(……它们就变得令我厌恶了,)自从我最初乘着长桨的船只、离开克里特白雪皑皑的山峦而起。
§19.340κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον· §19.341πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ §19.342ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.
我将像以前那样躺下,度过那些无法入眠的夜晚;因为在简陋的床铺上,我确实度过了许多个夜晚,等待着那端坐于精美宝座、气宇非凡的黎明。
§19.343οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ §19.344γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο §19.345τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,
洗脚水对我而言也绝非我心所乐意;在你大殿里充当女仆的那些女子中,绝无一人能触碰我的双脚。
§19.346εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα, §19.347ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ· §19.348τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
除非有一位年迈的老妪,心怀挚诚,她所经历的苦难也正如同我心中所承受的那样多;对于她,我绝不吝啬让她来洗我的双脚。
§19.349τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §19.350ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε §19.351ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα, §19.352ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·
贤明而思虑周全的佩涅洛佩回答他说道: “亲爱的客人,在那些来自远方、受人爱戴的客人中,从未有过像你这样睿智的人来到我的殿堂,因为你的言辞是如此优雅而充满智慧。
§19.353ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα §19.354ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε, §19.355δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ, §19.356ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.
我这里恰有一位年迈的老妇,她心怀睿智的谋略,她曾悉心养育过那个不幸的人并爱护着他,自从他的母亲最初生下他,她用双手接过来那时起;她会为你洗脚,尽管她已经非常衰弱。
所以,来吧,请站起来,聪慧的欧律克勒娅,为你主人的同龄人洗脚。
καί που Ὀδυσσεὺς §19.359ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας· §19.360αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
也许奥德修斯现在的双脚和双手,也已经变成了这般模样;因为在深重的苦难中,凡人会迅速衰老。
§19.361ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα, §19.362δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν· §19.363ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος·
” 她这样说,那老妪用双手捂住面庞,流下滚烫的泪水,口中吐出哀戚的话语: “啊,我的孩子,我真为你感到无能为力啊!
ἦ σε περὶ Ζεὺς §19.364ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
确实,宙斯比起所有人来更憎恨你那敬畏神明的心灵。
§19.365οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ §19.366πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας, §19.367ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο §19.368γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν· §19.369νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
因为从未有哪个凡人向那以雷霆为乐的宙斯焚烧过如此多肥美的股肉和精选的百牲祭,像你献给他的那样多,你曾祈求能得以度过富足的晚年,并将你那光彩耀眼的儿子养育成人;而如今,他竟单单彻底夺去了你的归国之日。
§19.370οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες §19.371ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο, §19.372ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
想必,当他来到某位显贵者的殿堂时,那些远方异乡人的妇女们也在这样嘲笑他吧,正如这些母狗一般卑劣的女仆们现在都在嘲笑你一样。
ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε §19.375κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
而伊卡里奥斯的女儿、贤明的佩涅洛佩,却命令我做这件事,我亦非常乐意。
§19.376τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης §19.377καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς §19.378κήδεσιν.
因此,既为了佩涅洛佩自己,同时也为了你,我将洗你的脚,因为在我的心中涌起了忧虑。
ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω· §19.379πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο, §19.380ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι §19.381ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.
但是,来吧,请听好我将要说的话:许多饱受折磨的客人确实曾来到这里,但我敢说,从未见过任何一个与他如此相似的人,正如你在身形、声音和双脚上都如此像奥德修斯。
§19.382τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §19.383ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν §19.384ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν §19.385ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.
” 足智多谋的奥德修斯回答她说道: “老人家,凡是用眼睛看见过我们两人的,都说我们彼此之间非常相似,正像你这位聪明人亲口所说的那样。
§19.386ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα §19.387τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ §19.388ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν.
” 他这样说,那老妇便取来闪亮的洗脚盆,倒入许多冷水,然后又舀入热水。
αὐτὰρ Ὀδυσσεὺς §19.389ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα· §19.390αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα §19.391οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
然而奥德修斯坐在火炉旁,随即将身子转到暗处;因为他立刻在心中担忧,怕她摸到那道伤疤而认出他来,从而使一切败露。
§19.392νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν·
她走上前,开始为她的主人洗脚。
αὐτίκα δʼ ἔγνω §19.393οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι §19.394Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,
她立刻认出了那道伤疤,那是昔日一头野猪用它洁白的獠牙撞伤他的,当时他正前往帕尔纳索斯,去探望奥托吕科斯和他的儿子们。
§19.395μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο §19.396κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν §19.397Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν §19.398ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.
奥托吕科斯是他母亲的高尚父亲,他在偷盗和发誓方面超越了所有人;这是神明亲自赐予他的,也就是赫耳墨亚斯;因为奥托吕科斯曾向他焚烧过令人愉悦的羔羊和山羊股肉,而神明也乐意护佑着他。
§19.399Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον §19.400παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς· §19.401τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε §19.402παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §19.403Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι §19.404παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
奥托吕科斯来到富饶的伊萨卡,见到了他女儿新生的孩子;欧律克勒娅在奥托吕科斯即将用完晚餐时,将孩子放在他心爱的膝头上,向他开口说道: “奥托吕科斯啊,请你现在亲自想个名字,好给你女儿的爱子取名;他可是你多年祈求而来的。 ”