“我家有二十只鹅,它们正在吃水里泡着的麦子,我看着它们感到欣慰。
§19.538ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης §19.539πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο §19.540ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.
但一只巨大的、弯嘴的老鹰从山上飞下来,折断了它们所有鹅的脖子,把它们杀死了;它们层层叠叠地倒在殿堂里,而那只鹰则飞向了神圣的天空。
§19.541αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ, §19.542ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί, §19.543οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
我即使在梦中也放声大哭,悲痛地号哭,秀发美丽的阿开亚妇人们聚集在我的周围,因为老鹰杀死了我的鹅,我正在悲伤地哭泣。
§19.544ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ, §19.545φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε· §19.546θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
随后它又飞回来,停在突出的屋梁上,用人类的声音来安抚我,大声说道: ‘勇敢些,名声远扬的伊卡里奥斯的女儿!
§19.547οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
这不是梦,而是一个美好的现实,它必定会实现。
§19.548χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις §19.549ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα, §19.550ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
那些鹅就是求婚者,而我先前是那只老鹰,如今我已经作为你的丈夫回来了,我将给所有的求婚者带来可耻的毁灭。
§19.551ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε· §19.552παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα §19.553πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
’ 他这样说完,甘甜的睡眠便离开了我;我环顾四周,看见殿堂里的鹅,正像以前一样,在水槽旁吃着它们的麦子。
§19.554τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §19.555ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον §19.556ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς §19.557πέφραδʼ ὅπως τελέει·
” 足智多谋的奥德修斯回答她道: “夫人,这个梦绝不可能转向其他的方向去解释,因为奥德修斯本人已经向你指明他将如何实现它。
μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος §19.558πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
求婚者们的毁灭是显而易见的,对他们每一个人都是如此,谁也无法逃脱死神和他的命运。
§19.559τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §19.560ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι §19.561γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
” 聪慧的佩涅洛佩又对他说: “外乡人,梦确实是难以捉摸、其言不明的,也并不是所有人的一切梦境都能实现。
§19.562δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων· §19.563αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
因为虚幻之梦通往人间的门有两扇:一扇是用角做成的,另一扇是用象牙做成的。
§19.564τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος, §19.565οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες· §19.566οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε, §19.567οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
凡是穿过那削平的象牙门出来的梦,都会欺骗人,带来无法兑现的空话;但凡是穿过那磨光的角门出来的梦,只要死凡人看见,就会带来真实的结局。
§19.568ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον §19.569ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
但我认为我那可怕的梦并不是从那里出来的;要是那样,对我以及我的儿子都将是一件幸事。
§19.570ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· §19.571ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος §19.572οἴκου ἀποσχήσει·
我还要告诉你一件事,你要记在心里:这不祥之名的黎明即将到来,它将把我从奥德修斯的家里分离开。
νῦν γὰρ καταθήσω ἄεθλον, §19.573τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν §19.574ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας· §19.575στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
因为现在我将设下一场比试:那些斧头,先前他(奥德修斯)在自己的殿堂里,常常像造船的支架那样,一整排立起十二把;他站在很远的地方,一箭射穿它们。
§19.576νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω· §19.577ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι §19.578καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων, §19.579τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα §19.580κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο· §19.581τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
现在我将把这比试呈献给求婚者们:谁能最轻易地用双手拉满弓弦,并一箭射穿全部十二把斧头,我就会跟随他,离开这扇大门,离开我新婚成家的、非常美丽、充满富足生计的这所房子;我想我即使在梦中,也终有一天会想起这里。
§19.582τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς §19.583ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, §19.584μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον· §19.585πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, §19.586πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας §19.587νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
” 足智多谋的奥德修斯回答她道: “拉埃尔特斯之子奥德修斯的尊贵妻子啊,请不要再在殿堂里推迟这场比试了;因为足智多谋的奥德修斯必定会在他们摩挲着这把精美的弓、张满弓弦并射穿铁斧之前,来到这里。
§19.588τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §19.589εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι §19.590τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
” 聪慧的佩涅洛佩回答他道: “外乡人,如果你愿意坐在我的殿堂里,以此取悦我,那么睡眠绝不会洒在我的眼睑上。
§19.591ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ §19.592ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν §19.593ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
但是,人类确实不可能一直不睡觉;因为不死的神明已经为万物定下了分限,给在这孕育生命的土地上生活的凡人们。
§19.594ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα §19.595λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται, §19.596αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς §19.597ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
不过,我将回到楼上的房间去,躺在我的床上——那张早已成为我叹息之地的床,自从奥德修斯前往那口不忍言的、罪恶的伊利翁之后,我的泪水常常把它浸湿。
§19.598ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ, §19.599ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.
我将在那里躺下;而你就在这屋里睡吧,或者在地上铺个铺盖,或者让他们为你准备一张床。
” 她这样说完,便走上明亮的阁楼,并非独自一人,其他女仆们也和她一同前往。