§19.271ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, §19.272ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ §19.273αἰτίζων ἀνὰ δῆμον.
就在附近,在塞斯普罗托伊人的富饶土地上,他还活着;他正带着许多极好的财宝,在一路上向人们募赠。
ἀτὰρ ἐρίηρας ἑταίρους §19.274ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ, §19.275Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ §19.276Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
然而,他那些忠实的同伴和那艘空心的战船,都在这酒红色的海洋上丧失了,当他从斯里纳基亚岛出发时;因为他们对他发怒,无论是宙斯还是赫利俄斯;因为他的同伴杀害了赫利俄斯的牛群。
§19.277οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ· §19.278τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου, §19.279Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν, §19.280οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο §19.281καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ §19.282οἴκαδʼ ἀπήμαντον.
他们全都丧命在波涛汹涌的大海中;但波浪将骑在船只龙骨上的他卷到了陆地上,送到了法埃亚科斯人的土地上,他们与神明亲近,他们由衷地像敬奉神明一样敬重他,送给他许多礼物,并愿意亲自送他安然无恙地送回家。
καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς §19.283ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ, §19.284χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι· §19.285ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων §19.286οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
奥德修斯早该回到这里了,但在他的心中,觉得去多方聚财走遍辽阔的土地更为有利;就这样,在终有一死的凡人中,论起谋求利益,奥德修斯懂得最多,没有任何凡人能与他相比。
§19.287ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων· §19.288ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, §19.289νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, §19.290οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
塞斯普罗托伊人的国王斐冬就是这样向我讲述的;他还在他家里奠酒时,对我本人发誓,战船已经下水,同伴们也已准备就绪,他们必将送他回到亲爱的祖国故土。
§19.291ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς §19.292ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
但他先把我送走了;因为当时正好有一艘塞斯普罗托伊人的船要前往盛产小麦的杜利基昂。
§19.293καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς· §19.294καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι, §19.295ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
他还向我展示了奥德修斯收集的所有财产;这些存放在国王大殿里的宝物,确实足够养活他的后代直到第十代。
§19.296τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο §19.297ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι, §19.298ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν §19.299ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
他说奥德修斯已经去了多多那,为了从那棵神圣的、枝繁叶茂的高大橡树下,聆听宙斯的旨意,探讨他已经离开了很久,该如何回到亲爱的祖国故土,是应该公开回去还是秘密回去。
§19.300ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη §19.301ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης §19.302δηρὸν ἀπεσσεῖται·
因而他确实安然无恙,而且很快就会回来,离这里很近了;他绝不会再长久地远离他的亲人和祖国的土地。
ἔμπης δέ τοι ὅρκια δώσω.
无论如何,我要向你起誓。
§19.303ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος, §19.304ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω· §19.305ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
愿众神中至高至上的宙斯首先作证,还有我所到访的高贵的奥德修斯的家灶:确实,这一切都会如我所说的那样实现。
§19.306τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, §19.307τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
就在今年,奥德修斯就会回到这里,就在旧月将尽、新月伊始之时。
§19.308τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §19.309αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
贤明而思虑周全的佩涅洛佩回答他说道: “啊,客人,愿你这话能够实现!
§19.310τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα §19.311ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
那样你很快就会得到我的友谊和许多礼物,以至于任何遇到你的人都会羡慕你、祝福你。
§19.312ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ· §19.313οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς §19.314τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ §19.315οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε, §19.316ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
但在我的心中,我预料事情会是这样,正如它终将发生的:奥德修斯不会再回来了,你也得不到送行的船只,因为这大殿里再没有像奥德修斯那样的主人,如果他真的曾经存在过的话,来送别和欢迎受人尊敬的客人们。
§19.317ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν, §19.318δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα, §19.319ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
但是,女仆们,给这位客人洗脚,并为他准备床铺,铺上垫褥、斗篷和光鲜的被单,这样他就能温暖地睡到金座黎明的到来。
§19.320ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε, §19.321ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται §19.322ἥμενος ἐν μεγάρῳ·
明天清晨,要早早给他沐浴擦油,好让他坐在大殿里,在忒勒玛科斯身边,享用他的早餐。
τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων §19.323τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον §19.324ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
而那些人中,若有谁故意折磨他、伤他的心,那人就要倒大霉了;他再也不能在这里办成任何事情,尽管他会极其愤怒。
§19.325πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν §19.326ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν, §19.327εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν §19.328δαινύῃ;
因为,客人啊,你又怎能看出我在心思和睿智上超越了其他女人,如果你邋邋遢遢、衣衫褴褛地在大殿里用餐?
ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
凡人的生命是短暂的。
§19.329ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, §19.330τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω §19.331ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες· §19.332ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, §19.333τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι §19.334πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
那些本身残酷、心怀残忍想法的人,所有凡人都会在他活着的时候,诅咒他日后遭受苦难,而当他死去后,所有人都会嘲笑他;但那些本身无可指责、心怀善念的人,客人们会将他的美名传播到四面八方,传遍所有人类,许多人也会称赞他是高尚的人。