的话语欢迎他;外祖母阿姆菲忒亚紧紧搂住奥德修斯,亲吻了他的头部和双眼。
§19.418Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι §19.419δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν, §19.420αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
奥托吕科斯吩咐他那显赫的儿子们准备晚餐;他们听从了父亲的吩咐,随即牵来一头五岁的公牛。
§19.421τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα, §19.422μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, §19.423ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
他们剥下牛皮,进行料理,并将其全部切开,熟练地切成小块,穿在铁叉上,细心地烤好,然后分配了份额。
§19.424ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §19.425δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
于是他们整天直到太阳落山都在宴饮,心中对这平等的宴席毫无欠缺之感。
§19.426ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, §19.427δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
当太阳落山,暮色降临时,他们便躺下休息,接受了睡眠的赠礼。
§19.428ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §19.429βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ §19.430υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς §19.431ἤϊεν·
当早生的、玫瑰色手指的黎明出现时,他们便出发去狩猎,无论是猎犬,还是奥托吕科斯的儿子们自己;在他们之中,高贵的奥德修斯也一同前往。
αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ §19.432Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
他们登上了树木茂密的帕尔纳索斯险峻山峦,很快就到了风声呼啸的山谷。
§19.433Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας §19.434ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο, §19.435οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν §19.436ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν §19.437υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς §19.438ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
那时太阳刚刚将光芒射向田野,自那缓缓流淌、水流深沉的大洋神俄刻阿诺斯,猎人们来到了深谷;在他们前面,猎犬们一边寻找着足迹一边前进,而在后面则是奥托吕科斯的儿子们;在他们之中,高贵的奥德修斯紧跟着猎犬前进,手中挥舞着长影的投枪。
§19.439ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς· §19.440τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων, §19.441οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, §19.442οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ §19.443ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
在那里,一头巨大的野猪躺在一处茂密的灌木丛中;这里,任凭潮湿的强风如何吹拂也无法穿透,闪耀的太阳也无法用光芒射入,暴雨也无法将其淋透;它是如此地茂密,里面积满了厚厚的落叶。
当人们和猎犬追赶着逼近时,脚步声传到了野猪身边。
ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο §19.446φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς, §19.447στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς §19.448ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ, §19.449οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς §19.450γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι §19.451λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
野猪从灌木丛中迎面窜出,高高竖起颈背上的鬃毛,眼中闪烁着怒火,站在离他们不远处;奥德修斯当先一人冲了上去,粗壮的手中高举着长枪,急于刺伤它;但野猪抢先一步,撞伤了他膝盖上方,并用獠牙斜着拱出,撕裂了许多血肉,但并未伤及他的骨头。
§19.452τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον, §19.453ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή· §19.454κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
奥德修斯一枪刺中它的右肩,闪亮的长枪尖端径直穿透了过去;野猪号叫着倒在尘土中,生命随之飞逝。
§19.455τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο, §19.456ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο §19.457δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν §19.458ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
奥托吕科斯心爱的儿子们随即料理他的伤口,高贵、神圣的奥德修斯的伤口他们熟练地包扎好,并用咒语将黑色的血液止住,随后迅速回到了亲爱父亲的家中。
§19.459τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο §19.460εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες §19.461καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον §19.462εἰς Ἰθάκην.
他被奥托吕科斯和奥托吕科斯的儿子们悉心治愈,并赠予了灿烂的礼物,迅速将满心欢喜的他送回了亲爱的祖国,送回伊萨卡。
τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ §19.463χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα, §19.464οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν §19.465ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι, §19.466Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
他的父亲和高贵的母亲为他的归来感到高兴,并详细地询问了一切,询问他遭遇了怎样的伤疤;他便向他们详细叙述,他是如何在狩猎时被野猪那雪白的獠牙所伤,当他与奥托吕科斯的儿子们一同前往帕尔纳索斯时。
§19.467τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα §19.468γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι· §19.469ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός, §19.470ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.
老妇人用朝下的双手托住他的腿,通过触摸认出了那伤疤,便松开了脚任其落下;小腿掉进了铜盆中,青铜发出了清脆的声响,铜盆向另一侧倾倒,水全部泼洒在地上。
§19.471τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
喜悦和悲痛同时攫住了她的心灵,她的双眼